Humanitext Reader

吕西亚斯 · 控诉尼科马科斯 §9-17

参与处死克莱奥丰与篡改公共祭祀的罪行

第 2 段,共 4 段 · 希腊语

内容简介

原告揭发了尼科马克斯过去参与寡头阴谋、并通过其出示的法律致使克莱奥丰被处死的罪行,驳斥了他自称“民主派”的辩解,并对尼科马克斯关于修改公共祭祀的“不敬神”指控进行了反驳。

§9ἔτι δὲ εἶναι θαυμαστὸν νομίζω Νικόμαχον ἑτέροις ἀδίκως μνησικακεῖν ἀξιοῦν, ὃν ἐγὼ ἐπιβουλεύσαντα τῷ πλήθει ἀποδείξω.
此外,我认为令人惊异的是,尼科马克斯竟然认为自己有权对他人怀恨在心,而我将证明他自己曾合谋危害民众。
καί μου ἀκούσατε· δίκαιον γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῶν τοιούτων ἀνθρώπων τὰς τοιαύτας κατηγορίας ἀποδέχεσθαι, οἵτινες τότε συγκαταλύσαντες τὸν δῆμον νυνὶ δημοτικοί φασιν εἶναι.
请听我说;因为,诸位陪审员,接受针对这类人的指控是公正的,他们当年共同颠覆了民主政体,现在却声称自己是民主派。
§10ἐπειδὴ γὰρ ἀπολομένων τῶν νεῶν ἡ μετάστασις ἐπράττετο, Κλεοφῶν τὴν βουλὴν ἐλοιδόρει, φάσκων συνεστάναι καὶ οὐ τὰ βέλτιστα βουλεύειν τῇ πόλει.
因为在船只损失、政体变更正在策划之时,克莱奥丰指责议事会,声称他们正在结党营私,没有为城邦谋求最佳利益。
Σάτυρος δʼ ὁ Κηφισιεὺς βουλεύων ἔπεισε τὴν βουλὴν δήσαντας αὐτὸν παραδοῦναι δικαστηρίῳ.
而凯菲西亚的议员萨提罗斯则说服议事会,将克莱奥丰捆绑并移交法廷。
οἱ δὲ βουλόμενοι αὐτὸν ἀπολέσαι, §11δεδιότες μὴ οὐκ ἀποκτείνωσιν ἐν τῷ δικαστηρίῳ, πείθουσι Νικόμαχον νόμον ἀποδεῖξαι ὡς χρὴ καὶ τὴν βουλὴν συνδικάζειν.
而那些想要毁灭他的人,害怕在法廷上无法将他处死,便说服尼科马克斯出示一项法律,规定议事会也必须参与审判。
καὶ ὁ πάντων οὗτος πονηρότατος οὕτως φανερῶς συνεστασίασεν, ὥστε τῇ ἡμέρᾳ ᾗ ἡ κρίσις ἐγένετο ἀποδεῖξαι τὸν νόμον.
这个世上最邪恶的家伙,竟然如此公然地参与合谋,以至于在审判进行的那一天,他就出示了这项法律。
§12Κλεοφῶντος τοίνυν, ὦ ἄνδρες δικασταί, ἕτερα μὲν ἄν τις ἔχοι κατηγορῆσαι· τοῦτο δὲ παρὰ πάντων ὁμολογεῖται, ὅτι οἱ καταλύοντες τὸν δῆμον ἐκεῖνον ἐβούλοντο μάλιστα τῶν πολιτῶν ἐκποδὼν γενέσθαι, καὶ ὅτι Σάτυρος καὶ Χρέμων οἱ τῶν τριάκοντα γενόμενοι οὐχ ὑπὲρ ὑμῶν ὀργιζόμενοι Κλεοφῶντος κατηγόρουν, ἀλλʼ ἵνα ἐκεῖνον ἀποκτείναντες αὐτοὶ αὑτοὶ ὑμᾶς κακῶς ποιῶσι.
诸位陪审员,关于克莱奥丰,人们或许还有其他的指控;但这却是所有人公认的:那些颠覆民主政体的人最想除掉的公民就是他,而且后来成为“三十人”成员的萨提罗斯和克雷蒙,并不是为了你们的利益而愤怒指控克莱奥丰,而是为了在杀死他之后,他们自己可以肆意加害你们。
§13καὶ ταῦτα διεπράξαντο διὰ τὸν νόμον ὃν Νικόμαχος ἀπέδειξεν.
他们正是借助尼科马克斯出示的那项法律实现了这一目的。
εἰκὸς τοίνυν, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθαι καὶ ὁπόσοι ὑμῶν ἐνόμιζον Κλεοφῶντα κακὸν πολίτην εἶναι, ὅτι καὶ τῶν ἐν τῇ ὀλιγαρχίᾳ ἀποθανόντων ἴσως τις ἦν πονηρός, ἀλλʼ ὅμως καὶ διὰ τοὺς τοιούτους ὠργίζεσθε τοῖς τριάκοντα, ὅτι οὐ τῶν ἀδικημάτων ἕνεκα ἀλλὰ κατὰ στάσιν αὐτοὺς ἀπέκτειναν.
