Humanitext Reader

波利比奥斯 · 历史 §1.23.1-1.23.10

米莱海战与依靠乌鸦吊桥的罗马胜利

第 23 段,共 1311 段 · 希腊语

内容简介

罗马指挥官盖乌斯·比利乌斯在米莱附近与迦太基舰队交战。由于“乌鸦”意想不到的威力,迦太基的战术被化解,罗马军队取得了重大胜利。

§1.23.1ρασκευῇ καιρὸν ἐπετήρουν πρὸς ναυμαχίαν·
[准备,]窥伺着进行海战的良机。
ὁ δὲ Γάιος Βίλιος ὡς θᾶττον ἔγνω τὴν περιπέτειαν τοῦ τῆς ναυτικῆς δυνάμεως ἡγουμένου, παραδοὺς τὰ πεζικὰ στρατόπεδα τοῖς χιλιάρχοις αὐτὸς διεκομίσθη πρὸς τὸν στόλον.
而盖乌斯·比利乌斯一旦获悉海军指挥官所遭遇的变故,便将陆军部队移交给军事论坛们,自己则亲自前往舰队。
§1.23.2πυθόμενος δὲ τοὺς πολεμίους πορθεῖν τὴν Μυλαῗτιν χώραν ἐπιπλεῖ στόλῳ παντί.
他获悉敌人正在掠夺米莱地区,便率领全体舰队出击。
§1.23.3συνιδόντες δʼ οἱ Καρχηδόνιοι μετὰ χαρᾶς καὶ σπουδῆς ἀνήγοντο ναυσὶν ἑκατὸν καὶ τριάκοντα, καταφρονοῦντες τῆς ἀπειρίας τῶν Ῥωμαίων, καὶ πάντες ἔπλεον ἀντίπρωρροι τοῖς πολεμίοις, οὐδὲ τάξεως καταξιώσαντες τὸν κίνδυνον, ἀλλʼ ὡς ἐπὶ λείαν τινὰ πρόδηλον.
迦太基人见状,轻视罗马人的无经验,满怀喜悦与急切,率领一百三十艘战船出航。 他们甚至认为这场战斗不值得整顿阵型,而是如同去夺取某种显而易见的猎物一般,全都迎着敌人船首驶去。
§1.23.4ἡγεῖτο δʼ Ἀννίβας αὐτῶν — οὗτος δʼ ἦν ὁ τὰς δυνάμεις ἐκκλέψας νυκτὸς ἐκ τῆς τῶν Ἀκραγαντίνων πόλεως — ἔχων ἑπτήρη τὴν γενομένην Πύρρου τοῦ βασιλέως.
指挥他们的是汉尼拔——就是那个夜间率军撤出阿克拉加斯城的人——他乘坐的是一艘曾属于国王皮洛士的七段舵船。
§1.23.5ἅμα δὲ τῷ πλησιάζειν συνθεωροῦντες ἀνανενευκότας τοὺς κόρακας ἐν ταῖς ἑκάστων πρώρραις, ἐπὶ ποσὸν μὲν ἠπόρουν οἱ Καρχηδόνιοι, ξενιζόμενοι ταῖς τῶν ὀργάνων κατασκευαῖς·
随着距离接近,看到每艘船首上高耸的“乌鸦”,迦太基人一时有些困惑,对这些装置的构造感到新奇。
οὐ μὴν ἀλλὰ τελέως κατεγνωκότες τῶν ἐναντίων ἐνέβαλον οἱ πρῶτοι πλέοντες τετολμηκότως.
然而,他们依然完全瞧不起对手,行在最前面的船只悍然发起了冲撞。
§1.23.6τῶν δὲ συμπλεκομένων σκαφῶν ἀεὶ δεδεμένων τοῖς ὀργάνοις, καὶ τῶν ἀνδρῶν εὐθὺς ἐπιπορευομένων διʼ αὐτοῦ τοῦ κόρακος καὶ συμπλεκομένων ἐπὶ τοῖς καταστρώμασιν, οἱ μὲν ἐφονεύοντο τῶν Καρχηδονίων, οἱ δὲ παρεδίδοσαν ἑαυτοὺς ἐκπληττόμενοι τὸ γινόμενον·
发生碰撞的船只每次都被这套装置牢牢锁住,士兵们随即通过“乌鸦”本身登船并在甲板上展开搏斗,结果一些迦太基人被杀,另一些则对眼前发生的事情感到惊愕而投降。
παραπλήσιον γὰρ πεζομαχίας συνέβαινε τὸν κίνδυνον ἀποτελεῖσθαι.
因为这场海战的结果变得与陆战非常相似。
§1.23.7διὸ καὶ τριάκοντα μὲν τὰς πρώτας συμβαλούσας ναῦς αὐτάνδρους ἀπέβαλον, σὺν αἷς ἐγένετʼ αἰχμάλωτον καὶ τὸ τοῦ στρατηγοῦ πλοῖον·
因此,最先交战的三十艘战船连同全部船员一同丧失,其中甚至连指挥官自己的座舰也被俘获。
Ἀννίβας δʼ ἀνελπίστως καὶ παραβόλως αὐτὸς ἐν τῇ σκάφῃ διέφυγεν.
而汉尼拔本人则出人意料且极其冒险地乘小艇逃脱了。
§1.23.8τὸ δὲ λοιπὸν πλῆθος τῶν Καρχηδονίων ἐποιεῖτο μὲν τὸν ἐπίπλουν ὡς εἰς ἐμβολήν, ἐν δὲ τῷ συνεγγίζειν θεωροῦντες τὸ συμβεβηκὸς περὶ τὰς προπλεούσας ναῦς ἐξέκλινον καὶ διένευον τὰς τῶν ὀργάνων ἐπιβολάς.
剩下的其余迦太基船队起初虽朝着冲撞的方向驶来,但在接近时,看到领先战船遭遇的惨状,便纷纷避开,闪躲这些装置的砸击。
§1.23.9πιστεύοντες δὲ τῷ ταχυναυτεῖν, οἱ μὲν ἐκ πλαγίων, οἱ δὲ κατὰ πρύμναν ἐκπεριπλέοντες ἀσφαλῶς ἤλπιζον ποιήσασθαι τὰς ἐμβολάς.
他们依靠自己行船迅速,有的企图从侧面,有的则绕到船尾,希望能安全地发起冲撞。
§1.23.10πάντη δὲ καὶ πάντως ἀντιπεριισταμένων καὶ συνδιανευόντων τῶν ὀργάνων οὕτως ὥστε κατʼ ἀνάγκην τοὺς ἐγγίσαντας συνδεδέσθαι, τέλος ἐγκλίναντες ἔφυγον οἱ Καρχηδόνιοι, καταπλαγέντες τὴν καινοτομίαν τοῦ συμβαίνοντος, πεντήκοντα ναῦς ἀποβαλόντες.
然而,由于这些装置在各方向、以各种方式随之旋转并对准他们,以至于接近者必然被锁住,迦太基人最终惊恐于这闻所未闻的奇事,纷纷转身逃跑,共损失了五十艘战船。

