Humanitext Reader

波利比奥斯 · 历史 §1.5.1-1.5.5

记述的起点与罗马人出兵西西里

第 5 段,共 1311 段 · 希腊语

内容简介

探讨将本书的起点设定为罗马人首次从意大利渡海(前往西西里),并阐述了确立这一起点的标准及其重要性。

§1.5.1Ὑποθησόμεθα δὲ ταύτης ἀρχὴν τῆς βύβλου τὴν πρώτην διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων.
我们将本书的起点设定为罗马人首次从意大利渡海。
αὕτη δʼ ἔστιν συνεχὴς μὲν τοῖς ἀφʼ ὧν Τίμαιος ἀπέλιπεν, πίπτει δὲ κατὰ τὴν ἐνάτην καὶ εἰκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα.
这与蒂迈欧停笔处的事件相接,且正值第一百二十九届奥林匹亚运动会。
§1.5.2διὸ καὶ ῥητέον ἂν εἴη πῶς καὶ πότε συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν καὶ τίσιν ἀφορμαῖς μετὰ ταῦτα χρησάμενοι διαβαίνειν ὥρμησαν εἰς Σικελίαν· ταύτῃ γὰρ τῇ γῇ πρῶτον ἐπέβησαν τῶν ἐκτὸς τόπων τῆς Ἰταλίας.
因此,有必要叙述他们是如何以及何时整顿了在意大利境内的事务,并在那之后凭借何种契机着手渡海前往西西里;因为这是他们在意大利以外的土地中,最先涉足的地方。
§1.5.3καὶ ῥητέον αὐτὴν τὴν τῆς διαβάσεως αἰτίαν ψιλῶς, ἵνα μὴ τῆς αἰτίας αἰτίαν ἐπιζητούσης ἀνυπόστατος ἡ τῆς ὅλης ὑποθέσεως ἀρχὴ γένηται καὶ θεωρία.
而且我们必须单纯地阐明这次渡海的原因本身,以免由于原因不断追溯原因,而使我们整个主题的起点和考量变得虚浮无据。
§1.5.4ληπτέον δὲ καὶ τοῖς καιροῖς ὁμολογουμένην καὶ γνωριζομένην ἀρχὴν παρʼ ἅπασι καὶ τοῖς πράγμασι δυναμένην αὐτὴν ἐξ αὑτῆς θεωρεῖσθαι, κἂν δέῃ τοῖς χρόνοις βραχὺ προσαναδραμόντας κεφαλαιώδη τῶν μεταξὺ πράξεων ποιήσασθαι τὴν ἀνάμνησιν.
我们也必须采用一个在时间上为大家所公认且熟知的起点,且在事件本身上能够自成一体地进行考察,哪怕我们必须在时间上稍作追溯,对期间的各种行径作一个扼要的回顾。
§1.5.5τῆς γὰρ ἀρχῆς ἀγνοουμένης ἢ καὶ νὴ Δίʼ ἀμφισβητουμένης οὐδὲ τῶν ἑξῆς οὐδὲν οἷόν τε παραδοχῆς ἀξιωθῆναι καὶ πίστεως· ὅταν δʼ ἡ περὶ ταύτης ὁμολογουμένη παρασκευασθῇ δόξα, τότʼ ἤδη καὶ πᾶς ὁ συνεχὴς λόγος ἀποδοχῆς τυγχάνει παρὰ τοῖς ἀκούουσιν.
因为,如果起点不为人知,或者——凭宙斯起誓! ——存有争议,那么随后的任何事情都无法获得认可和信任;但当关于此点的公认看法确立时,那时起,整个连续的论述也就自然会在听众中获得接受。

词汇与语法注释

  1. §1.5.1ἀρχὴν — ἀρχήν 作为句子直接宾语 τὴν πρώτην διάβασιν 的谓语宾格,意思是“我们将(渡海)设定为起点”。
  2. §1.5.1τοῖς ἀφʼ ὧν — 带有先行词省略的关系从句。τοῖς 是指示代名词(与格,指代“事物”),而 ἀφ' 误 是 ἀπὸ ἐκείνων ἃ...(从蒂迈欧停笔的起点开始)的缩约或吸引。
  3. §1.5.2ῥητέον ἂν εἴη — 动形容词 ῥητέον(无人称句,表必须)与 碗 测η(带 ἄν 的现在希求法)连用,表示潜在可能性或温和的主张(“应当予以叙述”)。
  4. §1.5.3τῆς αἰτίας αἰτίαν ἐπιζητούσης — 独立属格结构(genitive absolute),意为“当原因寻找(另一个)原因时”,在此处指代对因果关系无限后退的担忧。
  5. §1.5.4προσαναδραμόντας — 过去时主动分词阳性复数宾格,与不定式 ποιήσασθαι 的未表达的主语(指代作者的宾格 ἡμᾶς 的省略)相一致。

引用这一段

波利比奥斯, 历史 §1.5.1-1.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.5.1-1.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。