§1ὤιμην μέν, ὦ βουλή, οὐκ ἄν ποτʼ εἰς τοῦτο τόλμης Φίλωνα ἀφικέσθαι, ὥστε ἐθελῆσαι εἰς ὑμᾶς ἐλθεῖν δοκιμασθησόμενον· ἐπειδὴ δὲ οὐχ ἕν τι μόνον ἀλλὰ πολλὰ τολμηρός ἐστιν, §2ἐγὼ δὲ ὀμόσας εἰσῆλθον εἰς τὸ βουλευτήριον τὰ βέλτιστα βουλεύσειν τῇ πόλει, ἔνεστί τε ἐν τῷ ὅρκῳ ἀποφανεῖν εἴ τίς τινα οἶδε τῶν λαχόντων ἀνεπιτήδειον ὄντα βουλεύειν, ἐγὼ τὴν κατὰ τουτουὶ Φίλωνος ποιήσομαι κατηγορίαν, οὐ μέντοι γε ἰδίαν ἔχθραν οὐδεμίαν μεταπορευόμενος, οὐδὲ τῷ δύνασθαι καὶ εἰωθέναι λέγειν ἐν ὑμῖν ἐπαρθείς, ἀλλὰ τῷ πλήθει τῶν ἁμαρτημάτων αὐτοῦ πιστεύων, καὶ τοῖς ὅρκοις οἷς ὤμοσα ἐμμένειν ἀξιῶν.
众议员阁下,我本以为斐隆绝不至于如此大胆,以至于愿意来到你们面前接受资格审查;但既然他不仅在单单一件事上,而是在许多事上都胆大妄为,而我誓言进入议事厅要为城邦提出最善的建议,且誓词中包含:若有人知道抽签中选者中有谁不适合担任议员,应当予以举报,因此我将对这个斐隆提出控诉,这绝非出于追求任何私人恩怨,也不是因为我能在你们面前发言且习惯于此而得意忘形,而是凭信于他的累累罪行,并认为自己应当坚守所立的誓言。
§3γνώσεσθε μὲν οὖν ὅτι οὐκ ἀπὸ ἴσης παρασκευῆς ἐγώ τε τοῦτον ἐλέγξω οἷός ἐστι, καὶ οὗτος ἐπεχείρησε πονηρὸς εἶναι·
因此,你们将会明白,我揭露这个人本性所作的准备,与他企图作恶的行径,并不是在对等的基础上进行的。
ὅμως δʼ εἴ τι ἐγὼ ἐλλείποιμι τῷ λόγῳ τῆς κατηγορίας, οὐκ ἂν δίκαιος εἴη οὗτος διὰ τοῦτο ὠφεληθῆναι, ἀλλὰ μᾶλλον, ὅ τι ἱκανῶς διδάξαιμι, §4ἐκ τούτων ἀποδοκιμασθῆναι.
然而,即使我在控诉的演说中有什么遗漏,他也不应当因此而获益,相反地,更应该根据我所充分论证的内容,将其资格予以否决。
ἐνδεῶς μὲν γὰρ διὰ τὴν ἀπειρίαν πάντων τῶν τούτῳ πεπραγμένων, ἱκανῶς δὲ διὰ τὴν περὶ αὐτὸν κακίαν εἰρηκὼς ἂν εἴην.
因为一方面,由于对他所做过的一切缺乏经验,我的陈述可能有所不足,但另一方面,由于他自身的邪恶,我所说的已足够充分。
ἀξιῶ δὲ καὶ ὑμῶν οἵτινες δυνατώτεροι ἐμοῦ εἰσι λέγειν, ἀποφῆναι μείζω ὄντα αὐτοῦ τὰ ἁμαρτήματα, καὶ ἐξ ἂν ἐγὼ ὑπολίπω, πάλιν αὐτοὺς περὶ ὧν ἴσασι κατηγορῆσαι Φίλωνος· οὐ γὰρ ἐκ τῶν ὑπʼ ἐμοῦ μόνου λεγομένων δεῖ ὑμᾶς περὶ αὐτοῦ ὁποῖός ἐστι σκέψασθαι.
我也请求你们中比我更有能力演讲的人,指出他的罪行更为重大,并从我所遗留的部分开始,针对他们所了解的事情再次对斐隆提出控诉;因为你们不应当仅仅根据我一个人的陈述来判断他是个怎样的人。
§5ἐγὼ γὰρ οὐκ ἄλλους τινάς φημι δίκαιον εἶναι βουλεύειν περὶ ἡμῶν, ἢ τοὺς πρὸς τῷ εἶναι πολίτας καὶ ἐπιθυμοῦντας τούτου.
