§27ἀκούω δʼ αὐτὸν λέγειν ὡς, εἴ τι ἦν ἀδίκημα τὸ μὴ παραγενέσθαι ἐν ἐκείνῳ τῷ καιρῷ, νόμος ἂν ἔκειτο περὶ αὐτοῦ διαρρήδην, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἀδικημάτων.
我听说他辩称,如果在那个危急关头没有到场也是一种罪行,那么就应该像针对其他罪行一样,有明文规定的法律对此予以惩处。
οὐ γὰρ οἴεται ὑμᾶς γνώσεσθαι ὅτι διὰ τὸ μέγεθος τοῦ ἀδικήματος οὐδεὶς περὶ αὐτοῦ ἐγράφη νόμος.
因为他以为你们不会想到,正是因为这一罪行过于重大,才没有任何法律针对它而制定。
τίς γὰρ ἄν ποτε ῥήτωρ ἐνεθυμήθη ἢ νομοθέτης ἤλπισεν ἁμαρτήσεσθαί τινα τῶν πολιτῶν τοσαύτην ἁμαρτίαν;
因为,有哪位演说家曾想到过,又有哪位立法者曾预料到,会有公民犯下如此巨大的过错呢?
§28οὐ γὰρ ἂν δήπου, εἰ μέν τις λίποι τὴν τάξιν μὴ αὐτῆς τῆς πόλεως ἐν κινδύνῳ οὔσης ἀλλʼ ἑτέρους εἰς τοῦτο καθιστάσης, ἐτέθη νόμος ὡς μεγάλα ἀδικοῦντος, εἰ δέ τις αὐτῆς τῆς πόλεως ἐν κινδύνῳ οὔσης λίποι τὴν πόλιν αὐτήν, οὐκ ἂν ἄρα ἐτέθη.
因为,如果有人在城邦自身并未面临危险,而是让其他人陷入危险时开小差,法律尚且规定这是重罪;那么当城邦自身面临危险时,如果有人抛弃了城邦本身,难道反而不会制定法律来惩处吗?
σφόδρα γʼ ἄν, εἴ τις ᾠήθη τινὰ τῶν πολιτῶν ἁμαρτήσεσθαί τι τοιοῦτόν ποτε.
绝对会制定的,只要有人曾想到过会有哪个公民居然做出这种事来。
§29τίς δʼ οὐκ ἂν εἰκότως ἐπιτιμήσειεν ὑμῖν, εἰ τοὺς μετοίκους μέν, ὅτι οὐ κατὰ τὸ προσῆκον ἑαυτοῖς ἐβοήθησαν τῷ δήμῳ, ἐτιμήσατε ἀξίως τῆς πόλεως, τοῦτον δέ, ὅτι παρὰ τὸ προσῆκον ἑαυτῷ προὔδωκε τὴν πόλιν, μὴ κολάσετε, εἰ μή γε ἄλλῳ τινὶ μείζονι, τῇ γε παρούσῃ ἀτιμίᾳ;
如果你们因为外邦人在没有义务的情况下帮助了民众,就给予了他们配得上城邦的荣誉,却对这个违背义务、背叛城邦的人,若不用其他更重的惩罚,至少也不用眼前的剥夺公民权来予以惩处,那么有谁不会理所当然地指责你们呢?
§30ἀναμνήσθητε δὲ διʼ ὅ τι ποτὲ τοὺς ἀγαθοὺς ἄνδρας γενομένους περὶ τὴν πόλιν τιμᾶτε καὶ τοὺς κακοὺς ἀτιμάζετε.
请你们回想一下,究竟是为了什么,你们要表彰那些对城邦做出了贡献的好人,并贬低那些坏人。
ἐδείχθη γὰρ ἀμφότερα ταῦτα οὐ τῶν γεγενημένων μᾶλλόν τι ἕνεκα ἢ τῶν γενησομένων, ἵνʼ ἀγαθοὶ προθυμῶνται γίγνεσθαι ἐκ παρασκευῆς, κακοὶ δὲ μηδὲ ἐξ ἑνὸς τρόπου ἐπιχειρῶσιν.
因为这两项政策的确立,与其说是为了过去已发生的事,不如说是为了将来要发生的事,好让好人们能有备无患地争相行善,而恶人们则绝不敢以任何方式企图作恶。
§31ἔτι δὲ ἐνθυμήθητε· ποίων ἂν ὑμῖν δοκεῖ οὗτος ὅρκων φροντίσαι, ὃς ἔργω τοὺς πατρίους θεοὺς προὔδωκεν;
此外,请再想想:一个在实际上背叛了祖先神灵的人,你们认为他会看重什么样的誓言?
ἢ πῶς ἂν χρηστόν τι βουλεῦσαι περὶ τῆς πολιτείας, ὅς οὐδὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐβουλήθη;
一个连解放祖国都不愿意的人,又怎能为国家政制提出什么有益的建议?
