§1οὐδʼ ἡγούμενος ἀκριβῆ νῦν τὴν δοκιμασίαν αὐτοὺς διὰ τὸν χρόνον ποιήσεσθαι, ἐπεὶ σύνοισθα πολλὰ καὶ δεινὰ εἰς αὐτοὺς ἐξημαρτηκώς, ὧν ἐπιλελῆσθαι καὶ οὐδʼ ἀναμνησθήσεσθαι ἐνίους αὐτῶν νομίζεις.
你甚至不认为由于时间流逝,他们现在还会进行严格的审查,因为你深知自己对他们犯下了许多严重的罪行,并认为他们已经忘记了其中一些,甚至不会再想起。
ὃ δὴ ἔγωγε καὶ ἀγανακτῶ, εἰ ταύτῃ τῇ ἐλπίδι εἰς ὑμᾶς ἥκει πιστεύων, ὥσπερ ἄλλων μέν τινων ὄντων τῶν ἠδικημένων, ἑτέρων δὲ τῶν ταῦτα διαψηφιουμένων, ἀλλʼ οὐκ ἀμφότερα τῶν αὐτῶν καὶ πεπονθότων καὶ ἀκουσομένων.
这正是我所愤慨的,如果他抱着这种希望、信赖着来到你们面前,就仿佛受害的是一些人,而对此事进行投票表决的是另一些人,而不是这两者都属于既遭受了痛苦、又将听取审判的同一群人。
§2αἴτιοι δὲ τούτων ὑμεῖς ἐστε· οὐ γὰρ ἐνθυμεῖσθε ὅτι οὗτοι μέν, ὅτε ἡ πόλις ὑπὸ Λακεδαιμονίων ἤρχετο, οὐδὲ τῆς αὐτῆς δουλείας ὑμῖν μεταδοῦναι ἠξίωσαν, ἀλλὰ καὶ τῆς πόλεως ἐξήλασαν· ὑμεῖς δʼ ἐλευθέραν αὐτὴν ποιήσαντες οὐ μόνον τῆς ἐλευθερίας αὐτοῖς ἀλλὰ καὶ τοῦ δικάζειν καὶ τοῦ ἐκκλησιάζειν περὶ τῶν κοινῶν μετέδοτε, ὥστε εἰκότως ὑμῶν ταύτην τὴν εὐήθειαν καταγιγνώσκουσιν.
而这要归咎于你们;因为你们没有记住,这些人当城邦被拉栖代梦人支配时,甚至不屑于让你们分担同样的奴役,反而将你们赶出城邦;而你们在使城邦获得自由之后,不仅与他们分享了自由,还分享了审判和就公共事务参与公民大会的权利,因此他们自然会谴责你们的这种愚蠢。
§3ὧν εἷς οὗτος ὢν οὐκ ἀγαπᾷ εἴ τις αὐτὸν ἐᾷ τούτων μετέχειν, ἀλλὰ καὶ πρὶν ἐκείνων δοῦναι δίκην πάλιν ἄρχειν ἀξιοῖ.
作为其中一员的这个人,不仅不满足于有人允许他参与这些事务,反而甚至在为过去的罪行接受惩罚之前,就再次要求担任官职。
καὶ νυνὶ αὐτὸν ἀκούω ὑπὲρ μὲν τῶν αὐτοῦ κατηγορουμένων διὰ βραχέων ἀπολογήσεσθαι, ἐπισύροντα τὰ πράγματα καὶ διακλέπτοντα τῇ ἀπολογίᾳ τὴν κατηγορίαν, λέξειν δὲ ὡς πολλὰ εἰς τὴν πόλιν ἀνηλώκασι καὶ φιλοτίμως λελῃτουργήκασι καὶ νίκας πολλὰς καὶ καλὰς ἐν δημοκρατίᾳ νενικήκασι, καὶ ὅτι αὐτὸς κόσμιός ἐστι καὶ οὐχ ὁρᾶται ποιῶν ἃ ἕτεροι ἐνταῦθα τολμῶσιν, ἀλλὰ τὰ ἑαυτοῦ πράττειν ἀξιοῖ.
现在我听说,对于针对他的指控,他将进行简短的辩护,敷衍了事,企图通过辩护来掩盖指控;并且他还会说,他们为城邦花费了许多,怀着荣誉心履行了公共服务,并在民主制下赢得了许多辉煌的胜利,且他自己是安分守己的人,没有被看到去做其他人在那儿胆敢做的事,而只要求各安其分。
§4ἐγὼ δὲ πρὸς τούτους τοὺς λόγους οὐ χαλεπὸν οἶμαι ἀντειπεῖν·
但我认为,针对这些言论进行反驳并不困难。
πρὸς μὲν τὰς λῃτουργίας, ὅτι κρείττων ἦν ὁ πατὴρ αὐτοῦ μὴ λῃτουργήσας ἢ τοσαῦτα τῶν ἑαυτοῦ ἀναλώσας· διὰ γὰρ ταῦτα πιστευθεὶς ὑπὸ τοῦ δήμου κατέλυσε τὴν δημοκρατίαν, ὥστʼ εἶναι ταῦτα τὰ ἔργα ἀειμνηστότερα ἢ τὰ ἐκ τῶν λῃτουργιῶν αὐτῷ ἀναθήματα·
关于公共服务,他的父亲如果不履行,或者不从自己的财产中花费这么多,反而会更好;因为他正是因这些事而受到民众的信赖,从而颠覆了民主制,以至于这些行径比他因履行公共服务而献纳的祭品更令人永志不忘。
§5πρὸς δὲ τὴν ἡσυχιότητα τὴν τούτου, ὅτι οὐ νῦν δεῖ αὐτὸν ἐξετάζειν εἰ σώφρων ἐστίν, ὅτʼ αὐτὸν οὐκ ἔξεστιν ἀσελγαίνειν, ἀλλʼ ἐκεῖνον τὸν χρόνον σκοπεῖν, ἐν ᾧ ἐξὸν ὁποτέρως ἐβούλετο ζῆν εἵλετο παρανόμως πολιτευθῆναι.
