§10ἐνθυμεῖσθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐκ Ἐργοκλῆς μόνος κρίνεται, ἀλλὰ καὶ ἡ πόλις ὅλη.
雅典的公民们,因为请记住,不仅埃尔戈克莱斯一人在受审,而是整个城邦都在受审。
νυνὶ γὰρ τοῖς ἄρχουσι τοῖς ὑμετέροις ἐπιδείξετε πότερον χρὴ δικαίους εἶναι, ἢ ὡς πλεῖστα τῶν ὑμετέρων ὑφελομένους τῷ αὐτῷ τρόπῳ τὴν σωτηρίαν παρασκευάζεσθαι, ᾧπερ οὗτοι νυνὶ πειρῶνται.
因为现在你们将向你们的官员们展示,他们是应当保持正直,还是应当通过尽可能多地偷窃你们的财产,用这些人现在所尝试的同样方式来谋求自身的安全。
καίτοι εὖ εἰδέναι χρή, §11ὦ ἄνδρες Ἀθηναῖοι.
然而,必须清楚地知道,雅典的公民们。
ὅστις ἐν τοσαύτῃ ἀπορίᾳ τῶν ὑμετέρων πραγμάτων ἢ πόλεις προδίδωσιν ἢ χρήματα κλέπτειν ἢ δωροδοκεῖν ἀξιοῖ, οὗτος καὶ τὰ τείχη καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδίδωσι καὶ ὀλιγαρχίαν ἐκ δημοκρατίας καθίστησιν·
在你们国家事务如此困窘之时,凡是背叛城市、或认为可以窃取钱财或收受贿赂的人,此人就是将城墙和船只都拱手让给敌人,并在民主制的基础上建立寡头统治。
ὥστʼ οὐκ ἄξιον ὑμῖν τῆς τούτων παρασκευῆς ἡττᾶσθαι, ἀλλὰ παράδειγμα πᾶσιν ἀνθρώποις ποιῆσαι καὶ μήτε κέρδος μήτε ἔλεον μήτʼ ἄλλο μηδὲν περὶ πλείονος ποιήσασθαι τῆς τούτων τιμωρίας.
因此,你们不应当屈服于他们的勾当,而应当给所有人树立一个榜样,无论利益、同情还是其他任何事物,都不应看得比惩罚这些人更重要。
§12οἶμαι δʼ Ἐργοκλέα, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ μὲν Ἁλικαρνασσοῦ καὶ περὶ τῆς ἀρχῆς καὶ περὶ τῶν αὑτῷ πεπραγμένων οὐκ ἐπιχειρήσειν ἀπολογεῖσθαι, ἐρεῖν δὲ ὡς ἀπὸ Φυλῆς κατῆλθε καὶ ὡς δημοτικός ἐστι καὶ ὡς τῶν κινδύνων τῶν ὑμετέρων μετέσχεν.
雅典的公民们,我想埃尔戈克莱斯不会企图就哈利卡纳苏斯、他的官职以及他自己的所作所为进行自辩,而是会声称自己是从菲莱回归的、他是拥护民主派的,并且与你们休戚与共、分担了危险。
ἐγὼ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ §13τοιαύτην γνώμην ἔχω περὶ τῶν τοιούτων· ἀλλʼ ὅσοι μὲν ἐλευθερίας καὶ τοῦ δικαίου ἐπιθυμοῦντες καὶ τοὺς νόμους ἰσχύειν βουλόμενοι καὶ τοὺς ἀδικοῦντας μισοῦντες τῶν ὑμετέρων κινδύνων μετέσχον, οὐ πονηροὺς εἶναι πολίτας, οὐδὲ ἀδίκως τούτοις φημι ἂν εἶναι ὑπόλογον τὴν ἐκείνων φυγήν· ὅσοι δὲ κατελθόντες ἐν δημοκρατία τὸ μὲν ὑμέτερον πλῆθος ἀδικοῦσι, τοὺς δὲ ἰδίους οἴκους ἐκ τῶν ὑμετέρων μεγάλους ποιοῦσι, πολὺ μᾶλλον αὐτοῖς προσήκει ὀργίζεσθαι ἤ τοῖς τριάκοντα.
但是,雅典的公民们,我并不对这样的人抱有那样的看法;相反,凡是出于对自由和正义的渴望、希望法律具有效力并憎恨作恶者而与你们共担危险的人,我断言他们不是坏公民,我也不会说他们的流亡在被考虑时对他们是不公平的;但对于那些回归后在民主制下伤害你们民众、并利用你们的财富使自己家族兴旺的人,对他们发怒要比对那三十人僭主合理得多。
§14οἱ μὲν γὰρ ἐπὶ τοῦτʼ ἐχειροτονήθησαν, ἵνα κακῶς, εἴ πῃ δύναιντο, ὑμᾶς ποιήσειαν· τούτοις δʼ ὑμᾶς αὐτοὺς ἐπετρέψατε, ὡς μεγάλην καὶ ἐλευθέραν τὴν πόλιν ποιήσωσιν·
因为前者被选出本就是为了在可能的情况下伤害你们;而对于后者,你们信任了他们,以为他们会使城邦变得伟大和自由。
ὧν ὑμῖν οὐδὲν ἀποβέβηκεν, ἀλλὰ τὸ ἐπὶ τούτοις εἶναι ἐν τοῖς δεινοτάτοις κινδύνοις καθεστήκατε, ὥστε πολὺ ἂν δικαιότερον ὑμᾶς αὐτοὺς ἢ τούτους ἐλεοῖτε, καὶ τοὺς ὑμετέρους παῖδας καὶ γυναῖκας, ὅτι ὑπὸ τοιούτων ἀνδρῶν λυμαίνεσθε.
