Humanitext Reader

吕西亚斯 · 为残疾人辩护 §10-18

骑马的必要性与对傲慢指控的反驳

第 2 段,共 3 段 · 希腊语

内容简介

发言者解释说,他骑马是为了缓解身体残疾带来的痛苦,并论证了控告者关于他身体健全以及傲慢的指控在逻辑上是多么荒谬与自相矛盾。

§10περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος.
关于我的骑马活动——此人竟敢在你们面前提起它,既不畏惧命运,也不对你们感到羞耻——这无需多言。
ἐγὼ γὰρ, ὦ βουλή, πάντας οἶμαι τοὺς ἔχοντάς τι δυστύχημα τοῦτο ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος.
评议员诸公,我认为所有身患不幸的人都在寻求并钻研这件事:如何才能最无痛苦地应付降临在身上的遭遇。
ὧν εἷς ἐγώ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥᾳστώνην ἐξηῦρον εἰς τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων.
我就是其中之一,由于陷入了这样的不幸,我为自己找到了这一缓解长途必要出行的办法。
§11ὃ δὲ μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι διὰ τὴν συμφορὰν ἀλλʼ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν, ἐπὶ τοὺς ἵππους ἀναβαίνω· εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπʼ ἀστράβης ἂν ὠχούμην, ἀλλʼ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δʼ ἐπειδὴ τοιοῦτον οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζομαι χρῆσθαι πολλάκις.
评议员诸公,关于我骑马是由于不幸而非如他所说是出于傲慢,最大的证据如下:如果我拥有资产,我就会骑着带鞍的骡子,而不会骑别人的马;但如今,既然我无力购买这样的坐骑,我就不得不经常使用别人的马。
§12καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ βουλή, τοῦτον ἄν, εἰ μὲν ἐπʼ ἀστράβης ὀχούμενον ἑώρα με, σιωπᾶν (τί γὰρ ἂν καὶ ἔλεγεν;
然而,评议员诸公,这难道不是很荒谬吗? 如果此人看到我骑着带鞍的骡子,他本会保持沉默(因为他还能说什么呢?
), ὅτι δʼ ἐπὶ τοὺς ᾐτημένους ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι;
),而因为我骑着借来的马,他却企图说服你们我身体强健?
καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μιᾷ χρωμένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν δυναμένων ἐστιν· ὅτι δʼ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων;
而且,虽然我像其他人使用一根拐杖那样使用两根拐杖,他却不指控这也是强健者的特征;而因为我骑马,他却向你们用作我是强健者的证据?
οἷς ἐγώ διὰ τὴν αὐτὴν αἰτίαν ἀμφοτέροις χρῶμαι.
然而我使用这两者,都是出于完全相同的理由。
§13τοσοῦτον δὲ διενήνοχεν ἀναισχυντίᾳ τῶν ἁπάντων ἀνθρώπων, ὥστε ὑμᾶς πειρᾶται πείθειν, τοσούτους ὄντας εἵς ὤν, ὡς οὐκ εἰμὶ τῶν ἀδυνάτων ἐγώ.
他在无耻方面已经远远超过了所有人,以至于他企图以一人之力,说服你们如此众多的人相信我不是无力维生者。
καίτοι εἰ τοῦτο πείσει τινὰς ὑμῶν, ὦ βουλή, τί με κωλύει κληροῦσθαι τῶν ἐννέα ἀρχόντων, καὶ ὑμᾶς ἐμοῦ μὲν ἀφελέσθαι τὸν ὀβολὸν ὡς ὑγιαίνοντος, τούτῳ δὲ ψηφίσασθαι πάντας ὡς ἀναπήρῳ;
然而,评议员诸公,如果他以此说服了你们中的某些人,那还有什么能阻止我参与九路执政官的抽签,又有什么能阻止你们夺走我作为健康人的一奥博尔,而投票将这笔钱给此人作为残疾人呢?
οὐ γὰρ δήπου τὸν αὐτὸν ὑμεῖς μὲν ὡς δυνάμενον ἀφαιρήσεσθε τὸ διδόμενον, οἱ δὲ θεσμοθέται ὡς ἀδύνατον ὄντα κληροῦσθαι κωλύσουσιν.
因为你们绝不会在从同一个人身上以其强健为由夺走津贴的同时,而法制定官们又以其残废为由阻止他参与抽签。
§14ἀλλὰ γὰρ οὔτε ὑμεῖς τούτῳ τὴν αὐτὴν ἔχετε γνώμην, οὔθʼ οὗτος εὖ ποιῶν.
然而,你们与此人并无相同的看法,此人也幸好不是。
ὁ μὲν γὰρ ὥσπερ ἐπικλήρου τῆς συμφορᾶς οὔσης ἀμφισβητήσων ἥκει καὶ πειρᾶται πείθειν ὑμᾶς ὡς οὐκ εἰμὶ τοιοῦτος οἷον ὑμεῖς ὁρᾶτε πάντες· ὑμεῖς δὲ (ὃ τῶν εὖ φρονούντων ἔργον ἐστί) μᾶλλον πιστεύετε τοῖς ὑμετέροις αὐτῶν ὀφθαλμοῖς ἢ τοῖς τούτου λόγοις.
因为他前来争论,就好像我的不幸是一个有待争夺的独生女继承人一样,企图说服你们我并不是你们大家所看到的那种人;但你们(这是明智之人的做法)宁可相信你们自己的眼睛,也不相信他的空话。
§15λέγει δʼ ὡς ὑβριστής εἰμι καὶ βίαιος καὶ λίαν ἀσελγῶς διακείμενος, ὥσπερ εἰ φοβερῶς ὀνομάσειε, μέλλων ἀληθῆ λέγειν, ἀλλʼ οὐκ, ἐὰν πάνυ πραόνως, ταῦτα ποιήσων.
他说我是个傲慢、强横、行为极其放肆的人,就好像只要他用恐怖的词汇来称呼,就是在说真话一样,而好像即使他极为温和地说话,我便不会做这些事似的。
ἐγὼ δʼ ὑμᾶς, ὦ βουλή, σαφῶς οἶμαι δεῖν διαγιγνώσκειν οἷς τʼ ἐγχωρεῖ τῶν ἀνθρώπων ὑβρισταῖς εἶναι καὶ οἷς οὐ προσήκει.
但是,评议员诸公,我认为你们应当清楚地分辨,在人类之中,谁有条件成为傲慢之人,而谁不适合。
§16οὐ γὰρ τοὺς πενομένους καὶ λίαν ἀπόρως διακειμένους ὑβρίζειν εἰκός, ἀλλὰ τοὺς πολλῷ πλείω τῶν ἀναγκαίων κεκτημένους· οὐδὲ τοὺς ἀδυνάτους τοῖς σώμασιν ὄντας, ἀλλὰ τοὺς μάλιστα πιστεύοντας ταῖς αὑτῶν ῥώμαις· οὐδὲ τοὺς ἤδη προβεβηκότας τῇ ἡλικίᾳ, ἀλλὰ τοὺς ἔτι νέους καὶ νέαις ταῖς διανοίαις χρωμένους.
因为,贫穷且处于极度困境中的人是不可能傲慢的,相反,那些拥有远超生活必需之物的人才会如此;身体残疾的人也不会,相反,那些对自己的力量最为自信的人才会如此;已经年迈的人不会,相反,那些依然年轻且思想幼稚的人才会如此。
§17οἱ μὲν γὰρ πλούσιοι τοῖς χρήμασιν ἐξωνοῦνται τοὺς κινδύνους, οἱ δὲ πένητες ὑπὸ τῆς παρούσης ἀπορίας σωφρονεῖν ἀναγκάζονται· καὶ οἱ μὲν νέοι συγγνώμης ἀξιοῦνται τυγχάνειν παρὰ τῶν πρεσβυτέρων, τοῖς δὲ πρεσβυτέροις ἐξαμαρτάνουσιν ὁμοίως ἐπιτιμῶσιν ἀμφότεροι· §18καὶ τοῖς μὲν ἰσχυροῖς ἐγχωρεῖ μηδὲν αὐτοῖς πάσχουσιν, οὓς ἂν βουληθῶσιν, ὑβρίζειν, τοῖς δὲ ἀσθενέσιν οὐκ ἔστιν οὔτε ὑβριζομένοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας οὔτε ὑβρίζειν βουλομένοις περιγίγνεσθαι τῶν ἀδικουμένων.
因为富人用金钱买通危险以求免祸,而穷人则因眼前的匮乏而被迫克制;年轻人被认为应当得到长辈的宽恕,但长辈若犯下罪错,则会同样受到年轻者和年迈者的谴责;强者可以对他们想欺负的任何人施加傲慢,而自己不遭受任何痛苦,但弱者既无法在遭受傲慢时击退挑衅者,也无法在想要施加傲慢时战胜受害者。
ὥστε μοι δοκεῖ ὁ κατήγορος εἰπεῖν περὶ τῆς ἐμῆς ὕβρεως οὐ σπουδάζων, ἀλλὰ παίζων, οὐδʼ ὑμᾶς πεῖσαι βουλόμενος ὡς εἰμὶ τοιοῦτος, ἀλλʼ ἐμὲ κωμῳδεῖν βουλόμενος, ὥσπερ τι καλὸν ποιῶν.
因此,在我看来,控告者谈论我的傲慢并非出于严肃,而是出于戏谑,他并非想要说服你们我是这样的人,而是想要嘲弄我,仿佛在做一件多么了不起的事一样。

