§1.17.1Ἐπανενεχθεισῶν δὲ τῶν συνθηκῶν εἰς τὴν Ῥώμην, καὶ προσδεξαμένου τοῦ δήμου καὶ κυρώσαντος τὰς πρὸς Ἱέρωνα διαλύσεις, λοιπὸν οὐκέτι πάσας ἔκρινον ἐξαποστέλλειν οἱ Ῥωμαῖοι τὰς δυνάμεις, ἀλλὰ δύο μόνον στρατόπεδα, §1.17.2νομίζοντες ἅμα μὲν κεκουφίσθαι τὸν πόλεμον αὐτοῖς προσκεχωρηκότος τοῦ βασιλέως, ἅμα δὲ μᾶλλον ὑπολαμβάνοντες οὕτως εὐπορήσειν τὰς δυνάμεις τοῖς ἀναγκαίοις.
当条约被送回罗马,且民众接受并批准了与希伦的和平协定后,此后罗马人决定不再派遣全部军队,而仅派遣两个军团,他们一方面认为,由于国王的归顺,战争对他们而言已经减轻,另一方面则设想,这样一来军队将更容易获得生活必需品。
§1.17.3οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὸν μὲν Ἱέρωνα πολέμιον αὑτοῖς γεγονότα, τοὺς δὲ Ῥωμαίους ὁλοσχερέστερον ἐμπλεκομένους εἰς τὰ κατὰ τὴν Σικελίαν ὑπέλαβον βαρυτέρας προσδεῖσθαι παρασκευῆς, διʼ ἧς ἀντοφθαλμεῖν δυνήσονται τοῖς πολεμίοις καὶ συνέχειν τὰ κατὰ τὴν Σικελίαν.
而局势上,迦太基人看到希伦已成为他们的敌人,且罗马人更全面地介入了西西里的事务,便认为他们需要更大规模的准备,以便能够抗衡敌人并维持在西西里的局势。
§1.17.4διὸ καὶ ξενολογήσαντες ἐκ τῆς ἀντιπέρας χώρας πολλοὺς μὲν Λιγυστίνους καὶ Κελτούς, ἔτι δὲ πλείους τούτων Ἴβηρας, ἅπαντας εἰς τὴν Σικελίαν ἀπέστειλαν.
因此,他们从对岸的土地征募了许多利古里亚人和凯尔特人,以及比他们还要多的伊比利亚人作为雇佣兵,并将他们全部派往西西里。
§1.17.5ὁρῶντες δὲ τὴν τῶν Ἀκραγαντίνων πόλιν εὐφυεστάτην οὖσαν πρὸς τὰς παρασκευὰς καὶ βαρυτάτην ἅμα τῆς αὑτῶν ἐπαρχίας εἰς ταύτην συνήθροισαν τά τε χορήγια καὶ τὰς δυνάμεις, ὁρμητηρίῳ κρίνοντες χρῆσθαι ταύτῃ τῇ πόλει πρὸς τὸν πόλεμον.
他们看到阿克拉加斯人的城市最适合用于军事准备,同时在他们管辖的领地中最为强大,便决定将该城市用作战争的基地,将物资和军队集中于此。
§1.17.6τῶν δὲ Ῥωμαίων οἱ μὲν πρὸς τὸν Ἱέρωνα ποιησάμενοι στρατηγοὶ τὰς συνθήκας ἀνακεχωρήκεισαν· οἱ δὲ μετὰ τούτους κατασταθέντες Λεύκιος Ποστόμιος καὶ Κόιντος Μαμίλιος ἧκον εἰς τὴν Σικελίαν μετὰ τῶν στρατοπέδων.
在罗马人方面,与希伦缔结条约的将军们已经回国;而接替他们的卢基乌斯·波斯图米乌斯和昆图斯·马米利乌斯则率领军团抵达了西西里。
§1.17.7θεωροῦντες δὲ τὴν τῶν Καρχηδονίων ἐπιβολὴν καὶ τὰς περὶ τὸν Ἀκράγαντα παρασκευὰς ἔγνωσαν τολμηρότερον ἐγχειρεῖν τοῖς πράγμασιν·
他们目睹了迦太基人的意图以及在阿克拉加斯周围的准备工作,决定以更冒险的方式着手应对事态。
§1.17.8διὸ καὶ τὰ μὲν ἄλλα μέρη τοῦ πολέμου παρῆκαν, φέροντες δὲ παντὶ τῷ στρατεύματι πρὸς αὐτὸν Ἀκράγαντα προσήρεισαν· καὶ στρατοπεδεύσαντες ἐν ὀκτὼ σταδίοις ἀπὸ τῆς πόλεως συνέκλεισαν ἐντὸς τειχῶν τοὺς Καρχηδονίους.
因此,他们搁置了战争的其他部分,率领全军直逼阿克拉加斯本身,并在距离该城八斯塔迪翁的地方扎营,将迦太基人禁锢在城墙之内。
§1.17.9ἀκμαζούσης δὲ τῆς τοῦ σίτου συναγωγῆς, καὶ προφαινομένης χρονίου πολιορκίας, ὥρμησαν ἐκθυμότερον τοῦ δέοντος οἱ στρατιῶται πρὸς τὸ σιτολογεῖν.
此时正值谷物收割的盛期,且显露出长期围城战的迹象,士兵们便以超出必要的鲁莽态度投入到搜集粮食的工作中。
§1.17.10οἱ δὲ Καρχηδόνιοι κατιδόντες τοὺς πολεμίους ἐσκεδασμένους κατὰ τῆς χώρας, ἐξελθόντες ἐπέθεντο τοῖς σιτολογοῦσιν.
迦太基人看到敌人分散在原野上,便出击袭击了那些搜集粮食的人。
τρεψάμενοι δὲ τούτους ῥᾳδίως οἱ μὲν ἐπὶ τὴν τοῦ χάρακος ἁρπαγὴν ὥρμησαν, οἱ δʼ ἐπὶ τὰς ἐφεδρείας.
在轻易击退这些人后,他们中有些人冲去掠夺营地,另一些人则扑向哨戒部队。
§1.17.11ἀλλʼ ἡ τῶν ἐθισμῶν διαφορὰ καὶ τότε καὶ πολλάκις ἤδη σέσωκε τὰ Ῥωμαίων πράγματα.
然而,规章制度的差异在此刻以及此前多次挽救了罗马人的局面。
τὸ γὰρ πρόστιμον παρʼ αὐτοῖς θάνατός ἐστι τῷ προεμένῳ τὸν τόπον καὶ φυγόντι τὸ παράπαν ἐξ ἐφεδρείας.
因为在他们之中,对于放弃岗位或从哨所完全逃跑的人,其惩罚是死刑。
§1.17.12διὸ καὶ τότε πολλαπλασίους ὄντας τοὺς ὑπεναντίους ὑποστάντες γενναίως πολλοὺς μὲν τῶν ἰδίων ἀπέβαλον, ἔτι δὲ πλείους τῶν ἐχθρῶν ἀπέκτειναν.
因此,在这个时候,尽管敌人的数量是他们的许多倍,他们依然勇敢地坚守阵地,虽然失去了许多己方士兵,却杀死了更多的敌人。
§1.17.13τέλος δὲ κυκλώσαντες τοὺς πολεμίους ὅσον οὔπω διασπῶντας τὸν χάρακα, τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐπικείμενοι καὶ φονεύοντες συνεδίωξαν εἰς τὴν πόλιν.
最后,他们包围了正要拆毁营墙的敌人,消灭了其中的一部分,并紧追其余的人进行斩杀,一直将他们赶回城内。