Humanitext Reader

波利比奥斯 · 历史 §1.4.1-1.4.11

通史的必要性及其对局部历史的优越性

第 4 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯指出,正如命运将世界事务导向单一的目标(即罗马的霸权),历史学家也必须通过通史将其统一呈现在读者面前。他以生物躯体为喻,说明仅凭局部历史无法把握世界全貌,唯有通史才能带来真正的益处与乐趣。

§1.4.1ίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.
[并到达了]对整个世界的统治和霸权。
τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον καὶ τὸ θαυμάσιον τῶν καθʼ ἡμᾶς καιρῶν τοῦτʼ ἔστιν ὅτι, καθάπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκουμένης πράγματα πρὸς ἓν ἔκλινε μέρος καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν, οὕτως καὶ δεῖ διὰ τῆς ἱστορίας ὑπὸ μίαν σύνοψιν ἀγαγεῖν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέχρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν.
因为,我们著作的独特特征以及我们时代的惊异之处就在于:正如命运将已知世界的几乎所有事务都倾注于一个方向,并迫使它们全部指向同一个目标,同样,我们也必须通过历史,为读者将命运在完成世界整体事务中所采用的支配,带入一个统一的视野之中。
§1.4.2καὶ γὰρ τὸ προκαλεσάμενον ἡμᾶς καὶ παρορμῆσαν πρὸς τὴν ἐπιβολὴν τῆς ἱστορίας μάλιστα τοῦτο γέγονεν, σὺν δὲ τούτῳ καὶ τὸ μηδένα τῶν καθʼ ἡμᾶς ἐπιβεβλῆσθαι τῇ τῶν καθόλου πραγμάτων συντάξει· πολὺ γὰρ ἂν ἧττον ἔγωγε πρὸς τοῦτο τὸ μέρος ἐφιλοτιμήθην.
事实上,召集并促使我们着手撰写这部历史的首要原因正是这一点,此外还有我们的同代人中没有任何人着手对整体事务进行系统编纂这一事实;否则,我自己在这方面的进取心将会小得多。
§1.4.3νῦν δʼ ὁρῶν τοὺς μὲν κατὰ μέρος πολέμους καί τινας τῶν ἅμα τούτοις πράξεων καὶ πλείους πραγματευομένους, τὴν δὲ καθόλου καὶ συλλήβδην οἰκονομίαν τῶν γεγονότων πότε καὶ πόθεν ὡρμήθη καὶ πῶς ἔσχε τὴν συντέλειαν, ταύτην οὐδʼ ἐπιβαλόμενον οὐδένα βασανίζειν, ὅσον γε καὶ ἡμᾶς εἰδέναι, §1.4.4παντελῶς ὑπέλαβον ἀναγκαῖον εἶναι τὸ μὴ παραλιπεῖν μηδʼ ἐᾶσαι παρελθεῖν ἀνεπιστάτως τὸ κάλλιστον ἅμα δʼ ὠφελιμώτατον ἐπιτήδευμα τῆς τύχης.
但在目前情况下,我看到虽然有许多人探讨局部战争以及与之相随的一些事务,但对于已发生事件的整体和综合的规划,即它是何时、从何处开始,又是如何达成其终结的,据我所知,甚至没有任何人着手予以考证,我便认为完全有必要不予遗漏,也不容无视地放过命运这一最美好且最有利的作为。
§1.4.5πολλὰ γὰρ αὕτη καινοποιοῦσα καὶ συνεχῶς ἐναγωνιζομένη τοῖς τῶν ἀνθρώπων βίοις οὐδέπω τοιόνδʼ ἁπλῶς οὔτʼ εἰργάσατʼ ἔργον οὔτʼ ἠγωνίσατʼ ἀγώνισμα, οἷον τὸ καθʼ ἡμᾶς.
因为,尽管命运创造了许多新事物,并且在人类的生活中不断角力,但她还从未创造过像我们时代这样单纯而伟大的事业,也从未进行过如此惊人的角逐。
§1.4.6ὅπερ ἐκ μὲν τῶν κατὰ μέρος γραφόντων τὰς ἱστορίας οὐχ οἷόν τε συνιδεῖν, εἰ μὴ καὶ τὰς ἐπιφανεστάτας πόλεις τις κατὰ μίαν ἑκάστην ἐπελθὼν ἢ καὶ νὴ Δία γεγραμμένας χωρὶς ἀλλήλων θεασάμενος εὐθέως ὑπολαμβάνει κατανενοηκέναι καὶ τὸ τῆς ὅλης οἰκουμένης σχῆμα καὶ τὴν σύμπασαν αὐτῆς θέσιν καὶ τάξιν· ὅπερ ἐστὶν οὐδαμῶς εἰκός.
而这一点,是从那些撰写局部历史的人那里无法领悟到的,除非有人以为只要逐一拜访那些最显赫的城市,或者——凭宙斯起誓! ——只看着它们彼此孤立的描绘,就立刻能理解整个世界的轮廓及其全部的地理和秩序,但这显然是绝不可能的。
§1.4.7καθόλου μὲν γὰρ ἔμοιγε δοκοῦσιν οἱ πεπεισμένοι διὰ τῆς κατὰ μέρος ἱστορίας μετρίως συνόψεσθαι τὰ ὅλα παραπλήσιόν τι πάσχειν, ὡς ἂν εἴ τινες ἐμψύχου καὶ καλοῦ σώματος γεγονότος διερριμμένα τὰ μέρη θεώμενοι νομίζοιεν ἱκανῶς αὐτόπται γίνεσθαι τῆς ἐνεργείας αὐτοῦ τοῦ ζῴου καὶ καλλονῆς.
因为总的来说,那些确信通过局部历史就能适度总览全局的人,在我看来,就像是那些看到一个曾经活着且美丽的身体被拆散的部位,就认为自己已经充分目睹了该生物本身的生命力和美感的人一样。
§1.4.8εἰ γάρ τις αὐτίκα μάλα συνθεὶς καὶ τέλειον αὖθις ἀπεργασάμενος τὸ ζῷον τῷ τʼ εἴδει καὶ τῇ τῆς ψυχῆς εὐπρεπείᾳ κἄπειτα πάλιν ἐπιδεικνύοι τοῖς αὐτοῖς ἐκείνοις, ταχέως ἂν οἶμαι πάντας αὐτοὺς ὁμολογήσειν διότι καὶ λίαν πολύ τι τῆς ἀληθείας ἀπελείποντο πρόσθεν καὶ παραπλήσιοι τοῖς ὀνειρώττουσιν ἦσαν.
因为,如果有人立刻将这个生物重新拼合起来,使其在形态和灵魂的美感上再次变得完整,然后再次向那同一个群体展示,我相信他们所有人都会很快承认,自己之前距离真相极其遥远,就像是在做梦一样。
§1.4.9ἔννοιαν μὲν γὰρ λαβεῖν ἀπὸ μέρους τῶν ὅλων δυνατόν, ἐπιστήμην δὲ καὶ γνώμην ἀτρεκῆ σχεῖν ἀδύνατον.
因为,从局部获得关于整体的概念是可能的,但要获得确切的知识和明确的判断则是不可行的。
§1.4.10διὸ παντελῶς βραχύ τι νομιστέον συμβάλλεσθαι τὴν κατὰ μέρος ἱστορίαν πρὸς τὴν τῶν ὅλων ἐμπειρίαν καὶ πίστιν.
因此,应当认为局部历史对于整体的经验和确信的贡献是极其微小的。
§1.4.11ἐκ μέντοι γε τῆς ἁπάντων πρὸς ἄλληλα συμπλοκῆς καὶ παραθέσεως, ἔτι δʼ ὁμοιότητος καὶ διαφορᾶς, μόνως ἄν τις ἐφίκοιτο καὶ δυνηθείη κατοπτεύσας ἅμα καὶ τὸ χρήσιμον καὶ τὸ τερπνὸν ἐκ τῆς ἱστορίας ἀναλαβεῖν.
然而,唯有通过所有事件相互之间的交织和对比,以及相似点和相异点,人们才能在进行通盘考察的同时达到目的,并能够从历史中汲取有用且令人愉悦的教益。

