Humanitext Reader

吕西亚斯 · 控诉菲隆 §18-26

菲隆掠夺乡民与不孝生母的恶行

第 3 段,共 4 段 · 希腊语

内容简介

说话者揭露了菲隆在乡间掠夺年迈贫穷市民的恶行,以及他母亲因不信任而将丧葬托付给外人的无耻行径,指责其背叛整个城邦却谋求议员资格的荒谬。

§18περιιὼν κατὰ τοὺς ἀγροὺς καὶ ἐντυγχάνων τῶν πολιτῶν τοῖς πρεσβυτάτοις, οἳ κατέμειναν ἐν τοῖς δήμοις ὀλίγα μὲν τῶν ἐπιτηδείων ἔχοντες, ἀναγκαῖα δέ, εὖνοι μὲν ὄντες τῷ πλήθει, ἀδύνατοι δὲ ὑπὸ τῆς ἡλικίας βοηθεῖν, τούτους ἀφῃρεῖτο τὰ ὑπάρχοντα, περὶ πλείονος ποιούμενος αὐτὸς μικρὰ κερδαίνειν ἢ ἐκείνους μηδὲν ἀδικεῖν·
他走遍乡间,遇到那些留在同区内的最年长市民,他们虽然只占有很少的生活必需品,但也仅是勉强维持,他们对民众怀有善意,但因年事已高而无法提供帮助;他却抢夺了他们的财产,认为自己获取微薄的利益,比不给他们带来任何不公更为重要。
οἳ νῦν αὐτὸν διʼ αὐτὸ τοῦτο οὐχ οἷοί τέ εἰσιν ἐπεξελθεῖν ἅπαντες, διʼ ὅπερ καὶ τότε ἀδύνατοι τῇ πόλει βοηθεῖν ἦσαν.
正因这同一个原因,如今他们无法全体站出来控告他,正如当时他们也因这个原因而无法帮助城邦。
§19οὐ μέντοι τοῦτόν γε χρὴ διὰ τὴν ἐκείνων ἀδυναμίαν δὶς ὠφεληθῆναι, τότε τʼ ἀφελόμενον ἃ εἶχον, νῦν τε δοκιμασθέντα ὑφʼ ὑμῶν·
然而,决不能因为他们的无能而让这个人两次获利——一次是当时夺走了他们的财产,另一次是现在被你们批准通过。
ἀλλὰ κἂν ὁστισοῦν παραγένηται τῶν ἀδικηθέντων, μέγα αὐτὸ ἡγήσασθε εἶναι, καὶ τοῦτον ὑπερμισήσατε, ὅστις ἐτόλμησεν, οἷς ἕτεροι διδόναι παρʼ ἑαυτῶν τι προῃροῦντο διὰ τὴν ἀπορίαν οἰκτίραντες αὐτούς, τούτων ἀφαιρεῖσθαι τὰ ὑπάρχοντα.
哪怕受害者中仅有任何一人出庭,也请你们视之为重大事件,并无比痛恨这个竟敢抢夺他们财产的人,因为其他人因怜悯他们的困境,甚至宁愿从自己那里拿出一些东西给予他们。
κάλει μοι τοὺς μάρτυρας.
请为我传唤证人。
§20Μάρτυρες οὐ τοίνυν ἔγωγε οἶδα ὅ τι ὑμᾶς διαφερόντως δεῖ γιγνώσκειν περὶ αὐτοῦ ἢ οἱ οἰκεῖοι γιγνώσκουσι· τοιαῦτα γάρ ἐστιν, ὥστʼ εἰ καὶ μηδὲν αὐτῷ ἄλλο ἡμάρτητο, διὰ μόνα ταῦτα δίκαιον εἶναι ἀποδοκιμασθῆναι.
证人因此,我实在不知道,你们对他的看法,为什么应该与他的亲属对他的看法有所不同;因为他的所作所为是如此恶劣,以至于即使他没有犯下其他任何过错,仅凭这些也理应被否决。
οἷα μὲν οὖν ζῶσα ἡ μήτηρ αὐτοῦ κατηγόρει, παρήσω· ἐξ ὧν δὲ τελευτῶσα τὸν βίον διεπράξατο τεκμαιρομένοις ῥᾴδιόν ἐστιν ὑμῖν γνῶναι ὁποῖός τις ἦν περὶ αὐτήν.
至于他的母亲在世时对他有什么控诉,我就不予提及了;但从她结束生命时的所作所为中推测,你们很容易知道他对待母亲是怎样一个人。
§21ἐκείνη γὰρ τούτῳ μὲν ἠπίστησεν ἀποθανοῦσαν ἑαυτὴν ἐπιτρέψαι, Ἀντιφάνει δὲ οὐδὲν προσήκουσα πιστεύσασα ἔδωκεν εἰς τὴν ἑαυτῆς ταφὴν τρεῖς μνᾶς ἀργυρίου, παραλιποῦσα τοῦτον ὑὸν ὄντα ἑαυτῆς.
因为她不信任这个人,不敢在自己死后将自己托付给他,而是信任了与她毫无亲属关系的安提帕奈,给了他三麦那银子作为自己的丧葬费,却把这个身为亲生儿子的人撇在一旁。
ἆρα δῆλον ὅτι εὖ ᾔδει αὐτὸν οὐδὲ διὰ τὸ προσήκειν αὐτῇ τὰ δέοντα ἂν ποιήσαντα;
这难道不是很明显,她深知他甚至不会因为与她的母子关系而履行应尽的义务吗?
