§19ἔτι δὲ καὶ συλλέγεσθαί φησιν ἀνθρώπους ὡς ἐμὲ πονηροὺς καὶ πολλούς, οἳ τὰ μὲν ἑαυτῶν ἀνηλώκασι, τοῖς δὲ τὰ σφέτερα σῴζειν βουλομένοις ἐπιβουλεύουσιν.
此外,他还说许多恶棍聚集在我这里,他们挥霍了自己的财产,并阴谋图害那些想要保护自己财产的人。
ὑμεῖς δὲ ἐνθυμήθητε πάντες ὅτι ταῦτα λέγων οὐδὲν ἐμοῦ κατηγορεῖ μᾶλλον ἢ τῶν ἄλλων ὅσοι τέχνας ἔχουσιν οὐδὲ τῶν ὡς ἐμὲ εἰσιόντων μᾶλλον ἢ τῶν ὡς τοὺς ἄλλους δημιουργούς.
但是请你们大家记住,他这样说,不仅是在指控我,也是在指控其他所有有手艺的人;不仅是在指控出入我这里的人,也是在指控出入其他手艺人店铺的人。
§20ἕκαστος γὰρ ὑμῶν εἴθισται προσφοιτᾶν ὁ μὲν πρὸς μυροπώλιον, ὁ δὲ πρὸς κουρεῖον, ὁ δὲ πρὸς σκυτοτομεῖον, ὁ δʼ ὅποι ἂν τύχῃ, καὶ πλεῖστοι μὲν ὡς τοὺς ἐγγυτάτω τῆς ἀγορᾶς κατεσκευασμένους, ἐλάχιστοι δὲ ὡς τοὺς πλεῖστον ἀπέχοντας αὐτῆς·
因为你们每个人都习惯于到处走动,有的去香水店,有的去理发店,有的去鞋匠铺,有的则随处走动。 大多数人去离市场最近的店,极少数人去离市场最远的店。
ὥστʼ εἴ τις ὑμῶν πονηρίαν καταγνώσεται τῶν ὡς ἐμὲ εἰσιόντων, δῆλον ὅτι καὶ τῶν παρὰ τοῖς ἄλλοις διατριβόντων· εἰ δὲ κἀκείνων, ἁπάντων Ἀθηναίων·
因此,如果你们中有人要谴责出入我这里的人卑劣,显然也必须谴责在其他店里消磨时光的人;如果谴责那些人,那就是在谴责所有雅典人。
ἅπαντες γὰρ εἴθισθε προσφοιτᾶν καὶ διατρίβειν ἁμοῦ γέ που.
因为你们所有人都有在某个地方走动和消磨时光的习惯。
§21ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅ τι δεῖ λίαν με ἀκριβῶς ἀπολογούμενον πρὸς ἓν ἕκαστον ὑμῖν τῶν εἰρημένων ἐνοχλεῖν πλείω χρόνον.
然而,我不知道为什么还要花费更多时间,针对他所说的每一件事进行极其详尽的辩护来打扰你们。
εἰ γὰρ ὑπὲρ τῶν μεγίστων εἴρηκα, τί δεῖ περὶ τῶν φαύλων ὁμοίως τούτῳ σπουδάζειν;
如果我已经就最重要的事情作了说明,又何必像此人一样,在那些琐碎的事情上同样费尽心机呢?
ἐγὼ δʼ ὑμῶν, ὦ βουλή, δέομαι πάντων τὴν αὐτὴν ἔχειν περὶ ἐμοῦ διάνοιαν, ἥνπερ καὶ πρότερον.
评议员诸公,我请求你们大家,对我保持和以前完全相同的看法。
§22μηδʼ οὗ μόνου μεταλαβεῖν ἔδωκεν ἡ μοι τῶν ἐν τῇ πατρίδι, τούτου διὰ τουτονὶ ἀποστερήσητέ με· μηδʼ ἃ πάλαι κοινῇ πάντες ἔδοτέ μοι, νῦν οὗτος εἷς ὢν πείσῃ πάλιν ὑμᾶς ἀφελέσθαι.
请不要因为此人的缘故,夺走命运在祖国所赐予我分享的唯一的东西;也不要让此人凭一己之力,现在说服你们收回昔日你们大家共同给予我的东西。
ἐπειδὴ γὰρ, ὦ βουλή, τῶν μεγίστων ὁ δαίμων ἀπεστέρησεν ἡμᾶς, ἡ πόλις ἡμῖν ἐψηφίσατο τοῦτο τὸ ἀργύριον, ἡγουμένη κοινὰς εἶναι τὰς τύχας τοῖς ἅπασι καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν.