因此,诸位陪审员,即便你们当中有些人过去认为克莱奥丰是个坏公民,也理应考虑到:在寡头统治下被杀的人中,或许也有一些是恶人,但你们依然为了这样的人对“三十人”感到愤怒,因为他们处死这些人并不是因为其罪行,而是出于派系斗争。
§14ἐὰν οὖν πρὸς ταῦτα ἀπολογῆται, τοσοῦτον μέμνησθε, ὅτι ἐν τοιούτῳ καιρῷ τὸν νόμον ἀπέδειξεν ἐν ᾧ ἡ πολιτεία μεθίστατο, καὶ τούτοις χαριζόμενος οἳ τὸν δῆμον κατέλυσαν, καὶ ταύτην τὴν βουλὴν συνδικάζειν ἐποίησεν ἐν ᾗ Σάτυρος μὲν καὶ Χρέμων μέγιστον ἐδύναντο, Στρομβιχίδης δὲ καὶ Καλλιάδης καὶ ἕτεροι πολλοὶ καὶ καλοὶ κἀγαθοὶ τῶν πολιτῶν ἀπώλλυντο.
因此,如果他对这些指控进行辩解,请你们只需记住:他出示那项法律是在政体发生变革的如此危急关头,并且是为了讨好那些颠覆民主政体的人,他还使得那个萨提罗斯和克雷蒙拥有最大权力的议事会参与审判,而斯特隆比希德斯、卡里亚德斯以及其他许多优秀的公民就在那里走向了毁灭。
§15καὶ περὶ τούτων οὐδένα ἂν ἐποιησάμην λόγον, εἰ μὴ ᾐσθανόμην αὐτὸν ὡς δημοτικὸν ὄντα πειρασόμενον παρὰ τὸ δίκαιον σῴζεσθαι, καὶ τῆς εὐνοίας τῆς εἰς τὸ πλῆθος τεκμηρίῳ χρησόμενον ὅτι ἔφυγεν.
如果我没有察觉到他企图假借民主派的身份,违背正义来保全自己,并企图将自己的流亡作为对民众忠诚的证据,我是绝不会提及这些事情的。
ἐγὼ δὲ καὶ ἑτέρους ἂν ἔχοιμι ἐπιδεῖξαι τῶν συγκαταλυσάντων τὸν δῆμον τοὺς μὲν ἀποθανόντας, τοὺς δὲ φυγόντας τε καὶ οὐ μετασχόντας τῆς πολιτείας, §16ὥστε οὐδένα εἰκὸς αὐτῷ τούτου ὑπόλογον γενέσθαι.
但我可以指出,其他共同颠覆民主政体的人中,有的死去了,有的流亡在外且没有参与那时的政权,因此,不应当将此事归功于他。
τοῦ μὲν γὰρ ὑμᾶς φυγεῖν μέρος τι καὶ οὗτος συνεβάλετο, τοῦ δὲ τοῦτον κατελθεῖν τὸ πλῆθος τὸ ὑμέτερον αἴτιον ἐγένετο.
因为对于你们的流亡,他自己也有过一份“贡献”;而对于他的重返家园,你们的民众才是真正的原因。
ἔτι δὲ καὶ δεινόν, εἰ ὧν μὲν ἄκων ἔπαθε χάριν αὐτῷ εἴσεσθε, ὧν δʼ ἑκὼν ἐξήμαρτε μηδεμίαν τιμωρίαν ποιήσεσθε.
况且,如果对于他违背意愿所遭受的痛苦,你们向他表示感谢,而对于他自愿犯下的罪行,你们却不施加任何惩罚,那将是极其荒谬的。
§17πυνθάνομαι δὲ αὐτὸν λέγειν ὡς ἀσεβῶ καταλύων τὰς θυσίας.
我听说他声称我废除祭祀犯下了不敬神之罪。
ἐγὼ δʼ εἰ μὲν νόμους ἐτίθην περὶ τῆς ἀναγραφῆς, ἡγούμην ἂν ἐξεῖναι Νικομάχῳ τοιαῦτα εἰπεῖν περὶ ἐμοῦ· νῦν δὲ τοῖς κοινοῖς καὶ κειμένοις ἀξιῶ τοῦτον πείθεσθαι.
但如果是我在制定关于法律抄写的法律,我还会认为尼科马克斯可以说我这些闲话;然而实际上,我只是要求他遵守公共和已确立的法律。
θαυμάζω δὲ εἰ μὴ ἐνθυμεῖται, ὅταν ἐμὲ φάσκῃ ἀσεβεῖν λέγοντα ὡς χρὴ θύειν τὰς θυσίας τὰς ἐκ τῶν κύρβεων καὶ τῶν στηλῶν κατὰ τὰς συγγραφάς, ὅτι καὶ τῆς πόλεως κατηγορεῖ· ταῦτα γὰρ ὑμεῖς ἐψηφίσασθε.
我感到奇怪的是,当他声称我“主张应当按照协议、根据木碑和石碑上的规定来举行祭祀”是犯了不敬神之罪时,他没有想到自己其实也在指控城邦;因为这些正是你们所决议的。
ἔπειτα εἰ ταῦτα νομίζεις δεινά, ἦ που σφόδρα ἐκείνους ἡγεῖ ἀδικεῖν,
接下来,如果你认为这些规定是骇人听闻的,那么你无疑是在认为那些人犯了极大的错误,

