Humanitext Reader

波利比奥斯 · 历史 §1.48.1-1.48.11

罗马攻城兵器被焚毁与围城转为长期封锁

第 48 段,共 1311 段 · 希腊语

内容简介

希腊雇佣兵利用强风发起火攻,彻底摧毁了罗马人的攻城器械。罗马人被迫放弃强攻,转而采取长期的围困战术。

§1.48.1τῶν δὲ πολιορκουμένων ταῖς μὲν ἀντοικοδομίαις ἐνεργῶς χρωμένων, τοῦ δὲ λυμαίνεσθαι καὶ διαφθείρειν τὰς τῶν ὑπεναντίων παρασκευὰς ἀπεγνωκότων,
另一方面,被围困者虽然积极修筑对抗墙,但已经放弃了破坏或摧毁敌方攻城设施的希望。
§1.48.2γίνεταί τις ἀνέμου στάσις ἔχουσα τηλικαύτην βίαν καὶ φορὰν εἰς αὐτὰς τὰς τῶν μηχανημάτων προσαγωγὰς ὥστε καὶ τὰς στοὰς διασαλεύειν καὶ τοὺς προκειμένους τούτων πύργους τῇ βίᾳ βαστάζειν.
这时,狂风大作,其猛烈势头直冲攻城器械推进的地点,甚至震动了遮护棚,并以其威力掀动了前方的攻城塔。
§1.48.3ἐν ᾧ καιρῷ συννοήσαντές τινες τῶν Ἑλληνικῶν μισθοφόρων τὴν ἐπιτηδειότητα τῆς περιστάσεως πρὸς τὴν τῶν ἔργων διαφθορὰν προσφέρουσι τῷ στρατηγῷ τὴν ἐπίνοιαν.
在此关头,一些希腊雇佣兵意识到这一形势非常有利于摧毁攻城设施,便向将军提出了这个计划。
§1.48.4τοῦ δὲ δεξαμένου καὶ ταχέως ἑτοιμάσαντος πᾶν τὸ πρὸς τὴν χρείαν ἁρμόζον, συστραφέντες οἱ νεανίσκοι κατὰ τριττοὺς τόπους ἐνέβαλον πῦρ τοῖς ἔργοις.
将军采纳了建议,并迅速准备好了一切所需之物,随后这些青年分成三路集结,向攻城设施放火。
§1.48.5ὡς δʼ ἂν τῶν μὲν κατασκευασμάτων διὰ τὸν χρόνον εὖ παρεσκευασμένων πρὸς τὸ ῥᾳδίως ἐμπρησθῆναι, τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης κατʼ αὐτῶν τῶν πύργων καὶ μηχανημάτων, τὴν μὲν νομὴν τοῦ πυρὸς ἐνεργὸν συνέβαινε γίνεσθαι καὶ πρακτικήν, τὴν δʼ ἐπάρκειαν καὶ βοήθειαν τοῖς Ῥωμαίοις εἰς τέλος ἄπρακτον καὶ δυσχερῆ.
由于这些构造物历时已久,极易被点燃,且狂风正对着攻城塔和器械猛吹,因此火势蔓延迅速且十分有效,而罗马人救援和灭火的尝试最终完全无济于事且困难重重。
§1.48.6τοιαύτην γὰρ ἔκπληξιν παρίστα τὸ συμβαῖνον τοῖς βοηθοῦσιν ὥστε μήτε συννοῆσαι μήτε συνιδεῖν δύνασθαι τὸ γινόμενον, ἀλλʼ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι καὶ πίπτειν, μὴ δυναμένους ἐγγίσαι πρὸς αὐτὴν τὴν τοῦ πυρὸς βοήθειαν.
因为这一突发事件给前来救援的人带来了极大的恐慌,以至于他们既无法理解也无法看清所发生的事情;反而被迎面飞来的煤烟和火星、以及浓密的烟雾遮挡了视线,不少人因无法靠近火场进行扑救而丧命或倒下。
§1.48.7ὅσῳ δὲ μείζω συνέβαινε γίνεσθαι τὴν δυσχρηστίαν περὶ τοὺς ὑπεναντίους διὰ τὰς προειρημένας αἰτίας, τοσούτῳ πλείων εὐχρηστία περὶ τοὺς ἐνιέντας ἦν τὸ πῦρ.
由于上述原因,敌方的处境越是艰难,放火者的优势就越是明显。
§1.48.8τὸ μὲν γὰρ ἐπισκοτοῦν καὶ βλάπτειν δυνάμενον πᾶν ἐξεφυσᾶτο καὶ προωθεῖτο κατὰ τῶν ὑπεναντίων, τὸ δὲ βαλλόμενον ἢ ῥιπτούμενον ἐπί τε τοὺς βοηθοῦντας καὶ τὴν τῶν ἔργων διαφθορὰν εὔστοχον μὲν ἐπεγίνετο διὰ τὸ συνορᾶν τοὺς ἀφιέντας τὸν πρὸ αὑτῶν τόπον, πρακτικὸν δὲ διὰ τὸ γίνεσθαι σφοδρὰν τὴν πληγήν, συνεργούσης τοῖς βάλλουσι τῆς τοῦ πνεύματος βίας.
因为所有能遮挡视线和造成伤害的东西都被吹向并推往敌人一方;而无论是针对救援人员还是为了促进设施毁坏而投射或扔出的东西,都因为投射者能看清眼前的地面而百发百中,又因为风力的助势使打击变得沉重而极具威力。
§1.48.9τὸ δὲ πέρας τοιαύτην συνέβη γενέσθαι τὴν παντέλειαν τῆς καταφθορᾶς ὥστε καὶ τὰς βάσεις τῶν πύργων καὶ τὰ στύπη τῶν κριῶν ὑπὸ τοῦ πυρὸς ἀχρειωθῆναι.
最终,毁坏极其彻底,甚至连攻城塔的底座和破城槌的主干都被大火烧毁,无法再用。
§1.48.10τούτων δὲ συμβάντων τὸ μὲν ἔτι διὰ τῶν ἔργων πολιορκεῖν ἀπέγνωσαν οἱ Ῥωμαῖοι· περιταφρεύσαντες δὲ καὶ χάρακι περιλαβόντες κύκλῳ τὴν πόλιν, ἔτι δὲ τῆς ἰδίας στρατοπεδείας τεῖχος προβαλόμενοι τῷ χρόνῳ παρέδοσαν τὴν πρᾶξιν.
鉴于这些情况,罗马人放弃了继续通过攻城设施围攻城市的意图;他们转而在城市周围挖掘战壕、筑起栅栏,并在自己的营地前筑起一道防御墙,将围攻任务交给了时间。
§1.48.11οἱ δʼ ἐν τῷ Λιλυβαίῳ τὸ πεπτωκὸς ἐξοικοδομησάμενοι τεῖχος εὐθαρσῶς ὑπέμενον ἤδη τὴν πολιορκίαν.
而莉莉贝乌姆城内的人们重建了坍塌的城墙,如今已毫无惧色地坚守,等待围城。

