Humanitext Reader

吕西亚斯 · 关于埃万德罗斯的资格审查 §16-24

反驳城内派辩词与揭露斯拉叙布洛斯的背叛

第 3 段,共 3 段 · 希腊语

内容简介

原告预料并反驳了埃万德罗利用城内派保护为己辩护的意图,并揭露了埃万德罗的辩护人斯拉叙布洛斯所犯下的严重叛国行为,以此敦促议会权衡在这次审查中应当信任哪一方。

§16καίτοιγε αὐτὸν ἀκούω λέξειν ὡς οὐ περὶ αὐτοῦ μόνον ἡ δοκιμασία ἐστίν, ἀλλὰ περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, καὶ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑμᾶς ὑπομνήσειν, ὡς ἐκ τούτων προσληψόμενον αὐτὸν δοκιμαστὰς τοὺς ἐν ἄστει μείναντας.
然而,我听说他会声称,这次审查不仅关乎他一个人,而且关乎所有留在城里的人,并且他会提醒你们记住誓言和协定,仿佛他打算凭着这些把留在城里的人拉拢过来作为自己的审查者。
ἐγὼ δʼ ὑπὲρ τοῦ πλήθους βραχέα πρὸς αὐτὸν εἰπεῖν βούλομαι, ὅτι ὁ δῆμος οὐ τὴν αὐτὴν γνώμην ἔχει περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, ἀλλὰ περὶ μὲν τῶν τοιαῦτα ἐξαμαρτανόντων οἵαν ἐγώ φημι δεῖν,
但我想代表民众对他说几句简短的话:即人民对所有留在城里的人并不持有相同的看法,而是对那些犯下如此罪行的人,持有像我说他们应当持有的那样一种看法,而对其他人,则持有相反的看法。
§17περὶ δὲ τῶν ἄλλων τὴν ἐναντίαν. τεκμήριον δέ· οὐ γὰρ ἔλαττον τούτους ἡ πόλις τετίμηκε τῶν ἐπὶ Φυλὴν ἐλθόντων καὶ τὸν Πειραιᾶ καταλαβόντων.
这里有一个证据:因为城邦对这些人的器重,并不亚于那些前往菲莱并占领培拉亚斯的人。
εἰκότως· τοὺς μὲν γὰρ ἴσασιν ὁποῖοι τινες ἐν δημοκρατίᾳ μόνῃ γεγένηνται, ὁποῖοι δʼ ἄν τινες ἐν ὀλιγαρχίᾳ γένοιντο, οὔπω πεῖραν εἰλήφασι· παρὰ δὲ τούτων ἑκατέρας τῆς πολιτείας ἱκανὴν βάσανον ἔχουσιν, ὥστʼ εἰκότως πιστεύειν.
这很合理;因为对于前者,人们只知道他们在民主制下是怎样的人,而对于他们在寡头统治下会变成怎样的人,人们还没有经验;但对于后者,人们在两种政体下都对他们进行了充分的检验,因而有理由信任他们。
§18καὶ ἡγοῦνταί γε διὰ μὲν τοὺς τοιούτους συλληφθέντας τότε ἀποθανεῖν, διὰ δὲ τοὺς ἄλλους ἐκφυγεῖν, ἐπεὶ εἴ γε τὴν αὐτὴν γνώμην ἅπαντες ἔσχον, οὔτʼ ἂν φυγὴ οὔτʼ ἂν κάθοδος οὔτʼ ἄλλο οὐδὲν ἂν τῶν γεγενημένων τῇ πόλει συνέβη.
而且人们相信,当时有些人被捕并死去,正是因为这类人,而其他人得以逃脱正是因为其余的人;因为,如果所有人的想法都一样,那么无论是流亡、复归,还是城邦所发生的其他任何事情,都不会发生。
§19ἀλλὰ καὶ ὃ ἄλογον δοκεῖ εἶναι παρά τισιν, ὅπως ποτὲ πολλοὶ ὄντες ὑπʼ ὀλίγων τῶν ἐν Πειραιεῖ ἡττήθησαν, οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς τούτων προνοίας γεγένηται· οὗτοι γὰρ εἵλοντο μετὰ τῶν κατελθόντων πολιτεύεσθαι μᾶλλον ἢ μετὰ τῶν τριάκοντα Λακεδαιμονίοις δουλεύειν.
而且,甚至在某些人看来显得荒谬的事情——即他们人数众多,究竟是如何被培拉亚斯的少数人击败的——也不是由于其他原因,而正是源于这些人的深谋远虑;因为他们宁愿与复归的人共同参政,也不愿与三十人一起屈服于拉刻代蒙人。
§20τοιγάρτοι ἀντὶ τούτων αὐτοὺς ὁ δῆμος ταῖς μεγίσταις τιμαῖς τετίμηκεν, ἱππαρχεῖν καὶ στρατηγεῖν καὶ πρεσβεύειν ὑπὲρ αὑτῶν αἱρούμενοι· καὶ οὐδέποτε αὐτοῖς μετεμέλησεν.