词汇与语法注释

  1. 1.23.1ρασκευῇ — 与前一个分块末尾的 `πα` 结合,构成 `παρασκευῇ`。此处作手段与格,表示“准备着(以这样的准备)”。
  2. 1.23.3οὐδὲ τάξεως καταξιώσαντες τὸν κίνδυνον — 意为“甚至认为这场战斗(危险)不值得整顿阵型”。动词 `καταξιόω` 此处带有一个宾格(动作,`τὸν κίνδυνον`)和一个属格(认为值得的东西,`τάξεως`)。
  3. 1.23.5ἅμα δὲ τῷ πλησιάζειν — 前置词 `ἅμα` 与带冠词不定式的与格 `τῷ πλησιάζειν` 连用,表示同时性(“在接近的同时”)。
  4. 1.23.6τῶν δὲ συμπλεκομένων σκαφῶν ἀεὶ δεδεμένων τοῖς ὀργάνοις — 独立属格结构。接下来的 `καὶ τῶν ἀνδρῶν εὐθὺς ἐπιπορευομένων` 同样是独立属格并列,修饰主句的 `οἱ μὲν ἐφονεύοντο...`。
  5. 1.23.10πάντη δὲ καὶ πάντως ἀντιπεριισταμένων καὶ συνδιανευόντων τῶν ὀργάνων — 同样是以 `τῶν ὀργάνων` 为逻辑主语的独立属格结构,表示原因或环境(“因为这些装置向各方向旋转并随之对准”)。

引用这一段

波利比奥斯, 历史 §1.23.1-1.23.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.23.1-1.23.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。