而针对他的安分,我们不应在如今他不被允许肆意妄为的时候去考察他是否克己,而应当审视那个时代,在那个即便他可以随心所欲选择生活方式的时候,他却选择违法地参与政治。
τοῦ μὲν γὰρ νῦν μηδὲν ἐξαμαρτάνειν οἱ κωλύσαντες αἴτιοι, τῶν δὲ τότε γενομένων ὁ τούτου τρόπος καὶ οἱ τούτῳ ἐπιτρέπειν ἀξιοῦντες.
因为他现在不犯下任何罪过,其原因在于那些阻止他的人;而当时所发生的一切,其原因则在于他本人的性格以及那些认为应当放任他的人。
ὥστʼ ἐὰν ἐκ τούτων δοκιμάζεσθαι ἀξιοῖ, ταῦτα χρὴ ὑπολαμβάνειν, μὴ εὐήθεις αὐτῷ εἶναι δοκῆτε.
因此,如果他要求根据这些事情来通过审查,你们就必须理解这些情况,免得你们在他眼中显得愚蠢。
§6ἐὰν δὲ καὶ ἐπὶ τοιόνδε λόγον τράπωνται, ὡς ὁ χρόνος οὐκ ἐγχωρεῖ ἄλλον ἀποκληρῶσαι, ἀλλὰ ἀνάγκη, ἐὰν αὐτὸν ἀποδοκιμάσητε, ἄθυτα τὰ πάτρια ἱερὰ γίγνεσθαι, τάδʼ ἐνθυμήθητε, ὅτι πάλαι ὁ χρόνος ἤδη παρελήλυθεν.
如果他们又转向这样的论调,说时间已来不及重新抽签决定人选,而如果你们判定他不合格,祖传的祭祀就必然无法举行,那么请你们记住这一点:时间早就已经过去了。
ἡ γὰρ αὔριον ἡμέρα μόνη λοιπὴ τοῦ ἐνιαυτοῦ ἐστιν, ἐν δὲ ταύτῃ τῷ Διὶ τῷ σωτῆρι θυσία γίγνεται, δικαστήριον δὲ παρὰ τοὺς νόμους ἀδύνατον πληρωθῆναι.
因为明天是今年剩下的唯一一天,而在这一天要举行向救主宙斯献祭,且违反法律去召集法庭是不可能的。
§7εἰ δὲ ταῦτα πάνθʼ οὗτος ὥστε γενέσθαι διαπέπρακται, τί προσδοκῆσαι δεῖ δοκιμασθέντʼ αὐτὸν ποιήσειν, εἰ τὴν ἐξιοῦσαν ἀρχὴν πέπεικεν αὐτοῦ ἕνεκα παρανομῆσαι;
而如果这个人策划了所有这些事情以至于它们发生,那么一旦他通过了审查,我们该指望他做出什么事来呢? 如果他为了自己的利益,竟说服了即将卸任的官职去违法行事?
ἆρʼ ἂν ὀλίγα τοιαῦτα ἐν τῷ ἐνιαυτῷ διαπράξασθαι;
他难道在这一年中只会干出少数几件这样的事吗?
ἐγὼ μὲν γὰρ οὐκ ἂν οἶμαι.
我可不这么认为。
§8ἔστι δʼ ὑμῖν οὐ τοῦτο μόνον σκεπτέον, ἀλλὰ καὶ πότερον εὐσεβέστερον τὸν βασιλέα καὶ τοὺς συνάρχοντας τὰ ὑπὲρ τοῦ μέλλοντος ἄρξειν ἱερὰ θῦσαι, ὡς καὶ πρότερον ἤδη γεγένηται, ἢ καὶ τοῦτον, ὃν οὐδὲ καθαρὸν εἶναι τὰς χεῖρας οἱ εἰδότες μεμαρτυρήκασι, καὶ πότερον ὑμεῖς ὠμόσατε εἰς τὴν ἀρχὴν ἀδοκίμαστον καταστήσειν, ἢ δοκιμάσαντες τὸν ἄξιον τῆς ἀρχῆς στεφανώσειν.
而且你们不仅要考虑这一点,还要考虑:是由国王及其同僚代表即将担任官职的人去举行神圣的祭祀(正如以前曾经发生过的那样)更为虔敬,还是让这个人也去(尽管知情者已经证明他的双手甚至是不洁净的);以及你们誓言的是将一个未经审查的人安置到官职中,还是在经过审查后,将花冠戴在配得上该官职的人头上。
ταῦτα γὰρ σκοπεῖσθε· κἀκεῖνο δʼ ἐνθυμεῖσθε,
因为你们要考量这些事,并且也要记住那一点……