Humanitext Reader

波利比奥斯 · 历史 §1.55.1-1.55.10

尤尼乌斯奇袭并占领埃里克斯山

第 55 段,共 1311 段 · 希腊语

内容简介

在罗马人因海难彻底失去制海权的同时,将领尤尼乌斯通过奇袭占领了埃里克斯要隘,并控制了山顶的阿佛洛狄忒神庙和城镇以巩固防御。

§1.55.1τούτου δὲ συμβάντος τὰ μὲν τῶν Καρχηδονίων αὖθις ἀνέκυψε καὶ πάλιν ἐπιρρεπεστέρας εἶχε τὰς ἐλπίδας,
此事发生后,迦太基人的气势再次复苏,他们的希望也再度高涨。
§1.55.2οἱ δὲ Ῥωμαῖοι πρότερον μὲν ἐπὶ ποσὸν ἠτυχηκότες τότε δʼ ὁλοσχερῶς ἐκ μὲν τῆς θαλάττης ἐξέβησαν, τῶν δʼ ὑπαίθρων ἐπεκράτουν· Καρχηδόνιοι δὲ τῆς μὲν θαλάττης ἐκυρίευον, τῆς δὲ γῆς οὐχ ὅλως ἀπήλπιζον.
罗马人此前已遭遇了一定程度的不幸,而此时则完全退出了海上,仅控制着陆地;迦太基人则主宰着海洋,同时对陆地也并未完全放弃希望。
§1.55.3μετὰ δὲ ταῦτα πάντες ἐπὶ μὲν τοῖς ὅλοις ἐσχετλίαζον, οἵ τʼ ἐν τῇ Ῥώμῃ καὶ τὰ περὶ τὸ Λιλύβαιον στρατόπεδα, διὰ τὰ προειρημένα συμπτώματα·
此后,由于上述种种灾难,无论是在罗马城内还是在利利贝乌姆周围的营地里,众人皆对整体局势感到极度沮丧。
§1.55.4τῆς γε μὴν προθέσεως οὐκ ἀφίσταντο τῆς κατὰ τὴν πολιορκίαν, ἀλλʼ οἱ μὲν ἐχορήγουν κατὰ γῆν ἀπροφασίστως, οἱ δὲ προσεκαρτέρουν ταύτῃ κατὰ τὸ δυνατόν.
然而,他们并未放弃包围的计划,而是一方通过陆路毫无借口地予以物资源源不断的供应,另一方则尽最大努力坚守在此。
§1.55.5ὁ δʼ Ἰούνιος ἀνακομισθεὶς ἐπὶ τὸ στρατόπεδον ἐκ τῆς ναυαγίας καὶ περιπαθὴς ὤν, ἐγένετο πρὸς τὸ καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων, σπουδάζων ἀναμαχέσασθαι τὴν γεγενημένην περιπέτειαν.
至于尤尼乌斯,他在遭遇海难后返回军营,内心十分痛苦,但他渴望挽回已发生的厄运,于是专心于采取一些革新且必要的行动。
§1.55.6διὸ καὶ βραχείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής.
因此,当一个微小的机会降临时,他通过奇袭占领了埃里克斯山,并控制了阿佛洛狄忒神庙和城镇。
§1.55.7ὁ δʼ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δʼ ὅμορον καὶ συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς Αἴτνης.
埃里克斯是西西里沿海的一座山,位于面向意大利的一侧,介于德雷帕纳和巴诺穆斯之间,或者说更邻近并接壤于德雷帕纳;在高度上,它远远超过了除埃特纳之外的西西里所有其他山脉。
§1.55.8τούτου δʼ ἐπʼ αὐτῆς μὲν τῆς κορυφῆς, οὔσης ἐπιπέδου, κεῖται τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν, ὅπερ ὁμολογουμένως ἐπιφανέστατόν ἐστι τῷ τε πλούτῳ καὶ τῇ λοιπῇ προστασίᾳ τῶν κατὰ τὴν Σικελίαν ἱερῶν·
在该山平坦的顶峰之上,坐落着埃里克斯的阿佛洛狄忒神庙,公认在财富和其它的威望上,它是西西里所有神庙中最负盛名的一座。
§1.55.9ἡ δὲ πόλις ὑπʼ αὐτὴν τὴν κορυφὴν τέτακται, πάνυ μακρὰν ἔχουσα καὶ προσάντη πανταχόθεν τὴν ἀνάβασιν.
城镇则建在紧挨着顶峰的下方,从各侧上山的道路都极其漫长而险峻。
§1.55.10ἐπί τε δὴ τὴν κορυφὴν ἐπιστήσας φυλακήν, ὁμοίως δὲ καὶ τὴν ἀπὸ Δρεπάνων πρόσβασιν ἐτήρει φιλοτίμως ἀμφοτέρους τοὺς τόπους καὶ μᾶλλον ἔτι τὸν τῆς ἀναβολῆς, πεπεισμένος οὕτως καὶ τὴν πόλιν ἀσφαλῶς καὶ τὸ σύμπαν ὄρος ὑφʼ αὑτὸν ἕξειν.
于是,他在顶峰部署了守备队,同样也密切注视着来自德雷帕纳的接近通路,严密地防守着这两处地方,尤其是上山的通道,因为他确信通过这种方式,自己就能牢牢地控制住城镇以及整座山脉。

词汇与语法注释

  1. §1.55.5ἐγένετο πρὸς τὸ καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων — “γίγνεσθαι πρὸς τῷ/τὸ ...” 这一惯用表达意为“专心于”、“致力于”或“着手进行”某事。此处表示在舰队遭遇海难后,尤尼乌斯并未陷入绝望,而是迅速着手采取必要的、开拓性的行动。
  2. §1.55.10τὸν τῆς ἀναβολῆς — 此处名词“ἀναβολή”并非指“延迟”或“土堤”,而是指“(通往山上的)登山口”或“上山通路”。它与前文的“Δρεπάνων πρόσβασιν”(自德雷帕纳方向的上山通路)以及对埃里克斯山险峻地形的描述(§1.55.9)呼应,指防御上最关键的“上山入口”。

引用这一段

波利比奥斯, 历史 §1.55.1-1.55.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.55.1-1.55.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。