§1.69.1ἀμφισβητουμένων.
……有争议的事项。
ὃς παραγενόμενος κατὰ θάλατταν μετὰ τῶν χρημάτων καὶ προσπλεύσας πρὸς τὸν Τύνητα, τὸ μὲν πρῶτον λαμβάνων τοὺς ἡγεμόνας, μετὰ δὲ ταῦτα συναθροίζων κατὰ γένη τοὺς πολλούς,
他携带资金乘船走海路抵达,驶往突尼斯。
§1.69.2ἃ μὲν ἐπετίμα περὶ τῶν γεγονότων, ἃ δὲ διδάσκειν ἐπειρᾶτο περὶ τῶν παρόντων· τὸ δὲ πλεῖον παρεκάλει πρὸς τὸ μέλλον, ἀξιῶν αὐτοὺς εὔνους ὑπάρχειν τοῖς ἐξ ἀρχῆς μισθοδόταις.
起初,他召集了军官,随后又按国籍聚集了大众,他一方面对发生过的事情表示谴责,另一方面试图对现状进行劝导;但更主要的是对未来进行劝告,要求他们对最初的雇主保持好意。
§1.69.3τέλος δʼ ὥρμησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν.
最后,他开始发放积欠的军饷,按国籍进行支付。
§1.69.4ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥωμαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος.
当时有一个坎帕尼亚人,是从罗马人那里逃出来的奴隶,他身体强壮,在战争中具有不顾危险的胆量,名叫斯潘迪乌斯。
§1.69.5οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους.
此人因担心主人会来将他抓回,并按照罗马法律受尽折磨而死,因而敢说敢做任何事,极力想破坏与迦太基人的和解。
§1.69.6ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευμένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς.
与他在一起的还有一个名叫马托斯的老兵,他是一个自由人,但在上述动乱中是最主要的煽动者。
ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς περὶ τὸν Σπένδιον.
因此,他因担心自己也会替其他人受罚,便与斯潘迪乌斯一伙产生了相同的想法。
§1.69.7καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχηδόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ.
他召集利比亚人,向他们指出:发完军饷后,当其他国籍的士兵各回祖国,迦太基人就会把对那些人的愤怒发泄在他们身上,并企图通过惩罚他们来恐吓利比亚的所有人。
§1.69.8ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λόγοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν τὰς δὲ τιμὰς τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συνέτρεχον εὐθέως εἰς ἐκκλησίαν.
众人很快被这些话煽动起来,并因盖斯科虽然发放军饷却推迟支付粮食和马匹的补偿这一微小借口而借题发挥,立刻聚集到大会中。
§1.69.9καὶ τοῦ μὲν Σπενδίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούντων τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις.
斯潘迪乌斯和马托斯对盖斯科和迦太基人进行诽谤和指责,众人倾听并仔细关注他们所说的话。
εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων, §1.69.10οὐδʼ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπέκτεινον.
但如果有任何其他的人走上前来提出劝告,他们甚至不等弄清他是来反对还是支持斯潘迪乌斯一伙的,就立即用石头砸死他。
§1.69.11καὶ πολλοὺς δὴ τῷ τοιούτῳ τρόπῳ κατὰ τὰς συνδρομὰς καὶ τῶν ἡγεμόνων καὶ τῶν ἰδιωτῶν διέφθειρον.
事实上,他们在动乱中以这种方式杀死了许多人,既有军官也有普通士兵。
§1.69.12καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συνίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν.
他们共同理解的唯一词汇就是“砸! ”,因为他们经常这样做。
μάλιστα δὲ τοῦτʼ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ τῶν ἀρίστων συνδράμοιεν.
特别是在午餐后喝醉酒聚集在一起时,他们最常这样做。
§1.69.13διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μηδένα δύνασθαι διαφυγεῖν τῶν ἅπαξ προελθόντων.
因此,一旦有人开始说“砸! ”,就会立即从四面八方同时砸来,速度之快,以至于一旦走上前去的人没有一个能逃脱。
§1.69.14πλὴν οὐδενὸς ἔτι τολμῶντος συμβουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν
由于这个原因,再也没有人敢提出劝告,于是他们任命了自己的