Humanitext Reader

波利比奥斯 · 历史 §1.1.1-1.1.6

历史的效用与罗马统一世界的功绩

第 1 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯指出,由于前人已对历史的益处赞赏备至,他无需再作赘述;但罗马在不到五十三年内征服已知世界的这一空前历史事件本身,就足以吸引读者阅读本书。

§1.1.1εἰ μὲν τοῖς πρὸ ἡμῶν ἀναγράφουσι τὰς πράξεις παραλελεῖφθαι συνέβαινε τὸν ὑπὲρ αὐτῆς τῆς ἱστορίας ἔπαινον, ἴσως ἀναγκαῖον ἦν τὸ προτρέπεσθαι πάντας πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν τῶν τοιούτων ὑπομνημάτων διὰ τὸ μηδεμίαν ἑτοιμοτέραν εἶναι τοῖς ἀνθρώποις διόρθωσιν τῆς τῶν προγεγενημένων πράξεων ἐπιστήμης.
如果说在向我们展示过往事迹的前辈史家笔下,对历史本身的赞美竟被遗漏了,那么或许我们确实有必要去勉励所有人去选择和接受这类记述,因为对人类而言,没有任何比对过去事迹的了解更为便捷的矫正方法。
§1.1.2ἐπεὶ δʼ οὐ τινὲς οὐδʼ ἐπὶ ποσόν, ἀλλὰ πάντες ὡς ἔπος εἰπεῖν ἀρχῇ καὶ τέλει κέχρηνται τούτῳ, φάσκοντες ἀληθινωτάτην μὲν εἶναι παιδείαν καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς πράξεις τὴν ἐκ τῆς ἱστορίας μάθησιν, ἐναργεστάτην δὲ καὶ μόνην διδάσκαλον τοῦ δύνασθαι τὰς τῆς τύχης μεταβολὰς γενναίως ὑποφέρειν τὴν τῶν ἀλλοτρίων περιπετειῶν ὑπόμνησιν,
然而,并非少数人或在某种程度上,而是几乎所有人,可以说是开宗明义并贯穿始终地都在重申这一点,他们声称,源自历史的学习是对政治实践最真实的教育和磨练,而对他人遭遇的变故的回顾,则是使人们能够高尚地忍受命运无常的最鲜明且唯一的教师。
§1.1.3δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι καθήκειν περὶ τῶν καλῶς καὶ πολλοῖς εἰρημένων ταυτολογεῖν, ἥκιστα δʼ ἡμῖν.
显而易见,对于已被许多人精彩论述过的话题进行老调重弹,似乎对任何人都不合适,而对我们而言尤其不合适。
αὐτὸ γὰρ τὸ παράδοξον τῶν πράξεων, §1.1.4ὑπὲρ ὧν προῃρήμεθα γράφειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα καὶ νέον καὶ πρεσβύτερον πρὸς τὴν ἔντευξιν τῆς πραγματείας.
因为这些事件本身的非同寻常, ——这也正是我们所选择撰写的内容——已足以召唤并促使每一位年轻人和年长者去阅读这部著作。
§1.1.5τίς γὰρ οὕτως ὑπάρχει φαῦλος ἢ ῥᾴθυμος ἀνθρώπων ὃς οὐκ ἂν βούλοιτο γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην οὐχ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός,
人类之中,又有谁会如此平庸或懒散,以至于不想知道,几乎整个已知世界是如何、在何种政体统治下,在不满五十三年的时间里,落入罗马人的单一统治之下——这在以前是从未发生过的?
§1.1.6τίς δὲ πάλιν οὕτως ἐκπαθὴς πρός τι τῶν ἄλλων θεαμάτων ἢ μαθημάτων ὃς προυργιαίτερον ἄν τι ποιήσαιτο τῆσδε τῆς ἐμπειρίας;
又或者,有谁会对其他任何奇观或学问如此狂热,以至于认为有比获得这种经验更为紧要的事情呢?

词汇与语法注释

  1. §1.1.1τοῖς πρὸ ἡμῶν ἀναγράφουσι τὰς πράξεις παραλελεῖφθαι συνέβαινε — 与格短语“τοῖς ... ἀναγράφουσι”(记述过往事迹的前辈们)修饰单数第三人称动词“συνέβαινε”(发生),而被动不定式“παραλελεῖφθαι”(被遗漏)作为“συνέβαινε”的实质主语。因此整句意为“如果在我们之前记述过往事迹的人们那里,发生了对历史本身的赞美被遗漏的事情”。
  2. §1.1.2ἀρχῇ καὶ τέλει κέχρηνται τούτῳ — 动词“κέχρηνται”(使用)支配给格代词“τούτῳ”(此,即对历史的赞美),而“ἀρχῇ καὶ τέλει”(作为开端与结尾)则作为谓语性给格使用。这是一种惯用强调表达,意为“他们把这一点作为开端和结尾来使用”(即自始至终都在重申这一点)。
  3. §1.1.5ἐπικρατηθέντα — 动词“ἐπικρατέω”(统治、战胜)的无定过去时被动分词(中性复数宾格),修饰间接疑问句的主语“σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην”(几乎整个已知世界),并对主动词“ἔπεσε”(屈服)起到伴随状况、手段或结果(因被统治而屈服)的修饰作用。
  4. §1.1.5οὐχ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν — 表示“在……时间之内”的给格。修饰成分“οὐχ ὅλοις”(不完整的)修饰数量词,表示“不满”、“在不满……的期间内”。整句意为“在不满五十三年的时间里”。

引用这一段

波利比奥斯, 历史 §1.1.1-1.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.1.1-1.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。