§22καίτοι εἰ μήτηρ, ἣ πέφυκε καὶ ἀδικουμένη ὑπὸ τῶν ἑαυτῆς παίδων μάλιστα ἀνέχεσθαι καὶ μίκρʼ ὠφελουμένη μεγάλα ἔχειν ἡγεῖσθαι διὰ τὸ εὐνοίᾳ μᾶλλον ἢ ἐλέγχῳ τὰ γιγνόμενα δοκιμάζειν, ἐνόμιζε τοῦτον κἂν ἀπὸ τεθνεώσης φέρειν ἑαυτῆς, τί χρὴ ὑμᾶς περὶ αὐτοῦ διανοηθῆναι;
然而,如果是母亲——她本天生最能容忍自己孩子的伤害,且只要得到微小的帮助,就因其凭借爱意而非理智审视来评价所发生的事,从而将其视作莫大的恩惠——连她都认为这个人在她死后甚至还会从她身上抢夺财物,那么你们对他又该作何感想呢?
§23ὅστις γὰρ περὶ τοὺς ἑαυτοῦ ἀναγκαίους τοιαῦτα ἁμαρτάνει ἁμαρτήματα, τί ἂν περί γε τοὺς ἀλλοτρίους ποιήσειεν;
一个对自己的至亲都能犯下如此罪过的人,对陌生人又会做出什么事呢?
ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ ἐστιν, ἀκούσατε αὐτοῦ τοῦ λαβόντος τὸ ἀργύριον καὶ θάψαντος αὐτήν.
为了证明这些也是真实的,请听取这位亲自收了钱并埋葬了她的证人的证词。
§24Μαρτυρία τί ἂν οὖν βουληθέντες ὑμεῖς τοῦτον δοκιμάσαιτε;
证言那么,你们是出于什么愿望想要批准这个人呢?
πότερον ὡς οὐχ ἡμαρτηκότα;
是因为他没有犯过错吗?
ἀλλὰ τὰ μέγιστα περὶ τὴν πατρίδα ἠδίκηκεν·
但他对祖国犯下了最大的罪行。
ἀλλʼ ὡς ἔσται βελτίων;
还是因为他会变得更好?
τοιγάρτοι πρότερον βελτίων γενόμενος περὶ τὴν πόλιν ὕστερον βουλεύειν ἀξιούτω, φανερόν τι ἀγαθὸν ὥσπερ τότε κακὸν ποιήσας.
既然如此,就让他先对城邦表现得更好,以后再要求当议员吧,就像他当时行恶一样,如今先做些显而易见的善事。
σωφρονέστερον γάρ ἐστιν ὕστερον πᾶσι τῶν ἔργων τὰς χάριτας ἀποδιδόναι· δεινὸν γὰρ ἔμοιγε δοκεῖ εἶναι, εἰ ἐξ ὧν μὲν ἤδη ἡμάρτηκε μηδέποτε τιμωρηθήσεται, ἐξ ὧν δὲ μέλλει εὖ ποιήσειν ἤδη τετιμήσεται.
因为在众人立功之后再予以回报,才是更明智的做法;因为在我看来,如果他已经犯下的过错永不受到惩罚,而将要做的善行却现在就受到表彰,这未免太可怕了。
§25ἀλλʼ ἄρα ἵνα βελτίους ὦσιν οἱ πολῖται ὁρῶντες ἅπαντας ὁμοίως τιμωμένους, διὰ τοῦτο δοκιμαστέος ἐστίν;
难道批准他是为了让公民们在看到所有人同样受到尊重时,自己也变得更好吗?
ἀλλὰ κίνδυνος καὶ τοὺς χρηστούς ἐὰν αἰσθάνωνται ὁμοίως τοῖς πονηροῖς τιμώμενοι, παύσεσθαι τῶν χρηστῶν ἐπιτηδευμάτων, τῶν αὐτῶν ἡγουμένους εἶναι τούς τε κακοὺς τιμᾶν καὶ τῶν ἀγαθῶν ἀμνημονεῖν· ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι,
但危险在于,即使是善良的人,如果察觉到自己与恶人受到同等的尊重,也会放弃高尚的追求,认为尊重恶人与遗忘善人是同一回事。
§26ὅτι εἰ μέν τις φρούριόν τι προὔδωκεν ἢ ναῦν ἢ στρατόπεδόν τι, ἐν ᾧ μέρος τι ἐτύγχανε τῶν πολιτῶν ὄν, ταῖς ἐσχάταις ἂν ζημίαις ἐζημιοῦτο, οὗτος δὲ προδοὺς ὅλην τὴν πόλιν οὐχ ὅπως μὴ τιμωρηθήσεται ἀλλὰ καὶ ὅπως τιμήσεται παρασκευάζεται.
还有这一点也值得深思:如果有人背叛了一个堡垒、一艘船或一个军营,而其中恰好有一部分公民,他就会受到最严厉的惩罚;而这个人背叛了整个城邦,却不仅图谋不被惩罚,还图谋受到表彰。
καίτοι δικαίως γʼ ἄν, ὅστις φανερῶς ὥσπερ οὗτος προὔδωκε τὴν ἐλευθερίαν, οὐ περὶ τοῦ βουλεύειν ἀλλὰ περὶ τοῦ δουλεύειν καὶ τῆς μεγίστης τιμωρίας ἀγωνίζοιτο.
然而,一个像他这样公然背叛自由的人,理所应当不是在为能否成为议员而辩护,而是在为是否成为奴隶以及接受最严厉的惩罚而受审。