因为我主张,除了那些在身为公民之外、还强烈渴望成为公民的人之外,任何其他人来参与有关我们的议事都是不公正的。
τούτοις μὲν γὰρ μεγάλα τὰ διαφέροντά ἐστιν εὖ τε πράττειν τὴν πόλιν τήνδε καὶ ἀνεπιτηδείως διὰ τὸ ἀναγκαῖον σφίσιν αὐτοῖς ἡγεῖσθαι εἶναι μετέχειν τὸ μέρος τῶν δεινῶν, §6ὥσπερ καὶ τῶν ἀγαθῶν μετέχουσι·
对于这些人来说,这座城邦的昌盛或衰落有着极大的利害关系,因为他们认为分担可能来临的危难对他们而言是必然的,正如他们也分享福祉一样。
ὅσοι δὲ φύσει μὲν πολῖταί εἰσι, γνώμῃ δὲ χρῶνται ὡς πᾶσα γῆ πατρὶς αὐτοῖς ἐστιν ἐν ᾗ ἂν τὰ ἐπιτήδεια ἔχωσιν, οὗτοι δῆλοί εἰσιν ὅτι κἂν παρέντες τὸ τῆς πόλεως κοινὸν ἀγαθὸν ἐπὶ τὸ ἑαυτῶν ἴδιον κέρδος ἔλθοιεν διὰ τὸ μὴ τὴν πόλιν ἀλλὰ τὴν οὐσίαν πατρίδα ἑαυτοῖς ἡγεῖσθαι.
然而,那些天生是公民,却抱持着“只要能获得生活必需品,任何土地都是其祖国”这一想法的人,显然会抛弃城邦的共同利益而追求他们个人的私利,因为他们不把城邦,而把自己的财产视为祖国。
§7ἐγὼ τοίνυν ἀποφανῶ Φίλωνα τουτονὶ περὶ πλείονος ποιησάμενον τὴν ἰδίαν ἀσφάλειαν ἢ τὸν κοινὸν τῆς πόλεως κίνδυνον, καὶ ἡγησάμενον κρεῖττον εἶναι αὐτὸν ἀκινδύνως τὸν βίον διάγειν ἢ τὴν πόλιν σῴζειν ὁμοίως τοῖς ἄλλοις πολίταις κινδυνεύοντα.
因此,我将证明这个斐隆将个人的安全置于城邦共同的危难之上,并且认为自己毫无危险地度过一生,要比像其他公民那样冒着危险去拯救城邦更好。
§8οὗτος γάρ, ὦ βουλή, ὅτε ἡ συμφορὰ τῇ πόλει ἦν (ἧς ἐγώ, καθʼ ὅσον ἀναγκάζομαι, κατὰ τοσοῦτον μέμνημαι), ἐκκεκηρυγμένος ἐκ τοῦ ἄστεως ὑπὸ τῶν τριάκοντα μετὰ τοῦ ἄλλου πλήθους τῶν πολιτῶν τέως μὲν ᾤκει ἐν ἀγρῷ, ἐπειδὴ δὲ οἱ ἀπὸ Φυλῆς κατῆλθον εἰς τὸν Πειραιᾶ, καὶ οὐ μόνον οἱ ἐκ τῶν ἀγρῶν ἀλλὰ καὶ οἱ ἐκ τῆς ὑπερορίας οἱ μὲν εἰς τὸ ἄστυ οἱ δʼ εἰς τὸν Πειραιᾶ συνελέγοντο, καὶ καθʼ ὅσον ἕκαστος οἷός τʼ ἦν, κατὰ τοσοῦτον ἐβοήθει τῇ πατρίδι, τὰ ἐναντία ἅπασι τοῖς ἄλλοις πολίταις ἐποίησε·
因为,众议员阁下,当城邦遭遇那场灾难时(我只是在不得不提及的范围内才提到它),这个人被三十人僭主与其余的大批公民一起驱逐出市区,起初住在乡间;但是,当从斐莱来的人们回到比雷埃夫斯,不仅是乡间的人,甚至连国外的人也聚集起来,有的进入市区,有的进入比雷埃夫斯,每个人都在自己力所能及的范围内协助祖国时,他却做出了与所有其他公民完全相反的事。