§26διὰ τί δʼ ἄν τις ἀποψηφίσαιτο τούτου;
为什么有人会判定他无罪呢?
πότερον ὡς ἀνδρὸς ἀγαθοῦ πρὸς τοὺς πολεμίους καὶ πολλαῖς μάχαις καὶ ναυμαχίαις παραγεγενημένου;
是因为他对待敌人勇敢,并参加过多次陆战和海战吗?
ἀλλὰ ὅτε ὑμεῖς ἐκινδυνεύετε ἐκπλέοντες, οὗτος αὐτοῦ μένων τοὺς Σόλωνος νόμους ἐλυμαίνετο.
但在你们出海冒险时,他却留在这里败坏梭伦的法律。
ἀλλʼ ὅτι χρήματα δεδαπάνηκε καὶ πολλὰς εἰσφορὰς εἰσενήνοχεν;
还是因为他花费了自己的钱财,缴纳了许多战时特别税?
ἀλλʼ οὐχ ὅπως ὑμῖν τῶν αὑτοῦ τι ἐπέδωκεν, ἀλλὰ τῶν ὑμετέρων πολλὰ ὑφῄρηται.
他不仅没有把自己的任何财产分给你们,反而窃取了你们的大量财产。
ἀλλὰ διὰ τοὺς προγόνους;
还是因为他的先祖?
§27ἤδη γάρ τινες καὶ διὰ τοῦτο συγγνώμης ἔτυχον παρʼ ὑμῶν.
因为已经有一些人因此获得了你们的宽恕。
ἀλλὰ τούτῳ γε προσήκει διὰ μὲν αὑτὸν τεθνάναι, διὰ δὲ τοὺς προγόνους πεπρᾶσθαι.
然而,这个人因他自己而理应被处死,因他的先祖而理应被卖为奴隶。
ἀλλʼ ὡς, ἐὰν νῦν αὐτοῦ φείσησθε, αὖθις ἀποδώσει τὰς χάριτας;
还是因为,如果你们现在放过他,他日后会报答恩情?
ὃς οὐδʼ ὧν πρότερον μετέλαβε παρʼ ὑμῶν ἀγαθῶν μέμνηται.
他甚至连以前从你们那里获得的任何恩惠都不记得。
καίτοι ἀντὶ μὲν δούλου πολίτης γεγένηται, ἀντὶ δὲ πτωχοῦ πλούσιος, ἀντὶ δὲ ὑπογραμματέως νομοθέτης.
然而,他已从奴隶变成了公民,从穷人变成了富人,从下级书记官变成了立法者。
§28ἃ καὶ ὑμῶν ἔχοι ἄν τις κατηγορῆσαι, ὅτι οἱ μὲν πρόγονοι νομοθέτας ᾑροῦντο Σόλωνα καὶ Θεμιστοκλέα καὶ Περικλέα, ἡγούμενοι τοιούτους ἔσεσθαι τοὺς νόμους οἷοίπερ ἂν ὦσιν οἱ τιθέντες, ὑμεῖς δὲ Τεισαμενὸν τὸν Μηχανίωνος καὶ Νικόμαχον καὶ ἑτέρους ἀνθρώπους ὑπογραμματέας· καὶ τὰς μὲν ἀρχὰς ὑπὸ τῶν τοιούτων ἡγεῖσθε διαφθείρεσθαι, αὐτοῖς δὲ τούτοις πιστεύετε.
这也是有人可以指责你们的地方:你们的先辈选择梭伦、地米斯托克利和伯里克利做立法者,认为法律的品质取决于制定法律的人;而你们却选择了梅哈尼翁之子泰萨梅诺斯、尼科马克斯以及其他出身于下级书记官的人;你们一方面认为官职会被这种人腐败,另一方面却又信任这些人。
§29ὃ δὲ πάντων δεινότατον· ὑπογραμματεῦσαι μὲν οὐκ ἔξεστι δὶς τὸν αὐτὸν τῇ ἀρχῇ τῇ αὐτῇ, περὶ δὲ τῶν μεγίστων τοὺς αὐτοὺς ἐᾶτε πολὺν χρόνον κυρίους εἶναι.
而最令人震惊的是:虽然在同一官职中不允许同一人两次担任下级书记官,你们却允许同样的人长期支配最重要的事务。
καὶ τὸ τελευταῖον Νικόμαχον εἵλεσθε ἀναγράφειν τὰ πάτρια, ᾧ κατὰ πατέρα τῆς πόλεως οὐ προσήκει·
最后,你们还选择尼科马克斯去抄写祖传的祭仪,而按父系来说,他根本不属于这个城邦。
§30καὶ ὃν ἔδει ὑπὸ τοῦ δήμου κρίνεσθαι, οὗτος τὸν δῆμον συγκαταλύσας φαίνεται.
而且,这个本该接受民众审判的人,结果却被发现参与了颠覆民主制度。
νῦν τοίνυν ὑμῖν μεταμελησάτω τῶν πεπραγμένων, καὶ μὴ ὑπὸ τούτων ἀεὶ κακῶς πάσχοντες ἀνέχεσθε, μηδὲ ἰδίᾳ μὲν ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐπειδὰν δʼ ἐξῇ δίκην παρʼ αὐτῶν λαμβάνειν, ἀποψηφίζεσθε.
