§1.78.1συνέβη περιστῆναι καὶ δυσέκφευκτον.
局势变得将他们包围且难以逃脱。
κατὰ δὲ τὸν καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐνδοξοτάτων εἷς, ἦν δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ καταξίωσιν.
正是在这个时候,纳拉瓦斯——他是努米底亚人中最有名望的人之一,且充满了战斗的热情——因为父辈的渊源,他一直对迦太基人怀有友好态度,而此时由于将军哈米尔卡的声望,他更受到了激励。
§1.78.2διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατοπεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν.
因此,他认为得到了一个与哈米尔卡会面并建立联系的极佳机会,便带着大约一百名努米底亚随从漏夜来到了营地。
§1.78.3καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων τῇ χειρί.
他大胆地接近营垒,挥手示意并停在原地。
§1.78.4τοῦ δʼ Ἀμίλκου θαυμάσαντος τὴν ἐπιβολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ.
哈米尔卡对他的这一大胆举动感到惊讶,并派出了一名骑兵,纳拉瓦斯表示希望能与将军进行会谈。
§1.78.5διαποροῦντος δʼ ἀκμὴν καὶ διαπιστοῦντος τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, παραδοὺς ὁ Ναραύας τὸν ἵππον καὶ τὰς λόγχας τοῖς μεθʼ αὑτοῦ παρῆν ἄνοπλος εὐθαρσῶς εἰς τὴν παρεμβολήν.
当迦太基将领仍在犹疑和不信任时,纳拉瓦斯将马和长枪交给了他的随从,自己则毫无武装、充满自信地走进了军营。
§1.78.6οἱ δὲ τὰ μὲν ἐθαύμαζον, τὰ δὲ κατεπλήττοντο τὴν τόλμαν· ὅμως δὲ προσεδέξαντο καὶ συνῆλθον εἰς τὰς χεῖρας.
众人一方面感到惊奇,另一方面也被他的胆量所震撼,但还是接纳了他,并与他握手相迎。
§1.78.7ὁ δὲ παραγενόμενος εἰς λόγους ἔφη πᾶσι μὲν Καρχηδονίοις εὐνοεῖν, μάλιστα δʼ ἐπιθυμεῖν Βάρκᾳ γενέσθαι φίλος·
在开始会谈时,他说自己对所有的迦太基人都怀有好意,但最渴望能成为巴卡的友人。
διὸ καὶ νῦν παρεῖναι συσταθησόμενος αὐτῷ καὶ κοινωνήσων ἀδόλως παντὸς ἔργου καὶ πάσης ἐπιβολῆς.
因此,他现在亲自前来以便向他引荐自己,并毫无欺诈地共同参与每一项行动和每一个企图。
§1.78.8Ἀμίλκας δὲ ταῦτʼ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρουσίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγατέρα δώσειν ἐπηγγείλατο μεθʼ ὅρκου, διαφυλάξαντος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν.
哈米尔卡听到这些话,对这位年轻人在出面时的勇气以及在会谈时的坦诚感到无比欣喜,以至于不仅欣然接纳他作为行动的伙伴,还发誓承诺,只要他保持对迦太基人的忠诚,就将自己的女儿嫁给他。
§1.78.9γενομένων δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Ναραύας ἧκε τοὺς ὑφʼ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς δισχιλίους,
协议达成后,纳拉瓦斯带着他所统率的努米底亚人回来,大约有二千人。
§1.78.10ὁ δʼ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις.
哈米尔卡在得到了这支力量的加入后,向敌军摆开了阵势。
οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λίβυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς Καρχηδονίοις.
斯彭迪乌斯一伙与利比亚人合流后,下到平原,与迦太基人交战。
§1.78.11γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγωνισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρασχομένου χρείαν.
爆发了一场激烈的战斗,哈米尔卡一方获得了胜利,这得益于战兽的英勇作战,以及纳拉瓦斯提供了极为显著的协助。
§1.78.12ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δʼ εἰς τετρακισχιλίους.
奥塔里图斯和斯彭迪乌斯得以逃脱,但其余的人中,战死者达一万人,被俘者达四千人。
§1.78.13ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθʼ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις,
取得这一成功后,哈米尔卡允许那些愿意与他一同服役的俘虏加入,并用从敌人那里夺来的战利品武装他们。
§1.78.14τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτʼ ἂν ἕκαστος αὐτῶν προαιρῆται.
他集结了那些不愿意加入的人,对他们训话说:直到现在为止,他仍宽恕他们所犯下的过错;因此,他允许他们根据各自的意愿,前往任何他们想去的地方。
§1.78.15μετὰ δὲ ταῦτα διηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατʼ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας.
但在此之后,他严厉警告说,任何人不得再对他们拿起敌对的武器,因为一旦有人被捕,将受到毫不留情的惩罚。