Humanitext Reader

波利比奥斯 · 历史 §1.49.1-1.49.12

克劳狄乌斯夜袭德雷帕纳与阿塔尔巴斯的迎击

第 49 段,共 1311 段 · 希腊语

内容简介

得知莉莉贝乌姆的惨重损失后,罗马向西西里派出援军。执政官普布利乌斯·克劳狄乌斯决定对德雷帕纳发动夜间突袭,但迦太基将军阿塔尔巴斯迅速察觉敌情,鼓舞部下并率军出港迎击。

§1.49.1εἰς δὲ τὴν Ῥώμην προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων διότι συμβαίνει τῶν ἀπὸ τοῦ στόλου πληρωμάτων τὸ πλεῖστον μέρος ἔν τε τοῖς ἔργοις καὶ τῇ καθόλου πολιορκίᾳ διεφθάρθαι, §1.49.2σπουδῇ κατέγραφον ναύτας καὶ συναθροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν.
当这些消息传到罗马,此后又有更多人报告说,舰队的大部分船员在攻城作业和整个围城战中已经丧生,他们急忙征募水手,聚集了大约一万人,派往西西里。
§1.49.3ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ παραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους ὁ στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα παντὶ τῷ στόλῳ.
当这些人渡过海峡并陆路抵达营地时,罗马执政官普布利乌斯·克劳狄乌斯召集了军事看守(千人队长),说现在正是率领全军舰出航前往德雷帕纳的时候。
§1.49.4τὸν γὰρ στρατηγὸν τῶν Καρχηδονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπʼ αὐτῶν ἀπαράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενημένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν.
因为他说,负责驻守那里的迦太基将军阿塔尔巴斯对即将发生的事情毫无防备,由于他既不知道新船员的到来,又确信罗马舰队因在围城战中损失惨重而无法航行。
προχείρως δʼ αὐτῶν συγκατατιθεμένων, §1.49.5εὐθέως ἐνεβίβαζε τά τε προϋπάρχοντα καὶ τὰ προσφάτως παραγεγονότα πληρώματα, τοὺς δʼ ἐπιβάτας ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους, ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δʼ ὠφελείας ἑτοίμου προφαινομένης.
当他们欣然同意时,他立即让原有的和新抵达的船员登船,并从全军中挑选了最优秀的志愿兵作为陆战队员,因为航程很近,而且战利品看来唾手得多。
§1.49.6ταῦτα δὲ παρασκευασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους.
做好这些准备后,他于半夜时分出航,未被敌人发现。
καὶ τὰς μὲν ἀρχὰς ἅθρους ἔπλει, δεξιὰν ἔχων τὴν γῆν.
起初,他们保持紧密队形航行,将陆地留在右侧。
§1.49.7ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρβας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον· §1.49.8ταχὺ δʼ ἐν αὑτῷ γενόμενος καὶ νοήσας τὸν ἐπίπλουν τῶν ὑπεναντίων ἔκρινε παντὸς ἔργου πεῖραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πολιορκίαν.
黎明时分,当先头船只在德雷帕纳显露身影时,阿塔尔巴斯见状,起初因出乎意料而感到惊异;但他迅速恢复镇定,并意识到了敌人的来袭,他决定尝试一切手段并承受一切,以免让自己被困在显而易见的围困之中。
§1.49.9διόπερ εὐθέως τὰ μὲν πληρώματα συνῆγε πρὸς τὸν αἰγιαλόν, τοὺς δʼ ἐκ τῆς πόλεως μισθοφόρους ἥθροιζε μετὰ κηρύγματος.
因此,他立即将船员聚集到岸边,并派传令官召集城里的雇佣兵。
§1.49.10τῶν δὲ συλλεχθέντων, ἐπεβάλετο διὰ βραχέων εἰς ἔννοιαν αὐτοὺς ἄγειν τῆς τε τοῦ νικᾶν ἐλπίδος, ἐὰν τολμήσωσι ναυμαχεῖν, καὶ τῆς ἐν τῇ πολιορκίᾳ δυσχρηστίας, ἐὰν καταμελλήσωσι προϊδόμενοι τὸν κίνδυνον.
当众人聚集起来后,他试图用简短的话语,让他们意识到:如果他们敢于进行海战,就有胜利的希望;如果他们在预见危险时迟疑退缩,就会面临被围困的艰难处境。
§1.49.11ἑτοίμως δʼ αὐτῶν παρορμηθέντων πρὸς τὴν ναυμαχίαν καὶ βοώντων ἄγειν καὶ μὴ μέλλειν, ἐπαινέσας καὶ δεξάμενος τὴν ὁρμὴν παρήγγειλε κατὰ τάχος ἐμβαίνειν καὶ βλέποντας πρὸς τὴν αὑτοῦ ναῦν ἕπεσθαι ταύτῃ κατὰ πρύμναν.
当他们欣然受到鼓舞并高呼出击、不要拖延时,他赞赏并接受了这一热情,命令他们迅速登船,并注视着他的船只,紧随其后。
§1.49.12διασαφήσας δὲ τὰ προειρημένα κατὰ σπουδὴν πρῶτος ἐποιεῖτο τὸν ἀνάπλουν, ὑπʼ αὐτὰς τὰς πέτρας ἐπὶ θάτερα μέρη τοῦ λιμένος ἐξάγων τοῦ τῶν πολεμίων εἴς
说明了上述指令后,他急忙率先出航,带领船队紧贴着港口另一侧的岩石下方,朝着敌人的进入方向……

词汇与语法注释

  1. §1.49.1προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων — 由 καί 连接两个连续的属格绝对(genitive absolute)结构,为句中的主动词 κατέγραφον 提供原因或背景(“当这些消息传到……且此后又有更多人报告说……”)。
  2. §1.49.4τὸν γὰρ στρατηγὸν ... ἀπαράσκευον εἶναι — 此为间接引语中的“对格+不定式”结构,承接前节 §1.49.3 的动词 ἔφη。分词 ἀγνοοῦντα 和 πεπεισμένον 在性、数、格上与对格主语 τὸν ... στρατηγὸν Ἀτάρβαν 保持一致。
  3. §1.49.5ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δʼ ὠφελείας ἑτοίμου προφαινομένης — 连词 ἅτε(在此为 ἅτε δή)引导属格绝对结构,表示基于客观事实的原因(“因为航程很近,且战利品……”)。两个原因通过 μέν... δέ 进行对照。
  4. §1.49.8χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πολιορκίαν — 后置介词 χάριν 支配带冠词的不定式 τοῦ μὴ περιιδεῖν(带否定词 μὴ),表示目的(“为了不让自己被……”)。动词 περιιδεῖν(περιοράω 的不定过去时,意为“坐视、容忍”)接对格宾语 σφᾶς 及其补充性分词 συγκλεισθέντας,构成“坐视自己被围困”之意。

引用这一段

波利比奥斯, 历史 §1.49.1-1.49.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.49.1-1.49.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。