Humanitext Reader

吕西亚斯 · 关于埃万德罗斯的资格审查 §9-15

审查立法的意义与执政官职位的重大性

第 2 段,共 3 段 · 希腊语

内容简介

控诉人根据审查法的历史背景阐明排除寡头派的重要性,并将任期仅一年的议员与伴随终身特权的执政官职位的分量进行对比。他指出,若批准其资格将招致民众不信任,并与之前对莱奥达马斯的判定相矛盾。

§9ὅτι ὁ θεὶς τὸν περὶ τῶν δοκιμασιῶν νόμον οὐχ ἥκιστα τῶν ἐν ὀλιγαρχίᾳ ἀρξάντων ἕνεκα ἔθηκεν, ἡγούμενος δεινὸν εἶναι, εἰ διʼ οὓς ἡ δημοκρατία κατελύετο, οὗτοι ἐν αὐτῇ τῇ πολιτείᾳ πάλιν ἄρξουσι, καὶ κύριοι γενήσονται τῶν νόμων καὶ τῆς πόλεως, ἣν πρότερον παραλαβόντες οὕτως αἰσχρῶς καὶ δεινῶς ἐλωβήσαντο.
也就是说,制定审查法的人,尤其是为了那些在寡头统治下掌权的人而制定了该法。 因为他认为,如果那些导致民主制颠覆的人,在这个政体中再次掌权,并成为法律和城邦的主宰,而这正是他们先前接管并以如此可耻和可怕的方式蹂躏过的,那将是件可怕的事。
ὥστʼ οὐκ ἄξιον τῆς δοκιμασίας ὀλιγώρως ἔχειν, οὐδὲ μικρὸν ἡγουμένους τὸ πρᾶγμα μὴ φροντίζειν αὐτῆς, ἀλλὰ φυλάττειν· ὡς ἐν τῷ ἕκαστον δικαίως ἄρχειν ἥ τε πολιτεία καὶ τὸ ἄλλο πλῆθος τὸ ὑμέτερον σῴζεται
因此,我们不应该轻视审查,也不应该把这件事看作无关紧要而不加理会,而应该予以维护;因为只有在每个人都公正地掌权时,政体和你们的其余民众才能得以保存。
§10καὶ εἰ μὲν δὴ βουλεύσων νυνὶ ἐδοκιμάζετο καὶ ὡς ἱππευκότος αὐτοῦ ἐπὶ τῶν τριάκοντα τοὔνομα ἐν ταῖς σανίσιν ἐνεγέγραπτο, καὶ ἄνευ κατηγόρου ἂν αὐτὸν ἀπεδοκιμάζετε·
的确,如果他现在是为了成为议员而接受审查,且他的名字作为在三十人篡权时期服役过的骑兵而被记录在木板上,那么即使没有控诉人,你们也会判定他不合格。
νῦν δέ, ὅτε μὴ μόνον ἱππευκὼς μηδὲ βεβουλευκώς, ἀλλὰ καὶ εἰς τὸ πλῆθος ἐξημαρτηκὼς φαίνεται, οὐκ ἂν ἄτοπον ποιήσαιτε, εἰ μὴ τὴν αὐτὴν γνώμην ἔχοντες περὶ αὐτοῦ φανεῖσθε;
但如今,当他不仅当过骑兵,不仅当过议员,而且还被证实对民众犯下罪行时,如果你们表现出对他不持有同样的态度,那难道不是做出了荒谬的事吗?
§11καὶ μὲν δὴ βουλεύειν γε δοκιμασθεὶς πεντακοσιοστὸς ὢν μετὰ τῶν ἄλλων ἐνιαυτὸν ἂν μόνον ἐβούλευσεν, ὥστε καὶ εἴ τι ἐν τούτῳ τῷ χρόνῳ ἐξαμαρτάνειν ἐβούλετο, ῥᾳδίως ἂν ὑπὸ τῶν ἄλλων ἐκωλύετο, ταύτης δὲ τῆς ἀρχῆς ἀξιούμενος αὐτὸς καθʼ αὑτὸν ἄρξει, καὶ μετὰ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς τὸν ἅπαντα χρόνον τῶν μεγίστων κύριος γενήσεται.
而且,如果他通过审查成为议员,作为五百人之一,他本只会和其他人一起任职一年,因此即使他在此时期想要犯下什么过错,也很容易被其他人阻止。 然而,现在他所要求的这一官职,他将独自执掌,并与阿雷奥帕谷议会一起,终身成为最重大事务的主宰。
§12ὥστε ὑμῖν καθήκειν περὶ ταύτης τῆς ἀρχῆς ἀκριβεστέραν τὴν δοκιμασίαν ἢ περὶ τῶν ἄλλων ἀρχῶν ποιεῖσθαι.
因此,比起其他官职,你们应当对这一官职进行更为严格的审查。
εἰ δὲ μή, πῶς οἴεσθε τὸ ἄλλο πλῆθος τῶν πολιτῶν διακείσεσθαι, ὅταν αἴσθωνται, ὃν προσῆκε δίκας τῶν ἡμαρτημένων διδόναι, τοῦτον ὑφʼ ὑμῶν τοιαύτης ἀρχῆς ἠξιωμένον;
否则,当其他公民大众得知,这个本该为自己罪行接受惩罚的人,竟然被你们认为配得上如此官职时,你认为他们会作何感想?
καὶ φόνου δίκας δικάζοντα, ὃν ἔδει αὐτὸν ὑπὸ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς κρίνεσθαι;
当他们看到这个本该由阿雷奥帕谷议会审判的人,竟然在审判杀人案时?
καὶ πρὸς τούτοις ἴδωσιν ἐστεφανωμένον, καὶ ἐπικλήρων καὶ ὀρφανῶν κύριον γεγενημένον, ὧν ἐνίοις αὐτὸς τῆς ὀρφανίας αἴτιος γεγένηται;
并且在此之上,看到他戴上花冠,成为绝嗣女继承人和孤儿的主宰,而对其中一些孤儿来说,正是他自己造成了他们的孤儿处境?
§13ἆρʼ οὐκ οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο;
当他们想到那个时代,即他们中的许多人被押送进监狱、在这些人手中未经审判便死去、并被迫逃离自己国家的时候,难道你不认为他们会感到愤怒并把你们视为罪魁祸首吗?
κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶς πρὸς τὴν πόλιν διάκειται καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται;
而且让他们进一步记住这一点,正是这同一个男人,既是莱奥达马斯被判定不合格的原因,又是这个人被判定合格的原因——他通过成为前者的控诉人并准备为后者辩护。 而后者的这个人,对城邦怀有怎样的态度,又为城邦带来了多少祸害?
§14ἢ πιθόμενοι πῶς ἂν οἴεσθε διαβληθῆναι;
或者,如果你们听信了,你认为你们会遭到怎样的诽谤?
τότε μὲν γὰρ ὑμᾶς ᾤοντο ὀργισθέντας Λεωδάμαντα ἀποδοκιμάσαι· ἐὰν δὲ τοῦτον δοκιμάσητε, εὖ εἴσονται ὅτι οὐ δικαίᾳ γνώμῃ περὶ αὐτοῦ κέχρησθε.
因为在那个时候,人们以为你们是因为愤怒而判定莱奥达马斯不合格;但如果你们批准了这个人,他们就会很清楚地知道,你们对他没有做出公正的判决。
ἔστι δὲ τούτοις μὲν πρὸς ὑμᾶς ἁγών, ὑμῖν δὲ πρὸς ἅπασαν τὴν πόλιν, ἣ σκοπεῖ νυνὶ τίνα ὑμεῖς γνώμην περὶ αὐτῆς ἕξετε.
对他们来说,这是针对你们的斗争,但对你们来说,这是针对整个城邦的斗争,而城邦现在正注视着你们对它持有怎样的态度。
§15καὶ μηδεὶς ὑμῶν ἡγείσθω με Λεωδάμαντι χαριζόμενον κατηγορεῖν Εὐάνδρου, ὅτι φίλος ὢν τυγχάνει, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως προνοούμενον.
你们中谁也不要以为,我指控埃万德罗是为了讨好莱奥达马斯,只因他恰好是我的朋友,而应该看到我是为了你们和城邦在作长远考量。
ῥᾴδιον δʼ ἐξ αὐτοῦ τοῦ πράγματος μαθεῖν.
这从事情本身很容易看出来。
Λεωδάμαντι γὰρ συμφέρει τοῦτον δοκιμασθῆναι, οὕτω γὰρ ὑμεῖς μάλιστα διαβληθήσεσθε, καὶ δόξετε ἀντὶ δημοτικῶν ἀνθρώπων ὀλιγαρχικοὺς εἰς τὰς ἀρχὰς καθιστάναι·
因为对莱奥达马斯来说,这个人通过审查是有利的,因为这样一来你们将受到最大的诽谤,并且会显得是在让寡头派的人而非民主派的人担任官职。
ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι, δόξετε γὰρ κἀκεῖνον δικαίως ἀποδοκιμάσαι· ἐὰν δὲ μηδὲ τόνδε, οὐδʼ ἐκεῖνον δικαίως.
但对你们来说,否定这个人则是有利的,因为这样你们就会显得公正地否定了那个人;但如果你们连这个人也不否定,那么你们也将显得同样不公正地否定了那个人。