因此,作为这些事情的回报,人民以极高的荣誉重用他们,选择他们代表自己担任骑兵长、将军和使节,并且从未后悔过。
καὶ διὰ μέν γε τοὺς πολλὰ ἐξαμαρτόντας τὰς δοκιμασίας εἶναι ἐψηφίσαντο, διὰ δὲ τοὺς μηδὲν τοιοῦτον πράξαντας τὰς συνθήκας ἐποιήσαντο.
的确,正是为了那些犯下诸多罪行的人,他们才投票决定设立审查,而正是为了那些没有做出此类事情的人,他们才制定了协定。
τοσαῦτά σοι ἐγὼ ὑπὲρ τοῦ δήμου ἀποκρίνομαι.
以上就是我代表人民给你的答复。
§21ὑμέτερον δὴ ἔργον ἐστίν, ὦ ἄνδρες βουλευταί, σκέψασθαι ποτέρῳ ἂν πιθόμενοι περὶ τῆς δοκιμασίας ταύτης ἄμεινον βουλεύσαισθε, πότερον ἐμοὶ ἢ Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται.
现在,议员诸公,你们的任务是考虑听信我们中哪一个人的话,能使你们对这次审查做出更好的决定:是听信我,还是听信将为他辩护的斯拉叙布洛斯。
περὶ μὲν οὖν ἐμοῦ ἢ τοῦ πατρὸς ἢ τῶν προγόνων οὐδὲν οὗτος εἰπεῖν ἕξει εἰς μισοδημίαν.
关于我、我的父亲或我的先祖,这个男人绝无可能说出任何指责我们仇视民主的话。
οὔτε γὰρ ὡς ὀλιγαρχίας μετέσχον (ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην), οὔθʼ ὡς ὁ πατήρ (πρὸ γὰρ τῶν στάσεων πολὺ ἐν Σικελίᾳ ἄρχων ἐτελεύτησεν)· §22οὐδʼ ὡς οἱ πρόγονοι ὑπὸ τοῖς τυράννοις ἐγένοντο· στασιάζοντες γὰρ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον διετέλεσαν.
因为我既没有参与寡头统治(因为我是在那个时代之后才通过审查成为成年男子的),我的父亲也没有(因为他在内讧发生很久以前就在西西里担任指挥官时去世了);我的先祖也从未屈服于僭主们的统治下,因为他们的一生都在反抗僭主。
ἀλλὰ μὲν δὴ οὐδὲ τὴν οὐσίαν ἡμᾶς ἐν τῷ πολέμῳ φήσει κτήσασθαι, εἰς δὲ τὴν πόλιν οὐδὲν ἀνηλωκέναι· πᾶν γὰρ τοὐναντίον, ἐν εἰρήνῃ μὲν ὀγδοηκοντατάλαντος ἡμῶν ὁ οἶκος ἐγένετο, εἰς δὲ τὴν τῆς πόλεως σωτηρίαν ἐν τῷ πολέμῳ ἅπας ἀνηλώθη.
但是,他绝不会说我们在战争期间聚敛财产,而没有为城邦做出过任何花费;因为恰恰相反,在和平时期我们的家产曾达到八十塔兰同,但在战争中,为了城邦的救赎,这一切都被耗尽了。
§23ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν τηλικαῦτα τὸ μέγεθος, ὥστʼ ἄξιον εἶναι ἕκαστον ἔργον θανάτου· πρῶτον μὲν ὅτι τὴν ἐν Βοιωτοῖς πολιτείαν χρήματα λαβὼν μετέστησε καὶ τῆς συμμαχίας ἡμᾶς ταύτης ἀπεστέρησεν, ἔπειτα ὅτι τὰς ναῦς προὔδωκε καὶ τὴν πόλιν περὶ σωτηρίας βουλεύεσθαι πεποίηκεν, §24ἔπειτα ὅτι παρὰ τῶν αἰχμαλώτων, οὓς αὐτὸς ἀπώλεσε, τριάκοντα μνᾶς ἐσυκοφάντησεν, οὐ φάσκων αὐτοὺς λύσεσθαι, εἰ μὴ τοῦτο αὐτῷ παρὰ σφῶν αὐτῶν παράσχοιεν.
相反地,关于这个人,我将指出三件性质极其严重的事,以至于每一项行为都足以被处以死刑:第一,他收受贿赂,颠覆了波奥蒂亚的政体,剥夺了我们的这一盟友关系;第二,他背叛并交出了战船,使城邦不得不为自身的存亡而谋划;第三,从那些被他自己所毁灭的战俘那里,他敲诈了三十米纳,声声称除非他们从自己的财产中向他提供这笔钱,否则他们将无法获得赎释。
συνειδότες οὖν ἡμῶν ἑκατέρῳ τὸν βίον, πρὸς ταῦτα βουλεύεσθε ὁποτέρῳ χρὴ πιστεύειν περὶ τῆς Εὐάνδρου δοκιμασίας, καὶ οὕτως οὐκ ἐξαμαρτήσεσθε.
因此,在了解了我们两人的生活之后,请根据这些情况来考量,在关乎埃万德罗的审查中你们应当信任谁,这样你们就不会犯错。

