§9Μάρτυρες
ἡμέραις τοίνυν μετὰ ταῦτα οὐ πολλαῖς ὕστερον ἰδὼν ἀγόμενον τουτονὶ Παγκλέωνα ὑπὸ Νικομήδους, ὃς ἐμαρτύρησεν αὐτοῦ δεσπότης εἶναι, προσῆλθον βουλόμενος εἰδέναι ὁποῖόν τι περὶ αὐτοῦ πραχθήσοιτο.
证人此后没过几天,我看见这个潘克莱翁正被尼科美德斯(曾证明是他主人的人)带走,我想知道对他会如何处理,于是走了过去。
τότε μὲν οὖν ἐπειδὴ ἐπαύσαντο μαχόμενοι, εἶπόν τινες τῶν τούτων παρόντων ὅτι εἴη αὐτῷ ἀδελφὸς ὃς ἐξαιρήσοιτο αὐτὸν εἰς ἐλευθερίαν·
当时,当他们停止争吵时,在场陪同他的一些人说,他有一个兄弟会来赎他为自由人。
§10ἐπὶ τούτοις ἐγγυησάμενοι παρέξειν εἰς αὔριον ᾤχοντο ἀπιόντες.
他们在此条件下担保明天交人,随后便离去了。
τῇ δʼ ὑστεραίᾳ τῆς τε ἀντιγραφῆς ἕνεκα ταυτησὶ καὶ αὐτῆς τῆς δίκης ἔδοξέ μοι χρῆναι μάρτυρας λαβόντι παραγενέσθαι, ἵνʼ εἰδείην τόν τʼ ἐξαιρησόμενον αὐτὸν καὶ ὅ τι λέγων ἀφαιρήσοιτο.
第二天,为了这宗抗辩和诉讼本身,我认为自己应当带上证人到场,以便了解谁会来赎他,以及会用什么理由来带走他。
ἐφʼ οἷς μὲν οὖν ἐξηγγυήθη, οὔτε ἀδελφὸς οὔτε ἄλλος οὐδεὶς ἦλθε, γυνὴ δὲ φάσκουσα αὑτῆς αὐτὸν εἶναι δοῦλον, ἀμφισβητοῦσα τῷ Νικομήδει,
然而,对于他被担保的条件,既没有兄弟也没有其他任何人前来,反而出现了一个女人,她与尼科美德斯争执,声称潘克莱翁是她自己的奴隶,并声称不准带走他。
§11καὶ οὐκ ἔφη ἐάσειν αὐτὸν ἄγειν. ὅσα μὲν οὖν αὐτόθι ἐρρήθη, πολὺς ἂν εἴη μοι λόγος διηγεῖσθαι· εἰς τοῦτο δὲ βιαιότητος ἦλθον οἵ τε παρόντες τούτῳ καὶ αὐτὸς οὗτος, ὥστε ἐθέλοντος μὲν τοῦ Νικομήδους ἐθελούσης δὲ τῆς γυναικὸς ἀφιέναι, εἴ τις ἢ εἰς ἐλευθερίαν τοῦτον ἀφαιροῖτο ἢ ἄγοι φάσκων ἑαυτοῦ δοῦλον εἶναι, τούτων οὐδὲν ποιήσαντες ἀφελόμενοι ᾤχοντο.
在现场所说的一切,若是详细叙述,对我而言将是冗长的话语;但是陪伴他的那些人和他本人竟然诉诸如此暴力的行径,以至于尽管尼科美德斯愿意、那女人也愿意放人——只要有人要么赎他为自由人,要么声称他是自己的奴隶而带走他——但他们完全没有这样做,而是强行抢走了他并离去。
ὡς οὖν τῇ τε προτεραίᾳ ἐπὶ τούτοις ἐξηγγυήθη καὶ τότε βίᾳ ᾤχοντο ἀφελόμενοι αὐτόν, μάρτυρας παρέξομαι ὑμῖν.
因此,为了证明前一天他是在此条件下被担保的,而当时他们又是通过暴力抢走他的,我将向你们提供证人。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
请为我停下水钟。
§12Μάρτυρες
ῥᾴδιον τοίνυν εἰδέναι ὅτι οὐδʼ αὐτὸς Παγκλέων νομίζει ἑαυτὸν μὴ ὅτι Πλαταιέα εἶναι, ἀλλʼ οὐδʼ ἐλεύθερον.
