Humanitext Reader

吕西亚斯 · 控诉菲隆 §9-17

斐隆逃往奥罗波斯与放弃公民职责的证言

第 2 段,共 4 段 · 希腊语

内容简介

演说者揭露了斐隆在城邦危机期间逃往奥罗波斯并作为侨民生活的背叛行为,并出示证人证言,以证明斐隆有能力履行公民职责却选择放弃。

§9συσκευασάμενος γὰρ τὰ ἑαυτοῦ ἐνθένδε εἰς τὴν ὑπερορίαν ἐξῴκησε, καὶ ἐν Ὠρωπῷ μετοίκιον κατατιθεὶς ἐπὶ προστάτου ᾤκει, βουληθεὶς παρʼ ἐκείνοις μετοικεῖν μᾶλλον ἢ μεθʼ ἡμῶν πολίτης εἶναι.
因为他把自己的财产从这里收拾好,移居到了国外;他住在奥罗波斯,缴纳了侨民税,并在一位保护人手下生活,宁愿在那些人那里作侨民,也不愿同我们一起作公民。
οὐ τοίνυν οὐδʼ ὥσπερ ἔνιοί τινες τῶν πολιτῶν μετεβάλοντο, ἐπειδὴ ἑώρων τοὺς ἀπὸ Φυλῆς ἐν οἷς ἔπραττον εὐτυχοῦντας, οὐδὲ τούτων τι τῶν εὐτυχημάτων ἠξίωσε μετασχεῖν, ἐπὶ κατειργασμένοις μᾶλλον ἐλθεῖν βουλόμενος ἢ συγκατελθεῖν κατεργασάμενός τι τῶν τῇ κοινῇ πολιτείᾳ συμφερόντων· οὐ γὰρ ἦλθεν εἰς τὸν Πειραιᾶ, οὐδʼ ἔστιν ὅπου ἑαυτὸν ὑμῖν τάξαι παρέσχεν.
此外,当他看到来自斐莱的人在他们的事业中取得成功时,他甚至没有像某些公民那样改变自己的态度,也没有屑于分享这些成功,他宁愿在事情已经尘埃落定之后再回来,也不愿在为共同政体建立功勋后与大家一起归来;因为他既没有来到比雷埃夫斯,也没有在任何地方向你们提供可以安插他的位置。
§10καίτοιγε ὅστις εὐτυχοῦντας ὁρῶν ἡμᾶς ἐτόλμα προδιδόναι, τί ποτε ὡς μὴ ἐβουλόμεθά γε πράττοντας ἐποίησεν ἄν;
然而,一个看到我们成功却仍敢于背叛的人,要是我们的处境正如我们所不希望的那样(即遭遇失败),他会做出什么事来呢?
ὅσοι μὲν τοίνυν διὰ συμφορὰς ἰδίας οὐ μετέσχον τῶν τότε γενομένων τῇ πόλει κινδύνων, συγγνώμης τινὸς ἄξιοί εἰσι τυχεῖν· οὐδενὶ γὰρ οὐδὲν ἑκούσιον δυστύχημα γίγνεται·
因此,那些因个人不幸而未能分担当时城邦所面临危险的人,是值得获得某种宽恕的;因为对任何人来说,不幸都不是自愿发生的。
§11ὅσοι δὲ γνώμῃ τοῦτο ἔπραξαν, οὐδεμιᾶς συγγνώμης ἄξιοί εἰσιν· οὐ γὰρ διὰ δυστυχίαν ἀλλὰ διʼ ἐπιβουλὴν ἐποίησαν αὐτό.
但那些出于刻意图谋而这样做的人,是不值得任何宽恕的;因为他们这样做不是因为不幸,而是因为预谋。
καθέστηκε δέ τι ἔθος δίκαιον πᾶσιν ἀνθρώποις τῶν αὐτῶν ἀδικημάτων μάλιστα ὀργίζεσθαι τοῖς μάλιστα δυναμένοις μὴ ἀδικεῖν, τοῖς δὲ πένησιν ἢ ἀδυνάτοις τῷ σώματι συγγνώμην ἔχειν διὰ τὸ ἡγεῖσθαι ἄκοντας αὐτοὺς ἁμαρτάνειν.
在所有人中间已确立了一种公义的习俗,即对于同样的罪行,要对那些最有可能不犯下不公的人最为愤怒,而对穷人或身体残疾的人则予以宽恕,因为人们认为他们是在违背意愿的情况下犯错的。
§12οὗτος τοίνυν οὐδεμιᾶς συγγνώμης ἄξιός ἐστι τυχεῖν· οὔτε γὰρ τῷ σώματι ἀδύνατος ἦν ταλαιπωρεῖν, ὡς καὶ ὑμεῖς ὁρᾶτε, οὔτε τῇ οὐσίᾳ ἄπορος λῃτουργεῖν, ὡς ἐγὼ ἀποδείξω.
因此,这个人不配获得任何宽恕;因为他既非身体虚弱而无法承受艰苦(正如你们也看到的),也非财产匮乏而无法承担公共服务(正如我将证明的)。
ὅστις οὖν ὅσον δυνατὸς ἦν ὠφελεῖν, τοσοῦτον κακὸς ἦν, πῶς οὐκ ἂν εἰκότως ὑπὸ πάντων ὑμῶν μισοῖτο;
那么,一个在能够提供多大帮助的同时就作了多大恶的人,怎能不理所当然地受到你们所有人的憎恨呢?