词汇与语法注释

  1. §9ὅτι — 引导名词性从句,依赖于前一节(§8)结尾的祈使动词“κἀκεῖνο δʼ ἐνθυμεῖσθε”(并且也要记住那一点)。在语法上并非独立句。
  2. §10εἰ μὲν δὴ βουλεύσων νυνὶ ἐδοκιμάζετο — 使用直陈式未完成过去时(imperfect)的现在相反虚拟条件句的前件(条件从句)。它与后件(结论从句)“ἂν ... ἀπεδοκιμάζετε”连用,表达与现在事实相反的假设:“如果他现在正接受审查……(而实际上并没有)”。
  3. §13κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν — 分离现象(tmesis)的一个实例,其中前缀“πρὸς”与动词“ἐνθυμηθῶσιν”(προσενθυμέομαι 的第三人称复数虚拟式)分离。主语是“他们”(公民或陪审员),表示劝告:“让他们进一步记住这一点”。
  4. §15ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι — 与前句“Λεωδά慢体 γὰρ συμφέρει...”(因为对莱奥达马斯来说……是有利的)相对应,省略了非人称动词“συμφέρει”(有利,有益)。应补充理解为:“但对你们来说,否定这个人[是有利的]”。

引用这一段

吕西亚斯, 关于埃万德罗斯的资格审查 §9-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg026.humanitext-grc2:9-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。