§26ἐνίων μὲν γὰρ ἔπεισαν ὑμᾶς ἀκρίτων θάνατον καταψηφίσασθαι, πολλῶν δὲ ἀδίκως δημεῦσαι τὰς οὐσίας, τοὺς δʼ ἐξελάσαι καὶ ἀτιμῶσαι τῶν πολιτῶν·
他们说服你们对某些人未经审判就判处死刑,对许多人则是不公正地没收财产,对其他公民则予以驱逐并剥夺公民权。
τοιοῦτοι γὰρ ἦσαν ὥστε τοὺς μὲν ἡμαρτηκότας ἀργύριον λαμβάνοντες ἀφιέναι, τοὺς δὲ μηδὲν ἠδικηκότας εἰς ὑμᾶς εἰσιόντες ἀπολλύναι.
因为他们是这样的人:收受贿赂而放过有罪之人,却在你们面前出庭将无辜之人置于死地。
καὶ οὐ πρότερον ἐπαύσαντο, ἕως τὴν μὲν πόλιν εἰς στάσεις καὶ τὰς μεγίστας συμφορὰς κατέστησαν, αὐτοὶ δʼ ἐκ πενήτων πλούσιοι ἐγένοντο.
他们直到把城邦推入内讧和最大的灾难才肯罢休,而他们自己则由穷光蛋变成了富翁。
§27ὑμεῖς δὲ οὕτως διετέθητε ὥστε τοὺς μὲν φεύγοντας κατεδέξασθε, τοὺς δʼ ἀτίμους ἐπιτίμους ἐποιήσατε, τοῖς δʼ ἄλλοις περὶ ὁμονοίας ὅρκους ὤμνυτε·
\n 但你们却如此宽大处理,以至于召回了流亡者,恢复了被剥夺公民权之人的权利,并与其他公民宣誓和解。
τελευτῶντες δὲ ἥδιον ἂν τοὺς ἐν τῇ δημοκρατίᾳ συκοφαντοῦντας ἐτιμωρήσασθε ἢ τοὺς ἄρξαντας ἐν τῇ ὀλιγαρχίᾳ.
最后,你们宁愿惩罚在民主制下进行告密的人,也不愿惩罚在寡头制下实行统治的人。
καὶ εἰκότως, ὦ ἄνδρες δικασταί· πᾶσι γὰρ ἤδη φανερόν ἐστιν ὅτι διὰ τοὺς μὲν ἀδίκως πολιτευομένους ἐν τῇ ὀλιγαρχίᾳ δημοκρατία γίγνεται, διὰ δὲ τοὺς ἐν τῇ δημοκρατίᾳ συκοφαντοῦντας ὀλιγαρχία δὶς κατέστη.
这是理所当然的,陪审员诸公;因为现在大家都很清楚,正是因为那些在寡头制下不公执政的人,民主制才得以诞生;而由于在民主制下进行告密的人,寡头制曾两次被建立。
ὥστε οὐκ ἄξιον τούτοις πολλάκις χρῆσθαι συμβούλοις, οἷς οὐδὲ ἅπαξ ἐλυσιτέλησε πιθομένοις.
因此,不应当经常把这些人当作顾问,因为听从他们哪怕一次也未曾对你们有利。
§28σκέψασθαι δὲ χρὴ ὅτι καὶ τῶν ἐκ Πειραιῶς οἱ μεγίστην δόξαν ἔχοντες καὶ μάλιστα κεκινδυνευκότες καὶ πλεῖστα ὑμᾶς ἀγαθὰ εἰργασμένοι πολλάκις ἤδη τῷ ὑμετέρῳ πλήθει διεκελεύσαντο τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν, ἡγούμενοι ταύτην δημοκρατίας εἶναι φυλακήν·
\n 你们还必须考虑到,即使是那些来自皮埃纽斯、享有最高声誉、冒了最大危险并为你们做出最大贡献的人,也已经多次敦促你们民众遵守誓言和协定,认为这是民主制度的保障。
τοῖς μὲν γὰρ ἐξ ἄστεως ὑπὲρ τῶν παρεληλυθότων ἄδειαν ποιήσειν, τοῖς δʼ ἐκ Πειραιῶς οὕτως πλεῖστον ἂν χρόνον τὴν πολιτείαν παραμεῖναι.
