§1.74.1ρεῖς ἐνέβαλλον τοὺς ἔνδον.
……给城内的人们投下了彻底的惊恐和混乱。
Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο· καὶ γὰρ ἦν πρὸς τοῦτο τὸ μέρος εὐφυής· §1.74.2ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν·
不过汉诺在准备工作方面还是足够称职的,因为他在这方面颇有天赋;但一旦率军出征,他就判若两人。
καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς.
因为他无法准确把握时机,在处理整个战局时显得毫无经验且懈怠迟缓。
§1.74.3διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων· εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων· καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκουμένους.
因此,尽管他起初前往尤蒂卡救援被包围者,并以其数量庞大的猛兽(因为他拥有不少于一百头战象)震慑了敌人,且在此之后获得了彻底胜利的契机,却由于应对得如此糟糕,以至于连被包围的人也面临被一同毁灭的危险。
§1.74.4κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλλειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα.
因为他从城里运出了弩炮、投射物,总之包括了所有用于围城的准备物资,并在城前安营扎寨,企图进攻敌人的营垒。
§1.74.5τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας.
当猛兽强行冲入阵营时,敌人无法承受其冲击力和重压,纷纷逃出营地。
§1.74.6καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν τῶν τόπων ἀσφαλείαις.
他们中的许多人被猛兽踩踏致死,而逃生的一部分人则留在一座地势险要且树木茂密的山丘上,依靠地形本身的安全来负隅顽抗。
§1.74.7ὁ δʼ Ἄννων εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγκλίνωσι ποιοῦνται τὴν φυγὴν ἐπὶ δύʼ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις, §1.74.8τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δʼ εἰσελθὼν εἰς τὴν πόλιν ἐγίνετο περὶ τὴν τοῦ σώματος θεραπείαν.
然而,习惯于与努米底亚人和利比亚人作战的汉诺(那些人一旦退却,就会连续逃跑两三天,使自己远离战场),以为此时战争也已经结束,自己已经彻底获胜,于是他忽视了士兵和整个营地的防务,自己则进城去,专注于调养自己的身体。
§1.74.9οἱ δὲ συμπεφευγότες τῶν μισθοφόρων εἰς τὸν λόφον, σύντροφοι μὲν γεγονότες τῆς Βάρκα τόλμης, συνήθεις δʼ ἐκ τῶν κατὰ Σικελίαν ἀγώνων πολλάκις τῆς αὐτῆς ἡμέρας ποτὲ μὲν ὑποχωρεῖν, ποτὲ δὲ πάλιν ἐκ μεταβολῆς ἐγχειρεῖν τοῖς πολεμίοις, §1.74.10καὶ τότε συνιδόντες τὸν μὲν στρατηγὸν ἀπηλλαγμένον εἰς τὴν πόλιν, τοὺς δὲ πολλοὺς διὰ τὸ προτέρημα ῥᾳθυμοῦντας καὶ διαρρέοντας ἐκ τῆς στρατοπεδείας, §1.74.11συστραφέντες ἐπιτίθενται τῷ χάρακι καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν φυγεῖν αἰσχρῶς ὑπὸ τὰ τείχη καὶ τὰς πύλας·
但那些逃到山丘上的雇佣兵,由于曾在巴卡的大胆麾下受过磨炼,并习惯了在西西里战役中,在同一天内时而退却,时而又反转过来袭击敌人的作风,此时他们看到将军已经离去进城,而大多数士兵因获胜而松懈,正从营地中散去,于是他们集结起来,袭击了营垒,杀指了其中的许多人,并迫使其余的人狼狈地逃到城墙和城门下。
§1.74.12ἐκυρίευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πολιορκουμένων παρασκευῆς, ἣν Ἄννων πρὸς τοῖς ἄλλοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς ὑποχείριον.
他们夺取了所有的行囊以及被包围者的整备物资,这些物资是汉诺在其他东西之外从城里运出来,从而使之落入敌人手中的。
§1.74.13οὐ μόνον δὲ περὶ τοῦτον τὸν καιρὸν οὕτως ἀνεστράφη νωθρῶς, ἀλλὰ καὶ μετʼ ὀλίγας ἡμέρας περὶ τὴν καλουμένην Γόρζαν ἀντιστρατοπεδευσάντων αὐτῷ τῶν πολεμίων, λαβὼν καιροὺς δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν δὶς δʼ ἐξ ἐπιθέσεως, §1.74.14ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι.
他不仅在这一次表现得如此懈怠,而且在几天后,在敌人在一座名为戈尔扎的城市附近与他相对安营时,他曾有两次在会战中获胜的机会,两次在奇袭中获胜的机会,况且当时敌人的营地就设在靠近他的地方,但他似乎盲目而毫无道理地把这两次机会都给丢弃了。