词汇与语法注释

  1. §9ὃν ἐγὼ ἐπιβουλεύσαντα τῷ πλήθει ἀποδείξω — 附属于表示展示、宣告的动词(此处为 `ἀποδείξω`)的补充性分词结构。关系代词 `ὃν`(先行词为 `Νικόμαχον`)充当分词 `ἐπιβουλεύσαντα` 的逻辑主语(宾格),整句意为“我将证明他曾合谋危害民众”。
  2. §11δεδιότες μὴ οὐκ ἀποκτείνωσιν — 紧随表示恐惧的动词/分词(`δεδιότες`)之后,使用 `μὴ οὐκ` 搭配虚拟语气的结构,表示否定性的担忧,意为“害怕无法将其处死”。
  3. §13εἰκὸς τοίνυν... ἐνθυμεῖσθαι καὶ ὁπόσοι ὑμῶν... ὅτι... — 无人称表达 `εἰκὸς [ἐστί]`(“……是合情合理的”)支配不定式 `εἰκὸς [ἐστί]`。该不定式以关系从句 `ὁπόσοι ὑμῶν...`(“你们当中凡是……的人”)为逻辑主语,其思考的具体内容则由后面的 `ὅτι` 从句引出。
  4. §17θαυμάζω δὲ εἰ μὴ ἐνθυμεῖται... ὅτι... — 表示惊异的动词 `θαυμάζω` 后接 `εἰ` 从句(表示“是否/……这一事实”),在此从句内部又包含一个由 `ὅταν` 引导的时间状语从句,而 `ἐνθυμεῖται` 的宾语则由后面的 `ὅτι` 从句承接。整句构成“我感到奇怪的是,他没有想到……这一事实”的嵌套结构。

引用这一段

吕西亚斯, 控诉尼科马科斯 §9-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg030.humanitext-grc2:9-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。