词汇与语法注释

  1. §16ὡς ἐκ τούτων προσληψόμενον αὐτὸν δοκιμαστὰς τοὺς ἐν ἄστει μείναντας — 带有 ὡς 加上将来分词宾格的句法结构。προσληψόμενον 与主句不定式的主语宾格 αὐτόν(埃万德罗)一致,表示其主观意图(“仿佛企图拉拢”)。δοκιμαστάς 作为该分词的宾格补足语(“作为审查者”),而 τοὺς ἐν ἄστει μείναντας 是其直接宾语。
  2. §16οἵαν ἐγώ φημι δεῖν — 关系从句中的省略结构。关系代词 οἵαν(阴性单数宾格)呼应前文的先行词 γνώμην(看法)。在 δεῖν 之后省略了不定式 ἔχειν(持有),全句意为“正如我说他们应当(持有)的那样一种看法”。
  3. §21ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην — 短语 ἀνὴρ εἶναι ἐδοκιμάσθην 指雅典青年在十八岁时接受的公民审查(δοκιμασία),以登记为成年公民。τῶν χρόνων τούτων 指代三十人僭主统治时期,是受比较副词 ὕστερον(较晚、在……之后)支配的比较属格。
  4. §23ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν — 代词 τούτου(关于这个人)结合前文语境,指的不是被告埃万德罗,而是其辩护人斯拉叙布洛斯(§21 Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται)。这体现了一种修辞策略,即通过攻击对方有影响力的辩护人而非被告本人,来削弱其在审查中的可信度。

引用这一段

吕西亚斯, 关于埃万德罗斯的资格审查 §16-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg026.humanitext-grc2:16-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。