§1ἤδη, ὦ ἄνδρες δικασταί, τινὲς εἰς κρίσιν καταστάντες ἀδικεῖν μὲν ἔδοξαν, ἀποφαίνοντες δὲ τὰς τῶν προγόνων ἀρετὰς καὶ τὰς σφετέρας αὐτῶν εὐεργεσίας συγγνώμης ἔτυχον παρʼ ὑμῶν.
诸位陪审员,过去有些人在受审时,虽然被认为犯有罪行,但通过展示他们祖先的功德和他们自己的恩惠,便从你们那里获得了宽恕。
ἐπειδὴ τοίνυν καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε, ἐάν τι ἀγαθὸν φαίνωνται τὴν πόλιν πεποιηκότες, ἄξιον καὶ τῶν κατηγόρων ὑμᾶς ἀκροάσασθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πάλαι πονηροὺς ὄντας.
既然当被告表明他们曾为城邦做过好事时,你们会予以接受,那么,当原告证明被告长期以来一直是个恶棍时,你们也理应倾听原告的陈述。
ὅτι μὲν τοίνυν ὁ πατὴρ ὁ Νικομάχου δημόσιος ἦν, §2καὶ οἷα νέος ὢν οὗτος ἐπετήδευσε, καὶ ὅσα ἔτη γεγονὼς εἰς τοὺς φράτερας εἰσήχθη, πολὺ ἂν ἔργον εἴη, λέγειν·
那么,尼科马科斯的父亲是一名公奴,以及他年轻时的所作所为,和他在多少岁时被引入胞族,要说清楚将是一件极其繁重的工作。
ἐπειδὴ δὲ τῶν νόμων ἀναγραφεὺς ἐγένετο, τίς οὐκ οἶδεν οἷα τὴν πόλιν ἐλυμήνατο;
但是,自从他成为法律抄写员以来,谁不知道他给城邦带来了怎样的危害?
προσταχθὲν γὰρ αὐτῷ τεττάρων μηνῶν ἀναγράψαι τοὺς νόμους τοὺς Σόλωνος, ἀντὶ μὲν Σόλωνος αὑτὸν νομοθέτην κατέστησεν, ἀντὶ δὲ τεττάρων μηνῶν ἑξέτη τὴν ἀρχὴν ἐποιήσατο, καθʼ ἑκάστην δὲ ἡμέραν ἀργύριον λαμβάνων τοὺς μὲν ἐνέγραφε τοὺς δὲ ἐξήλειφεν.
因为,尽管他被命令在四个月内抄写完梭伦的法律,他却把自己立为立法者以取代梭伦,将他的任期从四个月延长到了六年,并且每天收受银钱,将一些法律写进去,而将另一些法律抹去。
§3εἰς τοῦτο δὲ κατέστημεν ὥστε ἐκ τῆς τούτου χειρὸς ἐταμιευόμεθα τοὺς νόμους καὶ οἱ ἀντίδικοι ἐπὶ τοῖς δικαστηρίοις ἐναντίους παρείχοντο, ἀμφότεροι παρὰ Νικομάχου φάσκοντες εἰληφέναι.
我们甚至陷入了这样一种境地,以至于法律都要由他的手来支配,而在法庭上的诉讼双方常常出示相互矛盾的法律,双方都声称是从尼科马科斯那里得到的。
ἐπιβαλλόντων δὲ τῶν ἀρχόντων ἐπιβολὰς καὶ εἰσαγόντων εἰς τὸ δικαστήριον οὐκ ἠθέλησε παραδοῦναι τοὺς νόμους· ἀλλὰ πρότερον ἡ πόλις εἰς τὰς μεγίστας συμφορὰς κατέστη, πρὶν τοῦτον ἀπαλλαγῆναι τῆς ἀρχῆς καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν.
当执政官们对他处以罚款并将其起诉至法庭时,他竟拒绝交出法律;相反,在免去其职务并对他的所作所为进行账目审计之前,城邦就已经陷入了极大的灾难之中。
§4καὶ γάρ τοι, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἐκείνων δίκην οὐ δέδωκεν, ὁμοίαν καὶ νῦν τὴν ἀρχὴν κατεστήσατο, ὅστις πρῶτον μὲν τέτταρα ἔτη ἀνέγραψεν, ἐξὸν αὐτῷ τριάκοντα ἡμερῶν ἀπαλλαγῆναι· ἔπειτα διωρισμένον ἐξ ὧν ἔδει ἀναγράφειν, αὑτὸν ἁπάντων κύριον ἐποιήσατο, καὶ ὅσα οὐδεὶς πώποτε διαχειρίσας μόνος οὗτος τῶν ἀρξάντων εὐθύνας οὐκ ἔδωκεν, §5ἀλλʼ οἱ μὲν ἄλλοι τῆς αὑτῶν ἀρχῆς κατὰ πρυτανείαν λόγον ἀποφέρουσι, σὺ δέ, ὦ Νικόμαχε, οὐδὲ τεττάρων ἐτῶν ἠξίωσας ἐγγράψαι, ἀλλὰ μόνῳ σοὶ τῶν πολιτῶν ἐξεῖναι νομίζεις ἄρχειν πολὺν χρόνον, καὶ μήτε εὐθύνας διδόναι μήτε τοῖς ψηφίσμασι πείθεσθαι μήτε τῶν νόμων φροντίζειν, ἀλλὰ τὰ μὲν ἐγγράφεις τὰ δʼ ἐξαλείφεις, καὶ εἰς τοῦτο ὕβρεως ἥκεις ὥστε σαυτοῦ νομίζεις εἶναι τὰ τῆς πόλεως, §6αὐτὸς δημόσιος ὤν.
