§1.25.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάιος Ἀτίλιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρὸς Τυνδαρίδα καθορμισθεὶς καὶ συνθεασάμενος ἀτάκτως παραπλέοντα τὸν τῶν Καρχηδονίων στόλον, παραγγείλας τοῖς ἰδίοις πληρώμασιν ἕπεσθαι τοῖς ἡγουμένοις, αὐτὸς ὥρμησε πρὸ τῶν ἄλλων, ἔχων δέκα ναῦς ὁμοπλοούσας.
第二年,罗马将领盖乌斯·阿蒂利乌斯在廷达里斯停泊,看见迦太基舰队正无序地并航,便命令自己的船员跟随先导船只,自己则率领十只同行的战船,一马当先发起冲锋。
§1.25.2οἱ δὲ Καρχηδόνιοι συνιδόντες τῶν ὑπεναντίων τοὺς μὲν ἀκμὴν ἐμβαίνοντας, τοὺς δʼ ἀναγομένους, τοὺς δὲ πρώτους πολὺ προειληφότας τῶν ἄλλων, ἐπιστρέψαντες αὐτοῖς ἀπήντων.
迦太基人见敌人有的正登船,有的正出海,而先头的船只已远远超过其他船只,便转过身来迎击他们。
§1.25.3καὶ κυκλώσαντες τὰς μὲν ἄλλας διέφθειραν, τὴν δὲ τοῦ στρατηγοῦ ναῦν παρʼ ὀλίγον αὔτανδρον ἔλαβον.
他们包围了那些船,摧毁了其余的,并且几乎将将领的战船连同全部船员一同俘获。
οὐ μὴν ἀλλʼ αὕτη μὲν ταῖς ὑπηρεσίαις ἐξηρτυμένη καὶ ταχυναυτοῦσα διέφυγε παραδόξως τὸν κίνδυνον,
然而,这艘船因配备了精良的划手且航速极快,出乎意料地逃脱了危险。
§1.25.4αἱ δὲ λοιπαὶ τῶν Ῥωμαίων ἐπιπλέουσαι κατὰ βραχὺ συνηθροίζοντο.
至于其余的罗马战船,则在驶来时逐渐聚集。
γενόμεναι δʼ ἐν μετώπῳ συνέβαλλον τοῖς πολεμίοις καὶ δέκα μὲν αὐτάνδρους ναῦς ἔλαβον, ὀκτὼ δὲ κατέδυσαν.
在排成横阵后,他们与敌人交战,俘获了十艘载有船员的战船,并击沉了八艘。
αἱ δὲ λοιπαὶ τῶν Καρχηδονίων ἀπεχώρησαν εἰς τὰς Λιπαραίας καλουμένας νήσους.
其余的迦太基战船则退往所谓的利帕拉群岛。
§1.25.5ἐκ δὲ ταύτης τῆς ναυμαχίας ἀμφότεροι νομίζοντες ἐφάμιλλον πεποιῆσθαι τὸν κίνδυνον, ὥρμησαν ὁλοσχερέστερον ἐπὶ τὸ συνίστασθαι ναυτικὰς δυνάμεις καὶ τῶν κατὰ θάλατταν ἀντέχεσθαι πραγμάτων.
经此海战,双方都认为战局旗鼓相当,于是更加全力以赴地组建海军力量,并争夺海上的控制权。
§1.25.6αἱ δὲ πεζικαὶ δυνάμεις ἐν τοῖς κατὰ ταῦτα καιροῖς οὐδὲν ἔπραξαν ἄξιον μνήμης, ἀλλὰ περὶ μικρὰς καὶ τὰς τυχούσας πράξεις κατέτριψαν τοὺς χρόνους.
与此同时,这一时期的陆军部队没有取得任何值得纪念的成果,而是把时间浪费在微不足道且琐碎的行动中。
§1.25.7διὸ παρασκευασάμενοι, καθάπερ εἶπον, εἰς τὴν ἐπιφερομένην θερείαν ἀνήχθησαν Ῥωμαῖοι μὲν τριάκοντα καὶ τριακοσίαις μακραῖς ναυσὶ καταφράκτοις καὶ κατέσχον εἰς Μεσσήνην.
因此,正如我所说,做好准备之后,在随后的夏天,罗马人率领三百三十艘有甲板的军舰启航,并在梅塞纳靠岸。
§1.25.8ὅθεν ἀναχθέντες ἔπλεον δεξιὰν ἔχοντες τὴν Σικελίαν, κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον διὰ τὸ καὶ τὸ πεζὸν στράτευμα περὶ τούτους αὐτοὺς εἶναι τοὺς τόπους.
他们从那里启航,绕过帕奇诺斯角,向埃克诺莫斯驶去,因为他们的陆军也正好在这些地区。
§1.25.9Καρχηδόνιοι δὲ πεντήκοντα καὶ τριακοσίαις ναυσὶ καταφράκτοις ἀναπλεύσαντες Λιλυβαίῳ προσέσχον, ἐντεῦθεν δὲ πρὸς Ἡράκλειαν τὴν Μινῴαν καθωρμί
迦太基人则率领三百五十艘有甲板的军舰出海,在莉莉贝乌姆靠岸,并从那里向米诺亚的赫拉克利亚进发并停泊……