- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg028.humanitext-grc2:10-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
弁論者は、エルゴクレスへの判決が他の役人への模範となることを強調し、彼が過去の民主派としての貢献を盾に無罪を勝ち取ろうとするのを牽制し、同情を排して厳罰に処すよう訴える。
ἐνθυμεῖσθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐκ Ἐργοκλῆς μόνος κρίνεται, ἀλλὰ καὶ ἡ πόλις ὅλη. νυνὶ γὰρ τοῖς ἄρχουσι τοῖς ὑμετέροις ἐπιδείξετε πότερον χρὴ δικαίους εἶναι, ἢ ὡς πλεῖστα τῶν ὑμετέρων ὑφελομένους τῷ αὐτῷ τρόπῳ τὴν σωτηρίαν παρασκευάζεσθαι, ᾧπερ οὗτοι νυνὶ πειρῶνται. καίτοι εὖ εἰδέναι χρή, ὦ ἄνδρες Ἀθηναῖοι. ὅστις ἐν τοσαύτῃ ἀπορίᾳ τῶν ὑμετέρων πραγμάτων ἢ πόλεις προδίδωσιν ἢ χρήματα κλέπτειν ἢ δωροδοκεῖν ἀξιοῖ, οὗτος καὶ τὰ τείχη καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδίδωσι καὶ ὀλιγαρχίαν ἐκ δημοκρατίας καθίστησιν· ὥστʼ οὐκ ἄξιον ὑμῖν τῆς τούτων παρασκευῆς ἡττᾶσθαι, ἀλλὰ παράδειγμα πᾶσιν ἀνθρώποις ποιῆσαι καὶ μήτε κέρδος μήτε ἔλεον μήτʼ ἄλλο μηδὲν περὶ πλείονος ποιήσασθαι τῆς τούτων τιμωρίας.
アテナイの皆さん、心に留めておいてください。裁判にかけられているのはエルゴクレス一人ではなく、国家全体なのだということを。なぜなら、あなた方は今、あなた方の役人たちに対して、正しくあるべきか、それともあなた方の財産をできるだけ多く盗み取って、彼らが今試みているのと同じ方法で自らの安全を確保すべきかを示すことになるからです。しかしながら、よく知っておく必要があります、アテナイの皆さん。あなた方の国家の状況がこれほど困窮しているときに、都市を裏切ったり、金を盗んだり賄賂を受け取ったりすることを当然と考える者は誰であれ、その者は城壁も船も敵に引き渡し、民主政から寡頭政を樹立する者なのです。したがって、あなた方が彼らの根回しに屈することは許されず、すべての人々の見せしめとし、利益も同情も他のいかなることも、彼らを処罰することより重んじてはならないのです。
οἶμαι δʼ Ἐργοκλέα, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ μὲν Ἁλικαρνασσοῦ καὶ περὶ τῆς ἀρχῆς καὶ περὶ τῶν αὑτῷ πεπραγμένων οὐκ ἐπιχειρήσειν ἀπολογεῖσθαι, ἐρεῖν δὲ ὡς ἀπὸ Φυλῆς κατῆλθε καὶ ὡς δημοτικός ἐστι καὶ ὡς τῶν κινδύνων τῶν ὑμετέρων μετέσχεν. ἐγὼ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ τοιαύτην γνώμην ἔχω περὶ τῶν τοιούτων· ἀλλʼ ὅσοι μὲν ἐλευθερίας καὶ τοῦ δικαίου ἐπιθυμοῦντες καὶ τοὺς νόμους ἰσχύειν βουλόμενοι καὶ τοὺς ἀδικοῦντας μισοῦντες τῶν ὑμετέρων κινδύνων μετέσχον, οὐ πονηροὺς εἶναι πολίτας, οὐδὲ ἀδίκως τούτοις φημι ἂν εἶναι ὑπόλογον τὴν ἐκείνων φυγήν·1 ὅσοι δὲ κατελθόντες ἐν δημοκρατία τὸ μὲν ὑμέτερον πλῆθος ἀδικοῦσι, τοὺς δὲ ἰδίους οἴκους ἐκ τῶν ὑμετέρων μεγάλους ποιοῦσι, πολὺ μᾶλλον αὐτοῖς προσήκει ὀργίζεσθαι ἤ τοῖς τριάκοντα.