词汇与语法注释

  1. §18οἳ νῦν αὐτὸν διʼ αὐτὸ τοῦτο οὐχ οἷοί τέ εἰσιν ἐπεξελθεῖν ἅπαντες — 主语 "οἳ" 指代前文提到的年迈市民,"διʼ αὐτὸ τοῦτο"(正因这同一个原因)指代他们如今年事已高且贫困无力(即 "ἀδύνατοι ὑπὸ τῆς ἡλικίας"),这既是他们当时无法救助城邦的原因,也是现在无法起诉他的原因。
  2. §19κἂν ὁστισοῦν παραγένηται τῶν ἀδικηθέντων — "κἂν"(καὶ ἐάν,即便)与不定代词 "ὁστισοῦν"(任何人)结合,表示一种让步或条件语气:“哪怕受害者中仅有任何一人出庭”。这强调了在受害者普遍因年迈无力出庭的情况下,哪怕只有一人到场,也应被视作极其重大的事情。
  3. §21οὐδὲ διὰ τὸ προσήκειν αὐτῇ τὰ δέοντα ἂν ποιήσαντα — "ἂν ποιήσαντα" 是带 "ἄν" 的分词,用作动词 "ᾔδει"(知道)的补充分词,在间接引语中相当于虚拟或潜在语气(即 "ἂν ἐποίησεν" 或 "ἂν ποιήσειεν"),表示“他甚至不会因为与她的亲属关系而履行应尽的义务(她深知这一点)”。
  4. §22ἐνόμιζε τοῦτον κἂν ἀπὸ τεθνεώσης φέρειν ἑαυτῆς — 动词 "φέρειν" 在此处意为“掠夺”或“强夺”。"κἂν ἀπὸ τεθνεώσης... ἑαυτῆς" 意为“甚至从死后的她自己身上(掠夺)”,生动地表现了母亲对儿子贪婪无耻、甚至会窃取其丧葬费的恐惧。
  5. §24τοιγάρτοι πρότερον βελτίων γενόμενος περὶ τὴν πόλιν ὕστερον βουλεύειν ἀξιούτω — 句子由语气词 "τοιγάρτοι"(因此,确实)引导,其中分词 "βελτίων γενόμενος"(先变得更好)表示时间或条件,主动词为第三人称单数命令式 "ἀξιούτω"(让其要求),从而对菲隆谋求未来的议员资格进行了有力的驳斥。
  6. §26οὐχ ὅπως μὴ τιμωρηθήσεται ἀλλὰ καὶ ὅπως τιμήσεται παρασκευάζεται — 相关结构 "οὐχ ὅπως ... ἀλλὰ καί" 意为“不仅不……反而甚至……”。由 "ὅπως" 引导的从句作为动词 "παρασκευάζεται"(图谋、策划)的宾语从句,表示其企图达到的目的。

引用这一段

吕西亚斯, 控诉菲隆 §18-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg031.humanitext-grc2:18-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。