§13ἀλλὰ μὴν οὐδʼ ἀπεχθήσεσθέ γε τῶν πολιτῶν οὐδενὶ τοῦτον ἀποδοκιμάσαντες, ὃς οὔ τι τοὺς ἑτέρους ἀλλʼ ἀμφοτέρους φανερός ἐστι προδούς, ὥστε μήτε τοῖς ἐν τῷ ἄστει γενομένοις φίλον προσήκειν εἶναι τοῦτον (οὐ γὰρ ἠξίωσεν ὡς αὐτοὺς ἐλθεῖν κινδυνεύοντας), μήτε τοῖς τὸν Πειραιᾶ καταλαβοῦσιν· οὐδὲ γὰρ τούτοις ἠθέλησε συγκατελθεῖν, καὶ ταῦτα ὥς φησι καὶ ἀστὸς γενόμενος.
况且,否决他的资格并不会使你们招致任何公民的怨恨,因为显然他背叛的不仅是其中一方,而是双方,因此不论是对于留在市区的人(因为他没有屑于在他们面临危险时前去投靠),还是对于占领比雷埃夫斯的人,他都不配成为朋友;因为他也不愿意与后者一起归来,而且正如他自己所说,他还是个土生土长的市民。
§14εἰ μέντοι τι μέρος περίεστι τῶν πολιτῶν ὅ τι τῶν αὐτῶν μετέσχε τούτῳ πραγμάτων, μετʼ ἐκείνων, ἐάν ποτε (ὃ μὴ γένοιτο) λάβωσι τὴν πόλιν, βουλεύειν ἀξιούτω.
然而,如果还留存着一部分与他有同样行为的公民,那么,要是他们有朝一日(但愿千万不要发生)夺取了城邦,就让他去和那些人一起去当议员吧。
ὡς οὖν ᾤκει τε ἐν Ὠρωπῷ ἐπὶ προστάτου καὶ ἐκέκτητο ἱκανὴν οὐσίαν καὶ οὔτʼ ἐν τῷ Πειραιεῖ οὔτʼ ἐν τῷ ἄστει ἔθετο τὰ ὅπλα, ἵνα εἰδῆτε ὅτι ταῦτα πρῶτον ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτύρων.
为了让你们首先知道我所说的这些话是真实的,即他如何在奥罗波斯依附保护人居住、拥有充足的财产、并且既没有在比雷埃夫斯也没有在市区拿起武器,请听证人们的证词。
§15Μάρτυρες ὑπολείπεται τοίνυν αὐτῷ λέγειν ὡς τῷ μὲν σώματι διʼ ἀσθένειάν τινα γενομένην ἀδύνατος κατέστη βοηθῆσαι εἰς τὸν Πειραιᾶ, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἐπαγγειλάμενος αὐτὸς ἢ χρήματʼ εἰσενεγκεῖν εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἢ ὁπλίσαι τινὰς τῶν ἑαυτοῦ δημοτῶν, ὥσπερ καὶ ἄλλοι πολλοὶ τῶν πολιτῶν αὐτοὶ οὐ δυνάμενοι λῃτουργεῖν τοῖς σώμασιν.
证人因此,他剩下能说的是,由于当时发生了某种疾病,他身体上无法前往比雷埃夫斯协助,但他承诺利用现有的资源,要么亲自为你们的民众捐款,要么为他自己同区的一些居民提供武装,就像其他许多由于身体原因无法亲自服兵役的公民所做的那样。
§16ἵνα οὖν μὴ ἐγγένηται αὐτῷ ψευσαμένῳ ἐξαπατῆσαι, καὶ περὶ τούτων ἤδη σαφῶς ὑμῖν ἀποδείξω, ἐπειδὴ ὕστερον οὐκ ἐξέσται μοι παρελθόντι ἐνθάδʼ ἐλέγχειν αὐτόν.
因此,为了使他无法通过说谎来欺骗你们,我也将在这些事情上向你们明确证明,因为稍后我将无法站在这里反驳他。
καί μοι κάλει Διότιμον τὸν Ἀχαρνέα καὶ τοὺς αἱρεθέντας μετʼ αὐτοῦ τοὺς δημότας ὁπλίσαι ἀπὸ τῶν εἰσενεχθέντων χρημάτων.
请为我召唤阿哈奈区的迪奥蒂莫斯,以及与他一同被选出、负责用捐入的资金为同区居民提供武装的人。
§17Μαρτυρία τῶν Αἱρεθέντων μετὰ Διοτίμου οὗτος τοίνυν οὐχ ὅπως ὠφελήσει τὴν πόλιν ἐν τοιούτῳ καιρῷ καὶ τοιαύτῃ καταστάσει διενοήθη, ἀλλʼ ὅπως τι κερδανεῖ ἀπὸ τῶν ὑμετέρων συμφορῶν παρεσκευάσατο· ὁρμώμενος γὰρ ἐξ Ὠρωποῦ, τοτὲ μὲν αὐτὸς μόνος, τοτὲ δʼ ἑτέροις ἡγούμενος οἷς τὰ ὑμέτερα δυστυχήματα εὐτυχήματα ἐγεγόνει,
与迪奥蒂莫斯一同被选出的人的证词由此可见,这个人根本没有打算在这样的危机和如此的局势下帮助城邦,而是图谋如何从你们的不幸中牟利;因为他以奥罗波斯为基地,有时独自一人,有时带领着那些视你们的厄运为自己好运的人,

