§1.78.1συνέβη περιστῆναι καὶ δυσέκφευκτον.
It happened that the situation surrounded them and became difficult to escape.
κατὰ δὲ τὸν καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐνδοξοτάτων εἷς, ἦν δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ καταξίωσιν. §1.78.2διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατοπεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν. §1.78.3καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων τῇ χειρί. §1.78.4τοῦ δʼ Ἀμίλκου θαυμάσαντος τὴν ἐπιβολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ. §1.78.5διαποροῦντος δʼ ἀκμὴν καὶ διαπιστοῦντος τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, παραδοὺς ὁ Ναραύας τὸν ἵππον καὶ τὰς λόγχας τοῖς μεθʼ αὑτοῦ παρῆν ἄνοπλος εὐθαρσῶς εἰς τὴν παρεμβολήν. §1.78.6οἱ δὲ τὰ μὲν ἐθαύμαζον, τὰ δὲ κατεπλήττοντο τὴν τόλμαν· ὅμως δὲ προσεδέξαντο καὶ συνῆλθον εἰς τὰς χεῖρας. §1.78.7ὁ δὲ παραγενόμενος εἰς λόγους ἔφη πᾶσι μὲν Καρχηδονίοις εὐνοεῖν, μάλιστα δʼ ἐπιθυμεῖν Βάρκᾳ γενέσθαι φίλος· διὸ καὶ νῦν παρεῖναι συσταθησόμενος αὐτῷ καὶ κοινωνήσων ἀδόλως παντὸς ἔργου καὶ πάσης ἐπιβολῆς. §1.78.8Ἀμίλκας δὲ ταῦτʼ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρουσίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγατέρα δώσειν ἐπηγγείλατο μεθʼ ὅρκου, διαφυλάξαντος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν. §1.78.9γενομένων δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Ναραύας ἧκε τοὺς ὑφʼ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς δισχιλίους, §1.78.10ὁ δʼ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις.
At this very time Naravas, who was one of the most distinguished of the Nomads and full of martial spirit, had always been friendly to the Carthaginians because of an ancestral connection, and was then even more encouraged because of the high reputation of the general Hamilcar. Therefore, thinking he had a favorable opportunity for an interview and introduction with him, he came to the camp having with him about a hundred Nomads. Approaching the rampart, he boldly stood there, waving his hand. Hamilcar being surprised at his daring and sending forward one of his cavalry, Naravas said that he wished to come to speech with the general. While the Carthaginian leader was still hesitating and distrusting, Naravas, handing over his horse and spears to his companions, entered the camp unarmed and with great confidence. The Carthaginians, though partly wondering and partly astonished at his boldness, nevertheless received him and shook hands with him. Having come to speech, he said that he was well-disposed to all Carthaginians, but most of all desired to become a friend to Barca; therefore, he was now present to be introduced to him and to share without deceit in every deed and every undertaking. Hamilcar, hearing this, was so greatly pleased both with the youth's courage in presenting himself and with his frankness during the interview, that he not only consented to take him as a partner in his actions, but also promised on oath to give him his daughter, provided that he maintained his loyalty to the Carthaginians. The agreement having been made, Naravas came back bringing the Nomads under his command, who were about two thousand. Hamilcar, having this force added to him, drew up his army against the enemy.
οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λίβυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς Καρχηδονίοις. §1.78.11γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγωνισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρασχομένου χρείαν. §1.78.12ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δʼ εἰς τετρακισχιλίους. §1.78.13ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθʼ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις, §1.78.14τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων· διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτʼ ἂν ἕκαστος αὐτῶν προαιρῆται. §1.78.15μετὰ δὲ ταῦτα διηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατʼ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας.
Spendius and his men, having joined the Libyans and descended into the plain, clashed with the Carthaginians. A fierce battle having taken place, Hamilcar's forces were victorious, the beasts fighting brilliantly, and Naravas rendering most distinguished service. Autaritus and Spendius indeed escaped, but of the rest, up to ten thousand fell and up to four thousand were captured. The success being completed, Hamilcar gave permission to those of the prisoners who wished to serve with him, and armed them with the spoils taken from the enemy. Gathering those who did not wish to do so, he addressed them, saying that up to the present he forgave them their offenses; therefore, he permitted them to depart according to their own inclinations, wherever each of them might choose. After this, he strictly threatened that no one should bear hostile arms against them, since, if anyone were caught, he would receive inexorable punishment.