§1.55.1τούτου δὲ συμβάντος τὰ μὲν τῶν Καρχηδονίων αὖθις ἀνέκυψε καὶ πάλιν ἐπιρρεπεστέρας εἶχε τὰς ἐλπίδας, §1.55.2οἱ δὲ Ῥωμαῖοι πρότερον μὲν ἐπὶ ποσὸν ἠτυχηκότες τότε δʼ ὁλοσχερῶς ἐκ μὲν τῆς θαλάττης ἐξέβησαν, τῶν δʼ ὑπαίθρων ἐπεκράτουν· Καρχηδόνιοι δὲ τῆς μὲν θαλάττης ἐκυρίευον, τῆς δὲ γῆς οὐχ ὅλως ἀπήλπιζον. §1.55.3μετὰ δὲ ταῦτα πάντες ἐπὶ μὲν τοῖς ὅλοις ἐσχετλίαζον, οἵ τʼ ἐν τῇ Ῥώμῃ καὶ τὰ περὶ τὸ Λιλύβαιον στρατόπεδα, διὰ τὰ προειρημένα συμπτώματα· §1.55.4τῆς γε μὴν προθέσεως οὐκ ἀφίσταντο τῆς κατὰ τὴν πολιορκίαν, ἀλλʼ οἱ μὲν ἐχορήγουν κατὰ γῆν ἀπροφασίστως, οἱ δὲ προσεκαρτέρουν ταύτῃ κατὰ τὸ δυνατόν. §1.55.5ὁ δʼ Ἰούνιος ἀνακομισθεὶς ἐπὶ τὸ στρατόπεδον ἐκ τῆς ναυαγίας καὶ περιπαθὴς ὤν, ἐγένετο πρὸς τὸ καινοτομῆσαί τι καὶ πρᾶξαι τῶν δεόντων, σπουδάζων ἀναμαχέσασθαι τὴν γεγενημένην περιπέτειαν. §1.55.6διὸ καὶ βραχείας αὐτῷ παραπεσούσης ἀφορμῆς, καταλαμβάνει πραξικοπήσας τὸν Ἔρυκα καὶ γίνεται τοῦ τε τῆς Ἀφροδίτης ἱεροῦ καὶ τῆς πόλεως ἐγκρατής. §1.55.7ὁ δʼ Ἔρυξ ἔστι μὲν ὄρος παρὰ θάλατταν τῆς Σικελίας ἐν τῇ παρὰ τὴν Ἰταλίαν κειμένῃ πλευρᾷ μεταξὺ Δρεπάνων καὶ Πανόρμου, μᾶλλον δʼ ὅμορον καὶ συνάπτον πρὸς τὰ Δρέπανα, μεγέθει δὲ παρὰ πολὺ διαφέρον τῶν κατὰ τὴν Σικελίαν ὀρῶν πλὴν τῆς Αἴτνης. §1.55.8τούτου δʼ ἐπʼ αὐτῆς μὲν τῆς κορυφῆς, οὔσης ἐπιπέδου, κεῖται τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν, ὅπερ ὁμολογουμένως ἐπιφανέστατόν ἐστι τῷ τε πλούτῳ καὶ τῇ λοιπῇ προστασίᾳ τῶν κατὰ τὴν Σικελίαν ἱερῶν· §1.55.9ἡ δὲ πόλις ὑπʼ αὐτὴν τὴν κορυφὴν τέτακται, πάνυ μακρὰν ἔχουσα καὶ προσάντη πανταχόθεν τὴν ἀνάβασιν. §1.55.10ἐπί τε δὴ τὴν κορυφὴν ἐπιστήσας φυλακήν, ὁμοίως δὲ καὶ τὴν ἀπὸ Δρεπάνων πρόσβασιν ἐτήρει φιλοτίμως ἀμφοτέρους τοὺς τόπους καὶ μᾶλλον ἔτι τὸν τῆς ἀναβολῆς, πεπεισμένος οὕτως καὶ τὴν πόλιν ἀσφαλῶς καὶ τὸ σύμπαν ὄρος ὑφʼ αὑτὸν ἕξειν.
On this taking place, the fortunes of the Carthaginians revived again, and their hopes once more rose higher. The Romans, who had previously been met with a certain amount of ill fortune, had now completely abandoned the sea, though they remained masters of the open country; while the Carthaginians were lords of the sea, and did not altogether despair of the land. After this, everyone, both in Rome and in the camps around Lilybaeum, was in deep distress over the general state of affairs, owing to the aforementioned disasters. Nevertheless, they did not desist from their purpose regarding the siege; rather, those at home continued to supply them by land without hesitation, while those in the field persevered in it to the best of their ability. Junius, having returned to the camp from the shipwreck, and being in deep distress, applied himself to taking some innovative and necessary measures, being anxious to repair the disaster that had occurred. Consequently, upon a slight opportunity presenting itself to him, he captured Eryx by a surprise coup, and made himself master of both the temple of Aphrodite and the city. Eryx is a mountain on the coast of Sicily, on the side facing Italy, situated between Drepana and Panormus, or rather bordering on and adjacent to Drepana; in height it far surpasses all the mountains of Sicily except Aetna. Upon its very summit, which is a flat plateau, stands the temple of Venus of Eryx, which is confessedly the most famous of all the Sicilian temples for its wealth and general splendor. The city is situated just below the summit, having a very long and steep ascent from every side. Having posted a guard upon the summit, and likewise keeping watch over the approach from Drepana, he guarded both places with vigilance, and still more so the road of ascent, being convinced that in this way he would keep both the city and the whole mountain securely under his power.