词汇与语法注释

  1. 1.4.1ίκοντο — 与前一个分块(§1.3.10)末尾的前置词 `ἐξ` 相结合,构成复合动词 `ἐξικνέομαι` 的第三人称复数不定过去时直陈语气中动态 `ἐξίκοντο`。此词完成了前一句中的 `ὅτι` 从句(即“他们……”)。
  2. 1.4.1τοῦτʼ ἔστιν ὅτι — 指示代词 `τοῦτο` 指代句首的主语 `τὸ ... ἴδιον καὶ τὸ θαυμάσιον`,其后的整个 `ὅτι` 从句作为同位语从句解释其具体内容。`ὅτι` 从句内部由 `καθάπερ`(正如)与 `οὕτως`(同样)构成关联结构,全句的核心句法结构为:“正如命运将事件倾注于一处,同样我们也必须通过历史将这种支配带入统一的视野中(`δεῖ ... ἀγαγεῖν`)”。
  3. 1.4.3νῦν δʼ ὁρῶν — 由分词 `ὁρῶν`(看到)开始的长句修饰 §1.4.4 中的主动词 `ὑπέλαβον`(我以为)。`ὁρῶν` 的宾语具有非对称结构:一方面(`μὲν`)采用“宾格+分词”结构(`τοὺς ... πολέμους ... πραγματευομένους`),另一方面(`δὲ`)则采用“宾格+不定式”结构(`τὴν ... οἰκονομίαν ... οὐδένα βασανίζειν`)。
  4. 1.4.7ὡς ἂν εἴ — 表示假设比喻的惯用表达(“仿佛,就像……一样”)。助词 `ἂν` 与后文的希求语气动词 `νομίζοιεν` 相关联,使带有条件从句 `εἴ τινες ... θεώμενοι`(如果有人注视着零散的身体部位)的整个句子带上了潜在或虚拟的语气。

引用这一段

波利比奥斯, 历史 §1.4.1-1.4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.4.1-1.4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。