Humanitext Reader

吕西亚斯 · 控诉埃尔戈克莱斯 §1-9

控诉埃尔戈克莱斯贪腐叛国与求处严惩

第 1 段,共 2 段 · 希腊语

内容简介

一篇控诉埃尔戈克莱斯严重罪行的演说,揭露其腐败和背叛行为,并敦促雅典公民大会对其予以公正惩罚。

§1τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινά, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε οὐκ ἄν μοι δοκεῖ δύνασθαι Ἐργοκλῆς ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων αὐτῷ πολλάκις ἀποθανὼν δοῦναι δίκην ἀξίαν τῷ ὑμετέρῳ πλήθει.
雅典的公民们,指控他的罪行是如此之多且如此严重,以至于在我看来,埃尔戈克莱斯即使死很多次,也无法为他所犯下的每一项罪行向你们的民众支付相称的惩罚。
καὶ γὰρ πόλεις προδεδωκὼς φαίνεται, καὶ προξένους καὶ πολίτας ὑμετέρους ἠδικηκώς, καὶ ἐκ πένητος ἐκ τῶν ὑμετέρων πλούσιος γεγενημένος.
因为显而易见,他背叛了城邦,伤害了你们的公益代办和公民,并且利用你们的财产从一个穷人变成了富翁。
§2καίτοι πῶς αὐτοῖς χρὴ συγγνώμην ἔχειν, ὅταν ὁρᾶτε τὰς μὲν ναῦς, ὧν ἦρχον οὗτοι, διʼ ἀπορίαν χρημάτων καταλυομένας καὶ ἐκ πολλῶν ὀλίγας γιγνομένας, τούτους δὲ πένητας καὶ ἀπόρους ἐκπλεύσαντας οὕτως ταχέως πλείστην τῶν πολιτῶν οὐσίαν κεκτημένους;
然而,当你们看到他们所指挥的船只因缺乏资金而解体、由多变少,而这些人在出航时贫困潦倒,却如此迅速地占有了公民中最庞大的财产,你们又怎能对他们产生同情呢?
ὑμέτερον τοίνυν ἔργον ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, §3ἐπὶ τοῖς τοιούτοις ὀργίζεσθαι·
因此,雅典的公民们,你们的职责是,对此类行为感到愤怒。
καὶ γὰρ δὴ δεινὸν ἂν εἴη, εἰ νῦν μὲν οὕτως αὐτοὶ πιεζόμενοι ταῖς εἰσφοραῖς συγγνώμην τοῖς κλέπτουσι καὶ τοῖς δωροδοκοῦσιν ἔχοιτε, ἐν δὲ τῷ τέως χρόνῳ, καὶ τῶν οἴκων τῶν ὑμετέρων μεγάλων ὄντων καὶ τῶν δημοσίων προσόδων μεγάλων οὐσῶν, θανάτῳ ἐκολάζετε τοὺς τῶν ὑμετέρων ἐπιθυμοῦντας.
因为,如果现在你们自己因财产税而承受如此重压,却宽恕那些偷窃和收受贿赂的人,而在过去,当你们的私产丰厚、公共收入巨大时,你们却处死那些觊觎你们财产的人,那确实是太荒谬了。
§4οἶμαι δʼ ἔγωγε πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, εἰ ὑμῖν Θρασύβουλος ἐπηγγέλλετο τριήρεις ἔχων ἐκπλεύσεσθαι καὶ ταύτας παλαιὰς ἀντὶ καινῶν παραδώσειν, καὶ τοὺς μὲν κινδύνους ὑμετέρους ἔσεσθαι, τὰς δʼ ὠφελείας τῶν αὑτοῦ φίλων, καὶ ὑμᾶς μὲν διὰ τὰς εἰσφορὰς πενεστέρους ἀποδείξειν, Ἐργοκλέα δὲ καὶ τοὺς κόλακας τοὺς αὑτοῦ πλουσιωτάτους τῶν πολιτῶν ποιήσειν, οὐδένα ἂν ὑμῶν ἐπιτρέψαι τὰς ναῦς ἐκεῖνον ἔχοντα ἐκπλεῦσαι, §5ἄλλως τε ἐπειδή, ὡς τάχιστα ὑμεῖς ἐψηφίσασθε τὰ χρήματα ὑπογράψαι τὰ ἐκ τῶν πόλεων εἰλημμένα καὶ τοὺς ἄρχοντας τοὺς μετʼ ἐκείνου καταπλεῖν εὐθύνας δώσοντας, Ἐργοκλῆς ἔλεγεν ὡς ἤδη συκοφαντεῖτε καὶ τῶν ἀρχαίων νόμων ἐπιθυμεῖτε, καὶ Θρασυβούλῳ συνεβούλευε Βυζάντιον καταλαβεῖν καὶ τὰς ναῦς ἔχειν καὶ τὴν Σεύθου θυγατέρα γαμεῖν· §6ἵνα αὐτῶν ἐκκόψῃς ἔφη τὰς συκοφαντίας·
