§1.14.1οὐχ ἧττον δὲ τῶν προειρημένων παρωξύνθην ἐπιστῆσαι τούτῳ τῷ πολέμῳ καὶ διὰ τὸ τοὺς ἐμπειρότατα δοκοῦντας γράφειν ὑπὲρ αὐτοῦ, Φιλῖνον καὶ Φάβιον, μὴ δεόντως ἡμῖν ἀπηγγελκέναι τὴν ἀλήθειαν.
然而,不亚于前述之事,我被促使去关注这场战争,也是因为那些被认为对其有最资深写作经验的人——即菲利努斯与法比乌斯——未能向我们妥当且真实地报道。
§1.14.2ἑκόντας μὲν οὖν ἐψεῦσθαι τοὺς ἄνδρας οὐχ ὑπολαμβάνω, στοχαζόμενος ἐκ τοῦ βίου καὶ τῆς αἱρέσεως αὐτῶν· δοκοῦσι δέ μοι πεπονθέναι τι παραπλήσιον τοῖς ἐρῶσι.
固然,从他们的生平与立论取向来推测,我不认为这些人在故意撒谎;但他们在我看来,似乎经历了某种与恋爱中的人非常相似的心境。
§1.14.3διὰ γὰρ τὴν αἵρεσιν καὶ τὴν ὅλην εὔνοιαν Φιλίνῳ μὲν πάντα δοκοῦσιν οἱ Καρχηδόνιοι πεπρᾶχθαι φρονίμως, καλῶς, ἀνδρωδῶς, οἱ δὲ Ῥωμαῖοι τἀναντία, Φαβίῳ δὲ τοὔμπαλιν τούτων.
因为由于他们的立论取向和偏爱,在菲利努斯看来,迦太基人所做的一切都是明智、出色、勇敢的,而罗马人则恰恰相反;但在法比乌斯看来,情况则与此完全相反。
§1.14.4ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὐκ ἄν τις ἐκβάλλοι· καὶ γὰρ φιλόφιλον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς καὶ συναγαπᾶν τοὺς φίλους·
因此,在人生的其他方面,人们或许不会排斥这种偏爱;因为一个善良的人理应热爱朋友、热爱祖国,与朋友同仇敌忾,并与朋友同舟共济。
§1.14.5ὅταν δὲ τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ τις, ἐπιλαθέσθαι χρὴ πάντων τῶν τοιούτων καὶ πολλάκις μὲν εὐλογεῖν καὶ κοσμεῖν τοῖς μεγίστοις ἐπαίνοις τοὺς ἐχθρούς, ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, πολλάκις δʼ ἐλέγχειν καὶ ψέγειν ἐπονειδίστως τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθʼ ὑποδεικνύωσιν.
但是,当一个人承担起历史的职责时,就必须忘却所有这些偏见,当敌人的行为有所要求时,往往必须赞美他们并予以极高的称赞;而当最亲近者的行径出错并昭示于人时,也往往必须毫不留情地予以揭露和谴责。
§1.14.6ὥσπερ γὰρ ζῴου τῶν ὄψεων ἀφαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἀναιρεθείσης τῆς ἀληθείας τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται διήγημα.
因为正如一旦夺去了生物的视觉,其整体便会失去用处一样,如果从历史中抽离了真实,其残存的部分便成了毫无益处的说书故事。
§1.14.7διόπερ οὔτε τῶν φίλων κατηγορεῖν οὔτε τοὺς ἐχθροὺς ἐπαινεῖν ὀκνητέον, οὔτε δὲ τοὺς αὐτοὺς ψέγειν, ποτὲ δʼ ἐγκωμιάζειν εὐλαβητέον, ἐπειδὴ τοὺς ἐν πράγμασιν ἀναστρεφομένους οὔτʼ εὐστοχεῖν αἰεὶ δυνατὸν οὔθʼ ἁμαρτάνειν συνεχῶς εἰκός.
因此,既不应迟疑于指责朋友,也不应迟疑于赞美敌人,更不应回避对同一批人时而谴责、时而颂扬,因为参与政军实务的人既不可能永远成功,也不大可能接连不断地犯错。
§1.14.8ἀποστάντας οὖν τῶν πραττόντων αὐτοῖς τοῖς πραττομένοις ἐφαρμοστέον τὰς πρεπούσας ἀποφάσεις καὶ διαλήψεις ἐν τοῖς ὑπομνήμασιν.
因此,我们应该撇开行为人本身,而在记录中对行为本身做出恰如其分的断语和评判。
§1.14.9ὡς δʼ ἔστιν ἀληθῆ τὰ νῦν ὑφʼ
而如今〔由我们所说〕的话属实一事,