因此,现在请你们对过去的行为感到悔悟,不要总是默默忍受这些人的伤害,也不要在私下里谴责作恶者,而在有权惩罚他们时却判定他们无罪。
§31καὶ περὶ μὲν τούτων ἱκανά μοι τὰ εἰρημένα· περὶ δὲ τῶν ἐξαιτησομένων βραχέα πρὸς ὑμᾶς εἰπεῖν βούλομαι.
关于这些事,我说得已经足够了;但关于那些准备为他求情的人,我想对你们简短地说几句。
παρεσκευασμένοι γάρ τινές εἰσι καὶ τῶν φίλων καὶ τῶν τὰ τῆς πόλεως πραττόντων δεῖσθαι ὑπὲρ αὐτοῦ·
因为他的朋友以及一些管理城邦事务的人,已经准备好为他请求宽恕。
ὧν ἐγὼ ἡγοῦμαι ἐνίοις προσήκειν ὑπὲρ τῶν ἑαυτοῖς πεπραγμένων ἀπολογεῖσθαι πολὺ μᾶλλον ἢ τοὺς ἀδικοῦντας σώζειν προαιρεῖσθαι.
我认为,对他们中的某些人来说,为自己过去的行为进行辩护,要比选择去挽救作恶者合适得多。
§32δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικημένου οὐκ ἐπεχείρησαν δεῖσθαι ὡς χρὴ παύσασθαι εἰς ὑμᾶς ἐξαμαρτάνοντα, ὑμᾶς δὲ τοσούτους ὄντας καὶ ἠδικημένους ὑπὸ τούτου πείθειν ζητήσουσιν ὡς οὐ χρὴ δίκην παρʼ αὐτοῦ λαμβάνειν.
诸位陪审员,在我看来,这实在令人愤慨:当这个人只是孤身一人、且未受过城邦任何不公对待时,他们不去试图劝阻他停止侵害你们;而当你们人数如此之多、且深受其害时,他们却试图说服你们不应该向他讨回公道。
§33χρὴ τοίνυν, ὥσπερ δὴ τούτους ὁρᾶτε προθύμως σῴζοντας τοὺς φίλους, οὕτως καὶ ὑμᾶς τοὺς ἐχθροὺς τιμωρεῖσθαι, εὖ εἰδότας ὅτι τούτοις πρώτοις ἄνδρες ἀμείνους δόξετε εἶναι, ἐὰν παρὰ τῶν ἀδικούντων δίκην λαμβάνητε.
因此,正像你们看到这些人热切地挽救他们的朋友一样,你们也必须惩罚你们的敌人,深知如果你们惩罚了作恶者,首先在这些人眼里,你们就会显得更加优秀。
ἐνθυμεῖσθε δὲ ὅτι οὐδὲ τῶν αἰτησομένων οὐδεὶς τοσαῦτα ἀγαθὰ πεποίηκε τὴν πόλιν, ὅσα οὗτος ἠδίκηκεν, ὥστε πολὺ μᾶλλον ὑμῖν προσήκει τιμωρεῖσθαι ἢ τούτοις βοηθεῖν.
请记住,那些准备为他求情的人中,没有一个人对城邦做出的贡献能有这个人造成的危害那么多,因此,对你们来说,惩罚他比去帮助他们要合适得多。
§34εὖ δʼ εἰδέναι χρὴ τοὺς αὐτοὺς τούτους, ὅτι πολλὰ δεηθέντες τῶν κατηγόρων ἡμᾶς μὲν οὐδαμῶς ἔπεισαν, τὴν δὲ ὑμετέραν ψῆφον καταπειράσοντες εἰσεληλύθασιν εἰς τὸ δικαστήριον, καὶ ἐλπίζουσιν ὑμᾶς ἐξαπατήσαντες ἄδειαν εἰς τὸν λοιπὸν χρόνον λήψεσθαι τοῦ ποιεῖν ὅ τι ἂν βούλωνται.
你们应当深知,正是这些人,尽管他们向原告提出了许多请求,却根本无法说服我们,他们进入法廷是为了试探你们的选票,企图通过欺骗你们来获得未来的放任,好让他们为所欲为。
§35ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν ὑπὸ τούτων ἀξιούμενοι πεισθῆναι, τὸ δὲ αὐτὸ τοῦτο παρακαλοῦμεν ὑμᾶς μὴ πρὸ τῆς κρίσεως μισοπονηρεῖν, ἀλλʼ ἐν τῇ κρίσει τιμωρεῖσθαι τοὺς τὴν ὑμετέραν νομοθεσίαν ἀφανίζοντας·
因此,当受到这些人的规劝时,我们绝不妥协,我们也同样呼吁你们:不要在审判之前流于对恶的痛恨,而要在审判中惩罚那些消灭你们法律的人。
οὕτως γὰρ ἐννόμως διοικηθήσεται τὰ κατὰ τὴν πολιτείαν πάντα.
因为只有这样,国家的一切事务才能依法得以管理。