我想你们大家都会同意,如果色拉西布洛斯曾向你们许诺,他将率领三列桨战船出航,并将它们作为旧船而非新船交还,且危险将由你们承担,而利益归于他的朋友,并通过财产税使你们变得更加贫穷,同时使埃尔戈克莱斯和他的谄媚者成为公民中最富有的人,你们中绝不会有人允许他率领这些船只出航,尤其是,在你们投票决定登记从各城市取得的资金,并要求随他同行的官员们回航接受审计之后,埃尔戈克莱斯立即声称你们已经在进行诬告并渴望古老的法律,并建议色拉西布洛斯占领拜占庭、保留船只并娶塞乌塞斯的女儿;他说:『为了切断他们的诬告;因为你将使他们安分守己,不再阴谋危害你和你的朋友,而是为他们自己担忧。
ποιήσεις γὰρ αὐτοὺς οὐκ ἐπιβουλεύοντας σοὶ καθῆσθαι καὶ τοῖς σοῖς φίλοις, ἀλλὰ περὶ αὑτῶν δεδιέναι. οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ τάχιστα ἐνεπέπληντο καὶ τῶν ὑμετέρων ἀπέλαυσαν, ἀλλοτρίους τῆς πόλεως αὑτοὺς ἡγήσαντο.
』就这样,雅典的公民们,他们一满足了自己并享受了你们的财产,就认为自己与这个城邦毫无关系了。
§7ἅμα γὰρ πλουτοῦσι καὶ ὑμᾶς μισοῦσι, καὶ οὐκέτι ὡς ἀρξόμενοι παρασκευάζονται ἀλλʼ ὡς ὑμῶν ἄρξοντες, καὶ δεδιότες ὑπὲρ ὧν ἀφῄρηνται ἕτοιμοί εἰσι καὶ χωρία καταλαμβάνειν καὶ ὀλιγαρχίαν καθιστάναι καὶ πάντα πράττειν ὅπως ὑμεῖς ἐν τοῖς δεινοτάτοις κινδύνοις καθʼ ἑκάστην ἡμέραν ἔσεσθε·
因为他们既富有又憎恨你们,他们不再准备接受统治,而是准备统治你们;他们因害怕失去侵吞的财产,随时准备夺取据点、建立寡头政权,并竭尽所能使你们每天都处于极度危险之中。
οὕτως γὰρ ἡγοῦνται οὐκέτι τοῖς σφετέροις αὐτῶν ἁμαρτήμασι τὸν νοῦν ὑμᾶς προσέξειν, ἀλλʼ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ὀρρωδοῦντας ἡσυχίαν πρὸς τούτους ἕξειν.
因为他们认为,你们将不再关注他们自己的罪行,而是为你们自己和城邦担惊受怕,从而对他们保持沉默。
§8Θρασύβουλος μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι, (οὐδὲν γὰρ δεῖ περὶ αὐτοῦ πλείω λέγειν) καλῶς ἐποίησεν οὕτως τελευτήσας τὸν βίον·
的确,雅典的公民们,至于色拉西布洛斯(因为没有必要再多说他了),他以这种方式结束生命是件好事。
οὐ γὰρ ἔδει αὐτὸν οὔτε ζῆν τοιούτοις ἔργοις ἐπιβουλεύοντα, οὔθʼ ὑφʼ ὑμῶν ἀποθανεῖν ἤδη τι δοκοῦντα ὑμᾶς ἀγαθὸν πεποιηκέναι, ἀλλὰ τοιούτῳ τρόπῳ τῆς πόλεως ἀπαλλαγῆναι.
因为他既不应该在策划此类阴谋时活着,也不应该在仍被认为对你们做过一些好事时死于你们之手,而应该以这样一种方式离开这个城邦。
§9ὁρῶ δʼ αὐτοὺς διὰ τὴν πρῴην ἐκκλησίαν οὐκέτι φειδομένους τῶν χρημάτων, ἀλλʼ ὠνουμένους τὰς αὑτῶν ψυχὰς καὶ παρὰ τῶν λεγόντων καὶ παρὰ τῶν ἐχθρῶν καὶ παρὰ τῶν πρυτάνεων, καὶ πολλοὺς Ἀθηναίων ἀργυρίῳ διαφθείροντας.
但我看到,由于日前的公民大会,他们不再吝惜金钱,而是从演说家、仇敌以及五十人议事会主席那里收买自己的性命,并用金钱腐蚀了许多雅典人。
ὑπὲρ ὧν ὑμῖν ἄξιόν ἀπολογήσασθαι παρὰ τούτου νῦν δίκην λαβοῦσι, καὶ πᾶσιν ἀνθρώποις ἐπιδεῖξαι ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα, ὧν ὑμεῖς ἡττήσεσθε ὥστε μὴ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας.
为此,你们应当通过现在向这个人索取惩罚来为自己辩白,并向全人类展示,没有任何一笔钱财大到可以击败你们,从而使你们不去惩罚那些作恶者。