词汇与语法注释

  1. §9ἐπὶ προστάτου — 表示侨民(metoikos)法律地位的介词短语。这表明,在奥罗波斯,斐隆放弃了其公民权利,依附于一位保护人(prostates)作为登记注册的侨民居住。
  2. §10ὡς μὴ ἐβουλόμεθά γε πράττοντας — 由连词 ὡς 与现在分词 πράττοντας 以及否定词 μὴ 构成的条件分词短语。传达了一种虚拟语气的色彩,意为“如果我们当时的处境正如我们所不希望的那样(即如果我们遭遇了失败)”。
  3. §13καὶ ταῦτα — 一种惯用的副词性表达,意为“而且”、“尤其是”。它修饰其后的让步分词短语(ὡς φησι καὶ ἀστὸς γενόμενος),强调了斐隆身为土生土长的公民却放弃义务的荒谬性。
  4. §17οὐχ ὅπως — “οὐχ ὅπως... ἀλλὰ...”句式,意为“不仅不……反而……”。它否定了“帮助(ὠφελήσει)”城邦这一理所当然的义务,并突显了他企图从城邦的不幸中牟利这一更为恶劣的行为,形成了强烈的对比。

引用这一段

吕西亚斯, 控诉菲隆 §9-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg031.humanitext-grc2:9-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。