因为他们相信,这可以使城内的人对过去的事情获得免责,而对来自皮埃纽斯的人来说,政体也将以此种方式维持最长的时间。
§29οἷς ὑμεῖς πολὺ ἂν δικαιότερον πιστεύοιτε ἢ τούτοις, οἳ φεύγοντες μὲν διʼ ἑτέρους ἐσώθησαν, κατελθόντες δὲ συκοφαντεῖν ἐπιχειροῦσιν.
\n 你们对这些人的信任,远比对那些在流亡时靠别人救助而保全性命、归国后却企图进行告密的人要合理得多。
ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, τοὺς μὲν τὴν αὐτὴν γνώμην ἔχοντας ἐμοὶ τῶν ἐν ἄστει μεινάντων φανεροὺς γεγενῆσθαι καὶ ἐν ὀλιγαρχίᾳ καὶ ἐν δημοκρατίᾳ,
陪审员诸公,我认为,在留在城内的人当中,与我持相同看法的人已经清楚地表明,无论在寡头制下还是在民主制下,\n 他们都是怎样的公民。
§30ὁποῖοί τινές εἰσι πολῖται· τούτων δʼ ἄξιον θαυμάζειν, ὅ τι ἂν ἐποίησαν, εἴ τις αὐτοὺς εἴασε τῶν τριάκοντα γενέσθαι, οἳ νῦν δημοκρατίας οὔσης ταὐτὰ ἐκείνοις πράττουσι, καὶ ταχέως μὲν ἐκ πενήτων πλούσιοι γεγένηνται, πολλὰς δὲ ἀρχὰς ἄρχοντες οὐδεμιᾶς εὐθύνην διδόασιν, ἀλλʼ ἀντὶ μὲν ὁμονοίας ὑποψίαν πρὸς ἀλλήλους πεποιήκασιν, ἀντὶ δὲ εἰρήνης πόλεμον κατηγγέλκασι, διὰ τούτους δὲ ἄπιστοι τοῖς Ἕλλησι γεγενήμεθα.
然而对这些人,倒是值得惊异:如果有人允许他们成为三十人僭主的一员,他们会做出什么事来? 因为如今在民主制下,他们做着与那些人完全相同的事,并且迅速由贫致富,担任了许多官职却不接受任何审计。 相反,他们用彼此之间的猜疑代替了和睦,用宣战代替了和平,并且因为他们,我们在希腊人中失去了信用。
§31καὶ τοσούτων κακῶν καὶ ἑτέρων πολλῶν ὄντες αἴτιοι, καὶ οὐδὲν διαφέροντες τῶν τριάκοντα πλὴν ὅτι ἐκεῖνοι μὲν ὀλιγαρχίας οὔσης ἐπεθύμουν ὧνπερ οὗτοι, οὗτοι δὲ καὶ δημοκρατίας τῶν αὐτῶν ὧνπερ ἐκεῖνοι, ὅμως οἴονται χρῆναι οὕτως ῥᾳδίως ὃν ἂν βούλωνται κακῶς ποιεῖν, ὥσπερ τῶν μὲν ἄλλων ἀδικούντων, ἄριστοι δὲ ἄνδρες αὐτοὶ γεγενημένοι (καὶ τούτων μὲν οὐκ ἄξιον θαυμάζειν, §32ὑμῶν δέ, ὅτι οἴεσθε μὲν δημοκρατίαν εἶναι, γίγνεται δὲ ὅ τι ἂν οὗτοι βούλωνται, καὶ δίκην διδόασιν οὐχ οἱ τὸ ὑμέτερον πλῆθος ἀδικοῦντες, ἀλλʼ οἱ τὰ σφέτερα αὐτῶν μὴ διδόντες).