评议员诸公,因为神明既然剥夺了我们最重大的东西,城邦便投票将这笔钱赐予我们,认为无论祸福,命运对所有人都是共通的。
§23πῶς οὖν οὐκ ἂν δειλαιότατος εἴην, εἰ τῶν μὲν καλλίστων καὶ μεγίστων διὰ τὴν συμφορὰν ἀπεστερημένος εἴην, ἃ δʼ ἡ πόλις ἔδωκε προνοηθεῖσα τῶν οὕτως διακειμένων, διὰ τὸν κατήγορον ἀφαιρεθείην;
如果我因不幸而被剥夺了最美好、最重大的东西,却又要因为控告者的缘故,被夺走城邦因顾及处于这种境地的人而给予我的东西,那我岂不成了最悲惨的人?
μηδαμῶς, ὦ βουλή, ταύτῃ θῆσθε τὴν ψῆφον.
评议员诸公,绝不要这样投票。
διὰ τί γὰρ ἂν καὶ τύχοιμι τοιούτων ὑμῶν;
究竟为什么我要遭受你们这样的对待呢?
§24πότερον ὅτι διʼ ἐμέ τις εἰς ἀγῶνα πώποτε καταστὰς ἀπώλεσε τὴν οὐσίαν;
难道是因为有人曾因我而卷入诉讼并失去了财产?
ἀλλʼ οὐδʼ ἂν εἷς ἀποδείξειεν.
但绝无一人能证明这一点。
ἀλλʼ ὅτι πολυπράγμων εἰμὶ καὶ θρασὺς καὶ φιλαπεχθήμων;
还是因为我多管闲事、傲慢无礼、喜欢结怨?
§25ἀλλʼ οὐ τοιαύταις ἀφορμαῖς τοῦ βίου πρὸς τὰ τοιαῦτα τυγχάνω χρώμενος.
但我并没有这样的生活资本去干这些事。
ἀλλʼ ὅτι λίαν ὑβριστὴς καὶ βίαιος;
还是因为我过于傲慢和强横?
ἀλλʼ οὐδʼ ἂν αὐτὸς φήσειεν, εἰ μὴ βούλοιτο καὶ τοῦτο ψεύδεσθαι τοῖς ἄλλοις ὁμοίως.
但即使是他自己也不会这么说,除非他想在这件事上也像在其他事上一样撒谎。
ἀλλʼ ὅτι ἐπὶ τῶν τριάκοντα γενόμενος ἐν δυνάμει κακῶς ἐποίησα πολλοὺς τῶν πολιτῶν;
还是因为我在三十人僭主时期掌权,残害了许多公民?
ἀλλὰ μετὰ τοῦ ὑμετέρου πλήθους ἔφυγον εἰς Χαλκίδα, καὶ ἐξόν μοι μετʼ ἐκείνων ἀδεῶς πολιτεύεσθαι, μεθʼ ὑμῶν εἱλόμην κινδυνεύειν ἀπελθών.
但我当年是和你们大众一起逃往哈尔基斯的;尽管我本可以和他们在一起毫无畏惧地参与市政,我却选择与你们一起离去、共担危险。
§26μὴ τοίνυν, ὦ βουλή, μηδὲν ἡμαρτηκὼς ὁμοίων ὑμῶν τύχοιμι τοῖς πολλὰ ἠδικηκόσιν, ἀλλὰ τὴν αὐτὴν ψῆφον θέσθε περὶ ἐμοῦ ταῖς ἄλλαις βουλαῖς, ἀναμνησθέντες ὅτι οὔτε χρήματα διαχειρίσας τῆς πόλεως δίδωμι λόγον αὐτῶν, οὔτε ἀρχὴν ἄρξας οὐδεμίαν εὐθύνας ὑπέχω νῦν αὐτῆς, ἀλλὰ περὶ ὀβολοῦ μόνον ποιοῦμαι τοὺς λόγους.
评议员诸公,因此,我既然没有犯下任何过错,就不应该遭受与那些作恶多端之人相同的对待。 相反,请记住:我既没有管理过城邦的资金以至于需要进行审计,也没有担任过任何官职以至于现在要接受审查,我只是在为这一个奥博尔进行辩护。 请你们对我投下与其他历届评议会相同的选票。
§27καὶ οὕτως ὑμεῖς μὲν τὰ δίκαια γνώσεσθε πάντες, ἐγὼ δὲ τούτων ὑμῖν τυχὼν ἕξω τὴν χάριν, οὗτος δὲ τοῦ λοιποῦ μαθήσεται μὴ τοῖς ἀσθενεστέροις ἐπιβουλεύειν ἀλλὰ τῶν ὁμοίων αὐτῷ περιγίγνεσθαι.
这样,你们所有人都会做出公正的决断,而我得到这些,也会对你们心存感激;此人今后也将学会不要图害比他弱小的人,而是去战胜与他同等的人。