ἢ ποῖα ἂν ἀπόρρητα τηρῆσαι, ὃς οὐδὲ τὰ προειρημένα ποιῆσαι ἠξίωσε;
一个连事先规定的义务都不屑去履行的人,又怎能保守什么秘密?
πῶς δʼ εἰκός ἐστι τοῦτον, ὃς οὐδὲ τελευταῖος ἐπὶ τοὺς κινδύνους ἦλθε, πρότερον τῶν κατεργασαμένων καὶ οὕτω νῦν τιμηθῆναι;
而这个连在危险面前殿后都做不到的人,竟然要比那些完成大业的人更早受到表彰,而且还是以这种方式,这又怎能说是合理的呢?
σχέτλιον δʼ ἂν εἴη, εἰ οὗτος μὲν ἅπαντας τοὺς πολίτας περὶ οὐδενὸς ἡγήσατο, ὑμεῖς δὲ τοῦτον ἕνα ὄντα μὴ ἀποδοκιμάσαιτε.
如果他把所有公民都视若无物,而你们却不否决这区区一个人,那将是极不讲理的。
§32ὁρῶ δέ τινας οἳ νῦν μὲν τούτῳ παρασκευάζονται βοηθεῖν καὶ δεῖσθαι ὑμῶν, ἐπειδὴ ἐμὲ οὐκ ἐδύναντο πεῖσαι· τότε δέ, ὅτε οἱ κίνδυνοι μὲν ὑμῖν καὶ οἱ μέγιστοι ἀγῶνες ἦσαν, τὰ δὲ ἆθλα αὐτὴ ἡ πολιτεία ἔκειτο, καὶ ἔδει οὐ μόνον περὶ τοῦ βουλεύειν ἀλλὰ καὶ περὶ τῆς ἐλευθερίας ἀγωνίζεσθαι, τότε οὐκ ἐδέοντο αὐτοῦ βοηθῆσαι καὶ ὑμῖν καὶ κοινῇ τῇ πόλει, καὶ μὴ προδοῦναι μήτε τὴν πατρίδα μήτε τὴν βουλήν, ἧς νῦν ἀξιοῖ τυχεῖν οὐ μετὸν αὐτῷ, ἄλλων γε κατεργασαμένων.
我还看到有些人,因为无法说服我,现在正准备帮助这个人并向你们求情;但在当时,当你们面临危险和最重大的斗争,而摆在面前的奖赏就是国家政制本身,不仅要为成为议员、还要为自由而战的时候,他们却没有求他去帮助你们和共同的城邦,也未求他不要背叛祖国和议会——这议会如今他竟要求加入,尽管他毫无份国,而是由其他人完成大业的。
§33μόνος δή, ὦ βουλή, δικαίως οὐδʼ ἂν ἀγανακτοίη μὴ τυχών· οὐ γὰρ ὑμεῖς νῦν αὐτὸν ἀτιμάζετε, ἀλλʼ αὐτὸς αὑτὸν τότε ἀπεστέρησεν, ὅτε οὐκ ἠξίωσεν, ὥσπερ νῦν προθύμως κληρωσόμενος ἦλθε, καὶ τότε διαμαχούμενος περὶ αὐτῆς καταστῆναι μεθʼ ὑμῶν.
因此,议会的诸位,唯独这个人,即使失败了也完全没有理由感到愤怒;因为现在贬低他的并不是你们,而是他自己在当时剥夺了自己的权利——当时他并不屑于像现在热切地来抽签一样,与你们并肩站在一起为国家政制战至最后。
§34ἱκανά μοι νομίζω εἰρῆσθαι, καίτοι πολλά γε παραλιπών· ἀλλὰ πιστεύω ὑμᾶς καὶ ἄνευ τούτων αὐτοὺς τὰ συμφέροντα τῇ πόλει γνώσεσθαι.
我认为我已经说了足够多的话,尽管我略过了许多事情;但我相信,即使没有这些,你们自己也会知道对城邦有利的是什么。
οὐ γὰρ ἄλλοις τισὶν ὑμᾶς δεῖ περὶ τῶν ἀξίων ὄντων βουλεύειν τεκμηρίοις χρῆσθαι ἢ ὑμῖν αὐτοῖς, ὁποῖοί τινες ὄντες αὐτοὶ περὶ τὴν πόλιν ἐδοκιμάσθητε.
因为你们在讨论谁是合格的人时,无需使用其他任何证据,只需以你们自己为准,想想你们自己是以怎样的为人而在城邦中通过审查的。
ἔστι γὰρ τὰ τούτου ἐπιτηδεύματα καινὰ παραδείγματα καὶ πάσης δημοκρατίας ἀλλότρια.
因为这个人的行径是前所未有的恶劣先例,与任何民主制度都格格不入。