词汇与语法注释

  1. §1.48.1τῶν δὲ πολιορκουμένων — 现在分词中被动语态的属格,与随后的 `χρωμένων` 和 `ἀπεγνωκότων` 一起构成独立属格结构,表示通过 `μ`... `δ` 对比两种不同的情况。
  2. §1.48.5ὡς δʼ ἂν — 伴随独立属格(`τῶν μὲν κατασκευασμάτων... εὖ παρεσκευασμένων` 和 `τῆς δὲ τοῦ πνεύματος βίας φυσώσης`)来表示主观或客观环境上的原因。这里的 `ἄν` 并非表示虚拟或条件,而是加强了上下文的盖然性或环境依据。
  3. §1.48.6ἀποσκοτουμένους — 宾格分词,与随后的 `οὐκ ὀλίγους` 一起,作为由 `ὥστε` 引导的不定式 `ἀπόλλυσθαι` 和 `πίπτειν` 的逻辑主语。
  4. §1.48.8ἐπί τε τοὺς βοηθοῦντας καὶ τὴν τῶν ἔργων διαφθορὰν — 介词 `ἐπί` 支配不同性质宾语的例证;对于表示人的 `τοὺς βοηθοῦντας`,它表示敌对或攻击的方向(针对/朝向),而对于抽象名词 `τὴν τῶν ἔργων διαφθορὰν`,它则表示目的(为了/以促进)。
  5. §1.48.10τῷ χρόνῳ παρέδοσαν τὴν πρᾶξιν — 字面意思是“将这一行动交给了时间”,这是一个习惯表达,意味着他们放弃了使用攻城器械进行强攻,转而采取长期围困(饥饿战术)的策略,将结果诉诸时间的推移。

引用这一段

波利比奥斯, 历史 §1.48.1-1.48.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.48.1-1.48.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。