证人因此,显而易见的是,连潘克莱翁自己也不认为自己是普拉提亚人,甚至连自由人也不是。
ὅστις γὰρ ἐβουλήθη βίᾳ ἀφαιρεθεὶς ἐνόχους καταστῆσαι τοὺς ἑαυτοῦ ἐπιτηδείους τοῖς βιαίοις μᾶλλον ἢ κατὰ τοὺς νόμους εἰς τὴν ἐλευθερίαν ἐξαιρεθεὶς δίκην λαβεῖν παρὰ τῶν ἀγόντων αὐτόν, οὐδενὶ χαλεπὸν γνῶναι ὅτι εὖ εἰδὼς ἑαυτὸν ὄντα δοῦλον ἔδεισεν ἐγγυητὰς καταστήσας περὶ τοῦ σώματος ἀγωνίσασθαι.
因为,一个宁可让人以暴力抢走自己、从而使自己的亲信承担暴力罪责,也不愿按照法律被赎为自由人、进而向带走他的人索取公道的人,任何人都不难看出,他因深知自己是奴隶,因而害怕提供担保人并在关乎人身身份的诉讼中抗争。
§13ὅτι μὲν οὖν Πλαταιεὺς εἶναι πολλοῦ δεῖ, οἶμαι ὑμᾶς ἐκ τούτων σχεδόν τι γιγνώσκειν· ὅτι δὲ οὐδʼ αὐτὸς οὗτος, ὃς ἄριστα οἶδε τὰ αὑτοῦ, ἡγήσατο δόξαι ἂν ὑμῖν Πλαταιεὺς εἶναι, ἐξ ὧν ἔραξε ῥαδίως μαθήσεσθε.
至于他根本不可能是普拉提亚人,我想你们从这些事实中已经大致明了;然而,连最了解自己情况的他本人也认为,在你们看来他不可能被当作普拉提亚人,这一点你们从他的所作所为中很容易就能了解。
ἐν τῇ ἀντωμοσία γὰρ τῆς δίκης ἣν αὐτῷ ἔλαχεν Ἀριστόδικος οὑτοσί, ἀμφισβητῶν §14μὴ πρὸς τὸν πολέμαρχον εἶναί οἱ τὰς δίκας διεμαρτυρήθη μὴ Πλαταιεὺς εἶναι.
因为在眼前的这位阿里斯托迪科斯对他提起的诉讼宣誓书中,他提出异议,声称对他的诉讼不属于军事执政官管辖,当时有人作证说他不是普拉提亚人。
ἐπισκηψάμενος δὲ τῷ μάρτυρι οὐκ ἐπεξῆλθεν, ἀλλʼ εἴασε καταδικάσασθαι αὐτοῦ τὸν Ἀριστόδικον.
他虽然起诉了该证人,却没有追究到底,而是听任阿里斯托迪科斯获得胜诉判决。
ἐπεὶ δὲ ὑπερήμερος ἐγένετο, ἐξέτισε τὴν δίκην, καθʼ ὅτι ἔπειθε.
当过限未付时,他按照自己能说服对方的条件支付了赔偿金。
καὶ τούτων, ὡς ἀληθῆ ἐστι, μάρτυρας ἐγὼ παρέξομαι ὑμῖν.
为了证明这些事情是真实的,我将向你们提供证人。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
请为我停下水钟。
§15Μάρτυρες
πρὶν τοίνυν ταῦτα ὁμολογηθῆναι αὐτῶ, δεδιὼς τὸν Ἀριστόδικον μεταστὰς ἐντεῦθεν Θήβησι μετῴκει.
证人在他达成协议之前,因为害怕阿里斯托迪科斯,他便搬离此地,移居到底比斯。
καίτοι οἶμαι εἰδέναι ὑμᾶς ὅτι εἴπερ ἦν Πλαταιεύς, πανταχοῦ μᾶλλον ἢ Θήβησιν εἰκὸς ἦν αὐτὸν μετοικῆσαι.
然而,我想你们也知道,如果他真的是普拉提亚人,他最不可能移居的地方就是底比斯。
ὡς οὖν ᾤκει ἐκεῖ πολὺν χρόνον, τούτων ὑμῖν μάρτυρας παρέξομαι.
为了证明他曾在那里居住过很长时间,我将向你们提供证人。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
请为我停下水钟。
§16Μάρτυρες
ἐξαρκεῖν μοι νομίζω τὰ εἰρημένα, ὦ ἄνδρες δικασταί·
证人审判员老爷们,我认为已说的这些已经足够了。
ἐὰν γὰρ διαμνημονεύητε, οἶδʼ ὅτι τά τε δίκαια καὶ τἀληθῆ ψηφιεῖσθε, ἃ καὶ ἐγὼ ὑμῶν δέομαι.
因为如果你们能牢记在心,我知道你们一定会做出公正且真实的判决,而这也正是我对你们的请求。