§1.41.1τοῦ δὲ προτερήματος τούτου προσπεσόντος εἰς τὴν Ῥώμην, περιχαρεῖς ἦσαν οὐχ οὕτως ἐπὶ τῷ τοὺς πολεμίους ἠλαττῶσθαι τῶν θηρίων ἐστερημένους, ὡς ἐπὶ τῷ τοὺς ἰδίους τεθαρρηκέναι τῶν ἐλεφάντων κεκρατηκότας.
当这一胜利的消息传到罗马时,人们无比欣喜,这不仅是因为敌人因失去战象而实力削弱,更是因为他们自己的士兵因战胜了战象而恢复了信心。
§1.41.2διὸ καὶ πάλιν ἐπερρώσθησαν διὰ ταῦτα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν εἰς τὸ μετὰ στόλου καὶ ναυτικῆς δυνάμεως τοὺς στρατηγοὺς ἐπὶ τὰς πράξεις ἐκπέμπειν, σπουδάζοντες εἰς δύναμιν πέρας ἐπιθεῖναι τῷ πολέμῳ.
因此,他们因这些事再次受到鼓舞,决定按照最初的计划,派遣将领率领舰队和海军力量前往执行任务,力求尽最大努力结束这场战争。
§1.41.3παρασκευασθέντων δὲ τῶν ἐπιτηδείων πρὸς τὴν ἐξαποστολὴν ἔπλεον οἱ στρατηγοὶ διακοσίαις ναυσὶν ὡς ἐπὶ τῆς Σικελίας.
在出征的各项准备工作就绪后,将领们率领两百艘战船向西西里驶去。
ἔτος δʼ ἦν τῷ πολέμῳ τετταρεσκαιδέκατον.
此时正是战争的第十四年。
§1.41.4καθορμισθέντες δὲ πρὸς τὸ Λιλύβαιον, ἅμα καὶ τῶν πεζικῶν ἐκεῖ στρατοπέδων αὐτοῖς ἀπηντηκότων, ἐνεχείρουν πολιορκεῖν, ὅτι κρατήσαντες ταύτης ῥᾳδίως μεταβιβάσουσι τὸν πόλεμον εἰς τὴν Λιβύην.
他们在利利俾停泊,同时陆军部队也在那里与他们会合,于是他们着手进行包围,因为他们认为,一旦夺取了该地,就能轻易将战争转移到利比亚。
§1.41.5σχεδὸν δὲ περί γε τούτου τοῦ μέρους καὶ τῶν Καρχηδονίων οἱ προεστῶτες ὡμοδόξουν καὶ τοὺς αὐτοὺς εἶχον λογισμοὺς τοῖς Ῥωμαίοις.
几乎在这一关键问题上,迦太基的领导者们也与罗马人意见一致,并抱着相同的考量。
§1.41.6διὸ καὶ τἄλλα πάρεργα ποιησάμενοι περὶ τὸ βοηθεῖν ἐγίνοντο καὶ παραβάλλεσθαι καὶ πᾶν ὑπομένειν ὑπὲρ τῆς προειρημένης πόλεως διὰ τὸ μηδεμίαν ἀφορμὴν καταλείπεσθαι σφίσιν, πάσης δὲ τῆς ἄλλης Σικελίας ἐπικρατεῖν Ῥωμαίους πλὴν Δρεπάνων.
因此,他们将其他所有事务都视为次要,全力以赴前往救援、冒着生命危险,并为上述城市忍受一切痛苦,因为他们已经没有其他基地可以退守,而除了德雷帕纳之外,罗马人已经控制了西西里的其余所有地方。
§1.41.7ἵνα δὲ μὴ τοῖς ἀγνοοῦσι τοὺς τόπους ἀσαφῆ τὰ λεγόμενα γίνηται, πειρασόμεθα διὰ βραχέων ἀγαγεῖν εἰς ἔννοιαν τῆς εὐκαιρίας καὶ θέσεως αὐτῶν τοὺς ἐντυγχάνοντας.
但是,为了不使那些不熟悉这些地方的人对所说的话感到含混不清,我们将尝试用简短的篇幅,让读者对这些地方的战略优势和地理位置有一个大致的了解。