アテナイの皆さん、エルゴクレスはハルカルナッソスについてや、自身の職務について、また自分が犯した行為については弁明を試みようとはせず、自分はピュレから帰還したのだ、民主派なのだ、あなた方の危険を共にしたのだと主張するだろうと私は思います。しかし、アテナイの皆さん、私は決してそのような人々について、そのような考えは持っていません。すなわち、自由と正義を望み、法律が効力を持つことを望み、悪人を憎んであなた方の危険を共にした人々については、彼らが悪い市民だとは言いませんし、彼らの亡命が考慮されることは不当だとも言いません。しかし、帰還した後に民主政のもとであなた方の民衆に不正を働き、あなた方の財産によって自らの家を富ませる者たちについては、三十人僭主たちに対するよりも、はるかに激しく怒るのがふさわしいのです。
οἱ μὲν γὰρ ἐπὶ τοῦτʼ ἐχειροτονήθησαν, ἵνα κακῶς, εἴ πῃ δύναιντο, ὑμᾶς ποιήσειαν· τούτοις δʼ ὑμᾶς αὐτοὺς ἐπετρέψατε, ὡς μεγάλην καὶ ἐλευθέραν τὴν πόλιν ποιήσωσιν· ὧν ὑμῖν οὐδὲν ἀποβέβηκεν, ἀλλὰ τὸ ἐπὶ τούτοις εἶναι2 ἐν τοῖς δεινοτάτοις κινδύνοις καθεστήκατε, ὥστε πολὺ ἂν δικαιότερον ὑμᾶς αὐτοὺς ἢ τούτους ἐλεοῖτε, καὶ τοὺς ὑμετέρους παῖδας καὶ γυναῖκας, ὅτι ὑπὸ τοιούτων ἀνδρῶν λυμαίνεσθε.
なぜなら、前者はあなた方に害をなす(もし何らかの方法でできるなら)という目的のために選出されたのに対し、後者に対しては、国家を偉大で自由なものにしてくれるものとして、あなた方自身を委ねたからです。しかし、それらは何一つあなた方には実現せず、かえって、彼らに委ねられている限りにおいて最も恐ろしい危険に陥っており、その結果、彼らよりもあなた方自身、そしてあなた方の子供や妻たちを憐れむ方がはるかに正当です。なぜなら、このような男たちによって踏みにじられているからです。
ὅταν γὰρ ἡγησώμεθα σωτηρίας ἀντειλῆφθαι, δεινότερα ὑπὸ τῶν ἡμετέρων ἀρχόντων πάσχομεν ἢ ὑπὸ τῶν πολεμίων. καίτοι πάντες ἐπίστασθε ὅτι οὐδεμία ἐλπὶς σωτηρίας ὑμῖν δυστυχήσασιν. ὥστε ἄξιον ὑμᾶς παρακελευσαμένους ὑμῖν αὐτοῖς παρὰ τούτων νυνὶ τὴν μεγίστην δίκην λαβεῖν, καὶ τοῖς ἄλλοις Ἕλλησιν ἐπιδεῖξαι ὡς τοὺς ἀδικοῦντας τιμωρεῖσθε, καὶ τοὺς ὑμετέρους ἄρχοντας βελτίους ποιήσετε.
