§1.50.1πλου.
航。
Πόπλιος δʼ ὁ τῶν Ῥωμαίων στρατηγὸς θεωρῶν τοὺς μὲν πολεμίους παρὰ τὴν αὑτοῦ δόξαν οὔτʼ εἴκοντας οὔτε καταπεπληγμένους τὸν ἐπίπλουν ἀλλὰ πρὸς τῷ ναυμαχεῖν ὄντας, §1.50.2τῶν δὲ σφετέρων νεῶν τὰς μὲν ἐντὸς ἤδη τοῦ λιμένος οὔσας τὰς δʼ ἐν αὐτῷ τῷ στόματι, τὰς δὲ φερομένας ἐπὶ τὸν εἴσπλουν, πάσαις ἀναστρέφειν παρήγγειλε καὶ ποιεῖσθαι τὸν πλοῦν ἔξω πάλιν.
罗马将军普布利乌斯看到敌人出乎他的意料,既未退缩也未因他的来袭而惊慌,反而在做海战准备,而他自己的船只中,有的已在港口内,有的正处于入口处,有的则正向入口驶去,于是他命令所有的船只掉头,再次向外航行。
§1.50.3ἔνθα δὴ τῶν μὲν ἐν τῷ λιμένι τῶν δὲ κατὰ τὸν εἴσπλουν ἐκ τῆς μεταβολῆς συμπιπτουσῶν, οὐ μόνον θόρυβος ἦν ἐκ τῶν ἀνδρῶν ἄπλετος, ἀλλὰ καὶ τοὺς ταρσοὺς ἐθραύονθʼ αἱ νῆες ἀλλήλαις συγκρούουσαι.
此时,由于改变航向,港内的船只与入口处的船只相互碰撞,不仅在士兵中引起了极大的混乱,而且船只彼此相撞,折断了桨叶。
§1.50.4ὅμως δʼ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρʼ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους τοῖς πολεμίοις.
然而,船长们不断将退回的船只沿着陆地排开,迅速使它们船头迎向敌人。
§1.50.5ὁ δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δʼ ἐπιστρέψας κατʼ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν.
普布利乌斯本人起初是在整个舰队的最后方航行,此时他在航行中转向外海,占据了全军左翼的位置。
§1.50.6Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους·
与此同时,阿塔尔巴斯率领五艘随行船只绕过了敌人的左翼,从外海一侧使自己的船头迎向敌人。
§1.50.7ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ τῶν ὑπηρετῶν,
同时,他通过随从命令那些不断驶来并加入战斗的船只也这样做。
§1.50.8καταστάντων δὲ πάντων εἰς μέτωπον σημήνας διὰ τῶν συνθημάτων τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ λιμένος ἀνατρεχούσας ναῦς.
当所有船只排成横队时,他通过信号发出指示,起初保持着整齐的队形向前推进,而罗马人则留在陆地附近,以等待那些从港口中退回的船只。
§1.50.9ἐξ οὗ συνέβαινε μεγάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ
因此,罗马人在紧贴陆地的地方陷入了极大的劣势。