但在这些期望中,你们什么也没有得到,相反,在他们治下,你们陷入了极其严重的危险之中,因此,比起同情他们,你们同情自己以及你们的妻儿要合理得多,因为你们正在被这样的人摧残。
§15ὅταν γὰρ ἡγησώμεθα σωτηρίας ἀντειλῆφθαι, δεινότερα ὑπὸ τῶν ἡμετέρων ἀρχόντων πάσχομεν ἢ ὑπὸ τῶν πολεμίων.
因为当我们以为自己已经抓住了救赎之机时,我们从自己的统治者那里遭受的,却比从敌人那里遭受的还要可怕。
καίτοι πάντες ἐπίστασθε ὅτι οὐδεμία ἐλπὶς σωτηρίας ὑμῖν δυστυχήσασιν.
然而,你们所有人都知道,如果你们遭遇不幸,就没有任何得救的希望了。
ὥστε ἄξιον ὑμᾶς παρακελευσαμένους ὑμῖν αὐτοῖς παρὰ τούτων νυνὶ τὴν μεγίστην δίκην λαβεῖν, καὶ τοῖς ἄλλοις Ἕλλησιν ἐπιδεῖξαι ὡς τοὺς ἀδικοῦντας τιμωρεῖσθε, καὶ τοὺς ὑμετέρους ἄρχοντας βελτίους ποιήσετε.
因此,你们应该自我激励,现在向这个人索取最严厉的惩罚,并向其他希腊人展示你们惩罚了作恶者,这样你们也将使你们的官员变得更好。
§16ἐγὼ μὲν οὖν ταῦθʼ ὑμῖν παρακελεύομαι· ὑμᾶς δὲ χρὴ εἰδέναι ὅτι, ἐὰν μὲν ἐμοὶ πεισθῆτε, εὖ περὶ αὑτῶν βουλεύσεσθε, εἰ δὲ μή, χείροσι τοῖς ἄλλοις πολίταις χρήσεσθε.
因此,我向你们建议这些;但你们应当知道,如果你们听从我,你们将为自己做出好的决定,但如果不听从,你们将不得不面对变得更糟的其他公民。
ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐὰν αὐτῶν ἀποψηφίσησθε, οὐδεμίαν ὑμῖν εἴσονται χάριν, ἀλλὰ τοῖς ἀνηλωμένοις καὶ τοῖς χρήμασιν οἷς ὑφῄρηνται· ὥστε τὴν μὲν ἔχθραν ὑμῖν αὐτοῖς καταλείψετε, τῆς δὲ σωτηρίας ἐκείνοις εἴσονται χάριν.
此外,雅典的公民们,如果你们判他们无罪,他们绝不会感激你们,而只会感激那些花出去的钱和他们侵吞的财物;其结果是,你们将为自己留下敌意,而他们却会为了自己的获救而感激那些财物。
§17καὶ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Ἁλικαρνασσεῖς καὶ οἱ ἄλλοι οἱ ὑπὸ τούτων ἠδικημένοι, ἐὰν μὲν παρὰ τούτων τὴν μεγίστην δίκην λάβητε, νομιοῦσιν ὑπὸ τούτων μὲν ἀπολωλέναι, ὑμᾶς δὲ αὑτοῖς βεβοηθηκέναι· ἐὰν δὲ τούτους σώσητε, ἡγήσονται καὶ ὑμᾶς ὁμογνώμονας γεγονέναι τοῖς αὑτοὺς προδεδωκόσιν.
而且,雅典的公民们,哈利卡纳苏斯人以及其他被这些人伤害过的人,如果你们向他们索取最严厉的惩罚,就会让他们认为,虽然他们被这些人毁灭了,但你们向他们伸出了援手;但如果你们放过他们,他们就会认为你们也与那些出卖他们的人沆瀣一气了。
ὥστʼ ἄξιον τούτων ἁπάντων ἐνθυμηθέντας ἅμα τοῖς τε φίλοις τοῖς ὑμετέροις ἀποδοῦναι χάριν καὶ παρὰ τῶν ἀδικούντων τὴν δίκην λαβεῖν.
因此,应当牢记所有这些,既向你们的朋友表示感激,又向作恶者索取惩罚。