§1.32.1περὶ δὲ τοὺς καιροὺς τούτους καταπλεῖ τις εἰς τὴν Καρχηδόνα ξενολόγος τῶν ἀπεσταλμένων εἰς τὴν Ἑλλάδα πρότερον [εἰς τὴν Καρχηδονίων], ἄγων στρατιώτας πλείστους, ἐν οἷς καὶ Ξάνθιππόν τινα Λακεδαιμόνιον, ἄνδρα τῆς Λακωνικῆς ἀγωγῆς μετεσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς ἔχοντα σύμμετρον.
在此期间,此前被派往希腊招募雇佣兵的人员之一乘船抵达迦太基,带来了大批士兵,其中有一位名叫克桑提普斯的拉刻代蒙人,他接受过斯巴达式的训练,并在军事事务上拥有相当丰富的经验。
§1.32.2ὃς διακούσας τὸ γεγονὸς ἐλάττωμα καὶ πῶς καὶ τίνι τρόπῳ γέγονεν, καὶ συνθεωρήσας τάς τε λοιπὰς παρασκευὰς τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν ἱππέων καὶ τῶν ἐλεφάντων παραυτίκα συνελογίσατο καὶ πρὸς τοὺς φίλους ἐνεφάνισε διότι συμβαίνει τοὺς Καρχηδονίους οὐχ ὑπὸ Ῥωμαίων, αὐτοὺς δʼ ὑφʼ αὑτῶν ἡττᾶσθαι διὰ τὴν ἀπειρίαν τῶν ἡγουμένων.
他详细听取了已经发生的惨败以及它是如何、以何种方式发生的情况,并在综合考量了迦太基人的其他装备以及骑兵和战象的数量之后,立即得出结论并向他的朋友们表明:迦太基人并非被罗马人击败,而是由于他们领导者的无能而自取灭亡。
§1.32.3ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ προεστῶτες ἀνακαλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν.
由于当时的局势,克桑提普斯的话迅速在群众和将军们中间流传开来,统治者们遂决定召见他并试用他的才能。
§1.32.4ὁ δὲ παραγενόμενος εἰς τὰς χεῖρας ἔφερε τοῖς ἄρχουσι τοὺς ἀπολογισμοὺς καὶ παρὰ τί νῦν σφαλείησαν, καὶ διότι πεισθέντες αὐτῷ καὶ χρησάμενοι τοῖς ἐπιπέδοις τῶν τόπων ἔν τε ταῖς πορείαις καὶ στρατοπεδείαις καὶ παρατάξεσιν εὐχερῶς ἑαυτοῖς τε τὴν ἀσφάλειαν δυνήσονται παρασκευάζειν καὶ τοὺς ὑπεναντίους νικᾶν.
他来到统治者面前,向他们阐明了失败的原因以及他们目前为何遭受挫折,并说明如果他们听从他的劝告,在行军、安营和布阵中利用平坦的地形,就能轻易地保障自身的安全并战胜对手。
§1.32.5οἱ δὲ στρατηγοὶ δεξάμενοι τὰ λεγόμενα καὶ πεισθέντες αὐτῷ παραχρῆμα τὰς δυνάμεις ἐνεχείρισαν.
将军们接受了这些话,并在被他说服后,立即将军队的指挥权交托给了他。
§1.32.6ἦν μὲν οὖν καὶ κατὰ ταύτην τὴν παρὰ τοῦ Ξανθίππου διαδιδομένην φωνὴν ὁ θροῦς καὶ λαλιά τις εὔελπις παρὰ τοῖς πολλοῖς·
因此,随着克桑提普斯这番话的传开,在民众中引起了热烈的新议论和充满希望的传言。
§1.32.7ὡς δʼ ἐξαγαγὼν πρὸ τῆς πόλεως τὴν δύναμιν ἐν κόσμῳ παρενέβαλε καί τι καὶ κινεῖν τῶν μερῶν ἐν τάξει καὶ παραγγέλλειν κατὰ νόμους ἤρξατο, τηλικαύτην ἐποίει διαφορὰν παρὰ τὴν τῶν πρότερον στρατηγῶν ἀπειρίαν ὥστε μετὰ κραυγῆς ἐπισημαίνεσθαι τοὺς πολλοὺς καὶ σπεύδειν ὡς τάχιστα συμβαλεῖν τοῖς πολεμίοις, πεπεισμένους μηδὲν ἂν παθεῖν δεινὸν ἡγουμένου Ξανθίππου.
当他将军队带到城前,整齐地排出阵列,并开始按规律调动部分兵力、按条令发号施令时,他展现出与以往将军们的无能截然不同的巨大差异,以至于民众大声欢呼以示赞许,并渴望能尽早与敌人交战,因为他们深信,在克桑提普斯的领导下,他们绝不会遭遇任何灾祸。
§1.32.8τούτων δὲ γινομένων οἱ στρατηγοὶ συνιδόντες τοὺς ὄχλους ἀνατεθαρρηκότας παραδόξως ταῖς ψυχαῖς, παρακαλέσαντες αὐτοὺς τὰ πρέποντα τῷ καιρῷ μετʼ ὀλίγας ἡμέρας ὥρμησαν ἀναλαβόντες τὴν δύναμιν.
在此期间,将军们看到群众的士气奇迹般地重振起来,便用适合当时局势的话语激励他们,数日后,他们便率领军队出发了。
§1.32.9αὕτη δʼ ἦν πεζοὶ μὲν εἰς μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακισχίλιοι, τὸ δὲ τῶν ἐλεφάντων πλῆθος ἔγγιστά που τῶν ἑκατόν.
这支兵力包括步兵约一万二千人,骑兵四千人,战象数量大约近百头。