\n 他们作为如此多且其他许多灾难的制造者,与三十人僭主毫无区别,除了那些人在寡头制下渴望着这些人所渴望的事物,而这些人在民主制下也渴望着那些人渴望的事物。 然而,他们仍然认为自己应该如此轻易地伤害他们想伤害的任何人,仿佛其他所有人都在作恶,而他们自己却成了最优秀的人。 (当然,对于他们倒是不必惊异,\n 令人惊异的是你们,因为你们以为这是民主制,然而发生的一切却全凭这些人的意愿,而且接受惩罚的不是那些危害你们大众的人,而是那些不愿交出自己财产的人。
καὶ δέξαιντʼ ἂν μικρὰν εἶναι τὴν πόλιν μᾶλλον ἢ διʼ ἄλλους μεγάλην καὶ ἐλευθέραν, §33ἡγούμενοι νῦν μὲν διὰ τοὺς ἐκ Πειραιῶς κινδύνους αὑτοῖς ἐξεῖναι ποιεῖν ὅ τι ἂν βούλωνται, ἐὰν δʼ ὕστερον ὑμῖν διʼ ἑτέρων σωτήρια γένηται, αὐτοὶ μὲν καταλύσεσθαι, ἐκείνους δὲ μεῖζον δυνήσεσθαι·
)他们宁愿城邦弱小,也不愿通过他人使城邦变得强大和自由,\n 因为他们认为,现在由于来自皮埃纽斯的危险,他们被允许做任何想做的事,但如果以后通过他人使你们获得了安全,他们自己就会垮台,而其他人将拥有更大的权力。
ὥστε τὸ αὐτὸ πάντες ἐμποδών εἰσιν, ἐάν τι διʼ ἄλλων ἀγαθὸν ὑμῖν φαίνηται.
因此,如果通过他人向你们显现出任何好处,他们都会一律予以阻挠。
§34τοῦτο μὲν οὖν οὐ χαλεπὸν τῷ βουλομένῳ κατανοῆσαι·
\n 因此,对于想要理解这一点的人来说,这并不困难。
αὐτοί τε γὰρ οὐκ ἐπιθυμοῦσι λανθάνειν, ἀλλʼ αἰσχύνονται μὴ δοκοῦντες εἶναι πονηροί, ὑμεῖς τε τὰ μὲν αὐτοὶ ὁρᾶτε τὰ δʼ ἑτέρων πολλῶν ἀκούετε.
因为他们自己并不想隐瞒,反而如果看起来不邪恶就会感到羞耻;而你们自己也亲眼看到了一些事,并从许多人那里听到了另一些事。
ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν ἡγούμεθʼ εἶναι πρὸς πάντας ὑμᾶς τοὺς πολίτας ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμένειν, ὅμως δέ, §35ὅταν μὲν ἴδωμεν τοὺς τῶν κακῶν αἰτίους δίκην διδόντας, τῶν τότε περὶ ὑμᾶς γεγενημένων μεμνημένοι συγγνώμην ἔχομεν, ὅταν δὲ φανεροὶ γένησθε τοὺς μηδὲν αἰτίους ἐξ ἴσου τοῖς ἀδικοῦσι τιμωρούμενοι, τῇ αὐτῇ ψήφῳ ἡμᾶς εἰς ὑποψίαν καταστήσετε
然而,陪审员诸公,虽然我们认为对你们所有公民遵守协定和誓言是公正的,但尽管如此,\n 每当我们看到灾难的制造者受到惩罚时,我们会记住你们当时的遭遇并予以宽容;但每当你们显露出将无辜之人与作恶之人同等惩罚时,通过这同一张选票,你们将把我们置于猜疑之中。