というのも、私たちが救済を勝ち取ったと考えたときに、私たちは敵から被るよりも過酷なことを自らの支配者たちから被るからです。しかも、あなた方が挫折してしまえば、救済の希望は全くないことを皆さんは知っています。それゆえ、あなた方は自らを奮い立たせて、今彼らから最大の罰を取り立て、他のギリシア人たちに自分たちが悪人を処罰することを示し、あなた方の役人たちをより良くすることがふさわしいのです。
ἐγὼ μὲν οὖν ταῦθʼ ὑμῖν παρακελεύομαι· ὑμᾶς δὲ χρὴ εἰδέναι ὅτι, ἐὰν μὲν ἐμοὶ πεισθῆτε, εὖ περὶ αὑτῶν βουλεύσεσθε, εἰ δὲ μή, χείροσι τοῖς ἄλλοις πολίταις χρήσεσθε.3 ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐὰν αὐτῶν ἀποψηφίσησθε, οὐδεμίαν ὑμῖν εἴσονται χάριν, ἀλλὰ τοῖς ἀνηλωμένοις καὶ τοῖς χρήμασιν οἷς ὑφῄρηνται· ὥστε τὴν μὲν ἔχθραν ὑμῖν αὐτοῖς καταλείψετε, τῆς δὲ σωτηρίας ἐκείνοις εἴσονται χάριν.
したがって私はこれらのことをあなた方に勧めます。しかしあなた方は知っておくべきです、もし私に従うなら、あなた方自身について良く熟慮することになりますが、そうでなければ、より邪悪な他の市民たちを相手にすることになるということを。さらに、アテナイの皆さん、もし彼らに無罪の投票をするなら、彼らはあなた方にいささかも感謝せず、使われた金や彼らが盗み取った金に感謝するでしょう。その結果、あなた方は敵意だけを自分たちの手元に残し、彼らは安全を確保してくれた金に対して感謝することになります。
καὶ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Ἁλικαρνασσεῖς καὶ οἱ ἄλλοι οἱ ὑπὸ τούτων ἠδικημένοι, ἐὰν μὲν παρὰ τούτων τὴν μεγίστην δίκην λάβητε, νομιοῦσιν ὑπὸ τούτων μὲν ἀπολωλέναι, ὑμᾶς δὲ αὑτοῖς βεβοηθηκέναι· ἐὰν δὲ τούτους σώσητε, ἡγήσονται καὶ ὑμᾶς ὁμογνώμονας γεγονέναι τοῖς αὑτοὺς προδεδωκόσιν. ὥστʼ ἄξιον τούτων ἁπάντων ἐνθυμηθέντας ἅμα τοῖς τε φίλοις τοῖς ὑμετέροις ἀποδοῦναι χάριν καὶ παρὰ τῶν ἀδικούντων τὴν δίκην λαβεῖν.
そして実に、アテナイの皆さん、ハルカルナッソスの人々も、彼らによって不正を働かれた他の人々も、もしあなた方が彼らから最大の罰を取り立てるなら、自分たちは彼らによって破滅させられたが、あなた方は自分たちを助けてくれたのだと考えるでしょう。しかし、もし彼らを救うなら、彼らはあなた方もまた、自分たちを裏切った者たちと同調したのだとみなすでしょう。したがって、これらすべてのことを心に留め、あなた方の友人に恩を返すことと、悪人から罰を取り立てることを同時に行うのがふさわしいのです。
- 13οὐδέ ἀδίκως τούτοις φημι ἂν εἶναι ὑπόλογον τὴν ἐκείνων φυγήν
助辞 ἄν は不定詞 εἶναι に係り、潜在希求法(εἴη ἄν)の関接話法表現を形成している。伝達動詞 φημί と組み合わさることで、「〜であるだろうと私は言いたい(主張したい)」という控えめな主張を表す。
- 14τὸ ἐπὶ τούτοις εἶναι
「彼らにかかっている限りにおいては」という意味の制限的対格として機能する不定詞の慣用句。名詞句のように文法関係を縛るものではなく、主句の事態に「〜に関する限り」という制限を課す役割を持つ。
- 16χείροσι τοῖς ἄλλοις πολίταις χρήσεσθε
動詞 χράομαι(〜を用いる、接する)が、形容詞の述語的位置(χείροσι)を伴って使用されている。「他の市民たちがより悪くなった状態で彼らと接することになる」、すなわち「他の市民たちが(エルゴクレス放免という悪しき先例によって)より悪くなるのを目にすることになる」という意味を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
