§1.22.1οἱ δὲ Ῥωμαῖοι μετὰ ταῦτα συνεγγίσαντες τοῖς κατὰ τὴν Σικελίαν τόποις καὶ συνέντες τὸ γεγονὸς σύμπτωμα περὶ τὸν Γνάιον παραυτίκα μὲν διεπέμποντο πρὸς Γάιον Βίλιον τὸν ἡγούμενον τῆς πεζῆς δυνάμεως καὶ τοῦτον ἀνέμενον,
此后,罗马人接近了西西里附近的地区,得知了发生在格奈乌斯身上的意外变故,便立即遣使前往陆军指挥官盖乌斯·比利乌斯处,并等待他的到来。
§1.22.2ἅμα δʼ ἀκούοντες οὐ μακρὰν εἶναι τὸν τῶν πολεμίων στόλον ἐγίνοντο πρὸς παρασκευὴν τοῦ ναυμαχεῖν.
同时,他们听说敌人的舰队就在不远处,便着手准备进行海战。
§1.22.3ὄντων δὲ τῶν πλοίων φαύλων ταῖς κατασκευαῖς καὶ δυσκινήτων, ὑποτίθεταί τις αὐτοῖς βοήθημα πρὸς τὴν μάχην τοὺς ἐπικληθέντας μετὰ ταῦτα κόρακας ὧν συνέβαινε τὴν κατασκευὴν εἶναι τοιαύτην.
由于他们的船只建造粗糙且运转不灵,有人向他们建议了一种用于战斗的辅助装置,即后来被称为“乌鸦”的装置,其构造如下。
§1.22.4στῦλος ἐν πρώρρᾳ στρογγύλος εἱστήκει, μῆκος μὲν ὀργυιῶν τεττάρων, κατὰ δὲ τὸ πλάτος τριῶν παλαιστῶν ἔχων τὴν διάμετρον.
船首立着一根圆柱,长四寻,宽度方面的直径为三掌宽。
§1.22.5οὗτος αὐτὸς μὲν ἐπὶ τῆς κορυφῆς τροχιλίαν εἶχεν, περιετίθετο δʼ αὐτῷ κλῖμαξ ἐπικαρσίαις σανίσι καθηλωμένη, πλάτος μὲν ποδῶν τεττάρων, τὸ δὲ μῆκος ἓξ ὀργυιῶν.
这根圆柱本身的顶端装有滑车,周围套着一个用横木板钉成的梯子,宽四尺,长六寻。
§1.22.6τὸ δὲ τρῆμα τοῦ σανιδώματος ἦν παράμηκες καὶ περιέβαινε περὶ τὸν στῦλον μετὰ τὰς πρώτας εὐθέως τῆς κλίμακος δύʼ ὀργυιάς.
木板上的孔呈长椭圆形,在梯子起始的两寻之后正好套住圆柱。
εἶχεν δὲ καὶ δρύφακτον αὕτη παρʼ ἑκατέραν τὴν ἐπιμήκη πλευρὰν εἰς γόνυ τὸ βάθος.
此外,这架梯子在左右两个长边都设有高及膝盖的护栏。
§1.22.7ἐπὶ δὲ τοῦ πέρατος αὐτοῦ προσήρμοστο σιδηροῦν οἷον ὕπερον ἀπωξυσμένον, ἔχον δακτύλιον ἐπὶ τῆς κορυφῆς, ὡς τὸ ὅλον φαίνεσθαι παραπλήσιον ταῖς σιτοποιικαῖς μηχανήσεσιν.
梯子的末端固定有一个呈尖头捣槌状的铁器,其顶端配有一个环,使得整个装置看起来非常像做面包用的机械。
§1.22.8εἰς δὲ τοῦτον τὸν δακτύλιον ἐνεδέδετο κάλως, ᾧ κατὰ τὰς ἐμβολὰς τῶν πλοίων ἐξαίροντες τοὺς κόρακας διὰ τῆς ἐν τῷ στύλῳ τροχιλίας ἀφίεσαν ἐπὶ τὸ κατάστρωμα τῆς ἀλλοτρίας νεὼς ποτὲ μὲν κατὰ πρῶρραν, ποτὲ δʼ ἀντιπεριάγοντες τὰς ἐκ τῶν πλαγίων προσπιπτούσας ἐμβολάς.
在这个环上系有一根绳索,在船只相撞接舷时,他们通过圆柱上的滑车将“乌鸦”吊起,然后将其砸向敌船的甲板,有时是正对船首,有时则旋转装置以应对来自侧面的碰撞。
§1.22.9ὅτε δὲ ταῖς σανίσι τῶν καταστρωμάτων ἐμπαγέντες οἱ κόρακες ὁμοῦ συνδήσαιεν τὰς ναῦς, εἰ μὲν πλάγιαι παραβάλοιεν ἀλλήλαις, πανταχόθεν ἐπεπήδων, εἰ δὲ κατὰ πρῶρραν, διʼ αὐτοῦ τοῦ κόρακος ἐπὶ δύο συνεχεῖς ἐποιοῦντο τὴν ἔφοδον·
当“乌鸦”刺入甲板的木板并将两船紧紧连在一起时,如果两船并排相贴,他们就从四面八方跃过;如果是船首相对,他们就通过“乌鸦”本身,以两人并肩的方式连续进行突击。
§1.22.10ὧν οἱ μὲν ἡγούμενοι τὴν κατὰ πρόσωπον ἐπιφάνειαν ἐσκέπαζον ταῖς τῶν θυρεῶν προβολαῖς, οἱ δʼ ἑπόμενοι τὰς ἐκ τῶν πλαγίων ἠσφάλιζον πλευρὰς ὑπὲρ τὸν δρύφακτον ὑπερτιθέμενοι τὰς ἴτυς τῶν ὅπλων.
在他们之中,领头的人用向前举起的盾牌遮挡正面,而跟随其后的人则将盾牌的边缘架在护栏之上,以确保侧面的安全。
§1.22.11οὗτοι μὲν οὖν τοιαύτῃ κεχρημένοι πα
于是,他们采用了这样的准备……