事实上,诸位陪审员,由于他没有为那些行为受到惩罚,他如今又设立了类似的职务,他首先抄写了四年,尽管他本可以在三十天内结束工作;接着,尽管需要抄写的来源已经确定,他却让自己成为所有事情的主宰,并且在处理了比任何人都多的事务之后,在所有担任过公职的人中,唯独他没有提交账目审计,但是,当其他人在每个主席团任期内都对自己的公职提交报告时,你,尼科马科斯,甚至连四年来的报告都不屑于登记,反而认为在所有公民中,唯独你可以长期掌权,既不进行审计,也不服从法令,更不理会法律,而是将一些法条写进去,将另一些抹去,甚至已经傲慢到了认为城邦的财产就是你自己的程度,尽管你自己只是个公奴。
ὑμᾶς τοίνυν χρή, ὦ ἄνδρες δικασταί, ἀναμνησθέντας καὶ τῶν προγόνων τῶν Νικομάχου, οἵτινες ἦσαν, καὶ οὗτος ὡς ἀχαρίστως ὑμῖν προσενήνεκται παρανομήσας, κολάσαι αὐτόν, καὶ ἐπειδὴ ἑνὸς ἑκάστου δίκην οὐκ εἰλήφατε, νῦν ὑπὲρ ἁπάντων γοῦν τὴν τιμωρίαν ποιήσασθαι.
因此,诸位陪审员,你们应当记住尼科马科斯的祖先是什么样的人,以及他违法乱纪对你们是何等忘恩负义,应当对他予以惩罚;既然你们没有针对他过去的每一桩罪行进行惩罚,如今至少必须为了所有的罪行而对他施加惩罚。
§7ἴσως δέ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν περὶ αὑτοῦ μηδὲν δύνηται ἀπολογεῖσθαι, ἐμὲ διαβάλλειν πειράσεται.
诸位陪审员,也许当他对自己的行为无法做出任何辩护时,他会企图诽谤我。
τότε δὲ περὶ τῶν ἐμῶν τούτῳ ἀξιῶ πιστεύειν ὑμᾶς, ὁπόταν ἀπολογίας ἐμοὶ δοθείσης μὴ δύνωμαι ψευδόμενον αὐτὸν ἐξελέγξαι.
但关于我的事情,我请求你们只有在给我的辩护机会中,我无法揭穿他撒谎的那一时刻,才去相信他的话。
ἐὰν δʼ ἄρα ἐπιχειρῇ λέγειν ἅπερ ἐν τῇ βουλῇ, ὡς ἐγὼ τῶν τετρακοσίων ἐγενόμην, ἐνθυμεῖσθε ὅτι ἐκ τῶν τοιαῦτα λεγόντων τῶν τετρακοσίων πλεῖν ἢ χίλιοι γενήσονται· καὶ γὰρ τοὺς ἔτι παῖδας ὄντας ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τοὺς ἀποδημοῦντας οἱ διαβάλλειν βουλόμενοι ταῦτα λοιδοροῦσιν.
如果他竟敢重复他在议事会里说过的话,即我是“四百人”之一,请你们考虑到,根据说这种话的人的逻辑,“四百人”的总数将超过一千人;因为甚至那些当时还是孩子的人以及那些远在国外的人,也都被那些企图诽谤他们的人用这些罪名来侮辱。
§8ἐγὼ δὲ οὕτω πολλοῦ ἐδέησα τῶν τετρακοσίων γενέσθαι, ὥστε οὐδὲ τῶν πεντακισχιλίων κατελέγην.
就我而言,我离成为“四百人”的一员相去甚远,以至于我甚至没有被列入“五千人”的名册中。
δεινὸν δέ μοι δοκεῖ εἶναι ὅτι, εἰ μὲν περὶ ἰδίων συμβολαίων ἀγωνιζόμενος οὕτω φανερῶς ἐξήλεγχον αὐτὸν ἀδικοῦντα, οὐδʼ ἂν αὐτὸς ἠξίωσε τοιαῦτα ἀπολογούμενος ἀποφεύγειν, νυνὶ δὲ περὶ τῶν τῆς πόλεως κρινόμενος οἰήσεται χρῆναι ἐμοῦ κατηγορῶν ὑμῖν μὴ δοῦναι δίκην.
在我看来令人匪夷所思的是,如果在关于私人合同的纠纷中我如此清楚地证明了他行为不端,甚至连他自己也不会认为可以通过做出这种辩护来逃脱惩罚,而现在,当他因涉及城邦事务而受审时,他却认为通过指控我,他就理应逃脱对你们的惩罚。