词汇与语法注释

  1. §11ἀλλʼ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον — 这是承接前句 `εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπʼ ἀστράβης ἂν ὠχούμην`(如果我有财产,我就会骑着带鞍的骡子)的虚拟语气(与过去事实相反的假设)主句。助词 `ἄν` 在此处依然起作用,未完成过去时 `ἀνέβαινον` 表示过去持续或习惯性的动作(“我就不会屡次骑着别人的马”)。
  2. §12τοῦτον ἂν ... σιωπᾶν — 这是依赖于主句非人称表达 `πῶς οὐκ ἄτοπόν ἐστιν` 的带对格的不定式结构。助词 `ἄν` 与不定式 `σιωπᾶν` 结合,代表直接引语中的 `ἐσιώπα ἄν`(他本会保持沉默,即与事实相反的结果)在间接引语中的变形,对应条件从句 `εἰ μὲν ἐπʼ ἀστράβης ὀχούμενον ἑώρα με`(如果他看见我骑在带鞍的骡子上)。
  3. §14ὥσπερ ἐπικλήρου τῆς συμφορᾶς οὔσης — 这是一个结合雅典法律背景的比喻性表达。`ἐπίκληρος` 指由于没有男性继承人,而必须与族中男性结婚以继承家产的“女继承人”。此处为带有 `ὥσπερ` 的属格绝对结构(genitive absolute),讽刺控告者纠缠于发言者的不幸,“就好像发言者的不幸是一个带有一大笔遗产、值得去争夺和继承的独生女”一样。

引用这一段

吕西亚斯, 为残疾人辩护 §10-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg024.humanitext-grc2:10-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。