词汇与语法注释

  1. §1οὐκ ἂν μοι δοκεῖ δύνασθαι — 否定词 οὐκ 和潜在小词 ἂν 在结构上修饰不定式 δύνασθαι,但它们被提前吸引到了主句动词 δοκεῖ 的前面。这种提早(hyperbaton)使得 ἂν 处于 δοκεῖ 之前,但其语义实际上作用于从属的不定式,从而为不定式小句赋予了潜能或假设的色彩(“在我看来,他似乎不可能……”)。
  2. §3δεινὸν ἂν εἴη, εἰ νῦν μὲν ... ἔχοιτε, ἐν δὲ τῷ τέως χρόνῳ ... ἐκολάζετε — 混合条件句的不对称结构。主句 δεινὸν ἂν εἴη(潜在希求语气)支配着一个由 μὲν ... δέ 对比划分的条件 εἰ 从句。前半部分 νῦν ... ἔχοιτε 使用希求语气假设当下的情况(“如果你们现在宽恕……”),而后半部分 ἐν δὲ τῷ τέως χρόνῳ ... ἐκολάζετε 则使用未完成过去直说语气指代过去的实际做法(“而在过去你们曾处死……”)。这种并列旨在将当前的潜在姑息与过去的实际严惩进行对比。
  3. §4οὐδένα ἂν ὑμῶν ἐπιτρέψαι — 由 οἶμαι 引导的带对格的不定式结构(A.c.I.)的一部分。不定式的意义主语是 οὐδένα ὑμῶν,不定过去时不定式 ἐπιτρέψαι 与 ἂν 结合,代表了直陈语气中表示过去反事实的过去时形式(οὐδεὶς ἂν ἐπέτρεψ演,“没有一个人会允许”)。它构成了针对条件从句 εἰ ... ἐπηγγέλλετο(过去反事实)的归结小句。
  4. §9ὑπὲρ ὧν — 关系代词 ὧν 是中性复数,指代前句中所提到的买通和腐败行为。前置词 ὑπὲρ 与属格连用,在此处表示“由于”或“关于”,指出了雅典人应当采取行动以进行抗争或自卫(ἀπολογήσασθαι)的理由。

引用这一段

吕西亚斯, 控诉埃尔戈克莱斯 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg028.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。