§1πολλὰ μὲν λέγειν, ὦ ἄνδρες δικασταί, περὶ τουτουὶ τοῦ πράγματος οὔτʼ ἂν δυναίμην οὔτε μοι δοκεῖ δεῖν·
审判员老爷们,关于这件事情,我既无能力多说,似乎也无此必要。
ὡς δὲ ὀρθῶς τὴν δίκην ἔλαχον τουτῳὶ Παγκλέωνι οὐκ ὄντι Πλαταιεῖ, τοῦτο ὑμῖν πειράσομαι ἀποδεῖξαι.
但是,关于我向这个并非普拉提亚人的潘克莱翁提起诉讼是完全正当的,这一点我将努力向你们证明。
§2ὡς γὰρ ἀδικῶν με πολὺν χρόνον οὐκ ἐπαύετο, ἐλθὼν ἐπὶ τὸ γναφεῖον, ἐν ᾧ εἰργάζετο, προσεκαλεσάμην αὐτὸν πρὸς τὸν πολέμαρχον, νομίζων μέτοικον εἶναι.
因为他长期以来不断侵害我,我便前往他工作的漂洗坊,将他传唤到军事执政官面前,以为他是个外邦居留者。
εἰπόντος δὲ τούτου ὅτι Πλαταιεὺς εἴη, ἠρόμην ὁπόθεν δημοτεύοιτο, παραινέσαντός τινος τῶν παρόντων προσκαλέσασθαι καὶ πρὸς τὴν φυλήν, ἧστινος εἶναι σκήπτοιτο.
但他声称自己是普拉提亚人,于是我询问他属于哪个自治社,因为在场的一个人建议我,也应该将他传唤到他声称所属的部落法官面前。
ἐπειδὴ δὲ ἀπεκρίνατο ὅτι Δεκελειόθεν, προσκαλεσάμενος αὐτὸν καὶ πρὸς τοὺς τῇ Ἱπποθωντίδι δικάζοντας, §3ἐλθὼν ἐπὶ τὸ κουρεῖον τὸ παρὰ τοὺς Ἑρμᾶς, οἷ Δεκελειεῖς προσφοιτῶσιν, ἠρώτων, οὕς τε ἐξευρίσκοιμι Δεκελειέων ἐπυνθανόμην εἴ τινα γιγνώσκοιεν Δεκελειόθεν δημοτευόμενον Παγκλέωνα.
当他回答说来自德凯莱亚时,我便也传唤他到负责希波索恩提斯部落审判的法官面前,并且前往赫尔墨斯神柱附近的理发店(那是德凯莱亚人经常聚集的地方),我向那里的人打听,并向我能找到的德凯莱亚人询问,他们是否认识任何登记在德凯莱亚社、名叫潘克莱翁的人。
ἐπειδὴ δὲ οὐδεὶς ἔφασκεν γιγνώσκειν αὐτόν, πυθόμενος ὅτι καὶ ἑτέρας δίκας τὰς μὲν φεύγοι τὰς δʼ ὠφλήκοι παρὰ τῷ πολεμάρχῳ ἔλαχον καὶ ἐγώ.
由于没有人表示认识他,我又获悉他在军事执政官面前还面临其他诉讼,有的在辩护,有的已经败诉,于是我也提起了诉讼。
§4πρῶτον μὲν οὖν ὑμῖν Δεκελειέων οὓς ἠρόμην μάρτυρας παρέξομαι, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν λαχόντων τε δίκας αὐτῷ πρὸς τὸν πολέμαρχον καὶ καταδικασαμένων, ὅσοι τυγχάνουσι παρόντες.
因此,首先我将向你们提供我所询问的德凯莱亚人作为证人,其次也提供其他在军事执政官面前对他提起诉讼并胜诉的人,只要他们正好在场。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
请为我停下水钟。
§5Μάρτυρες
ἐκ μὲν τούτων πεισθεὶς πρὸς τὸν πολέμαρχον αὐτῶ· τὴν δίκην ἔλαχον·
证人根据这些事实,我确信并向军事执政官对他提起了诉讼。
ἐπειδὴ δέ μοι αὐτὴν ἀντεγράψατο μὴ εἰσαγώγιμον εἶναι, περὶ πολλοῦ ποιούμενος μηδενὶ δόξαι ὑβρίζειν βούλεσθαι μᾶλλον ἢ δίκην λαβεῖν ὧν ἠδικήθην, πρῶτον μὲν Εὐθύκριτον, ὃν πρεσβύτατόν τε Πλαταιέων ἐγίγνωσκον καὶ μάλιστα ὠόμην εἰδέναι, ἠρόμην εἴ τινα γιγνώσκοι Ἱππαρμοδώρου ὑὸν Παγκλέωνα Πλαταιέα·
但是,当他对我的起诉提出“此案不予受理”的抗辩时,我极不希望任何人认为我更想侮辱人,而不是为了自己所受的侵害获得公正裁决,于是我首先询问了尤西克利托斯,据我所知他是最年长的普拉提亚人,也是我认为最可能知情的人,问他是否认识一个名叫潘克莱翁、是希帕莫多罗斯之子的普拉提亚人。
§6ἔπειτα δέ, ἐπειδὴ ἐκεῖνος ἀπεκρίνατό μοι ὅτι τὸν Ἱππαρμόδωρον μὲν γιγνώσκοι, ὑὸν δὲ ἐκείνῳ οὐδένα οὔτε Παγκλέωνα οὔτε ἄλλον οὐδένα εἰδείη ὄντα, ἠρώτων δὴ καὶ τῶν ἄλλων ὅσους ᾔδη Πλαταιέας ὄντας.
随后,由于他回答我,他认识希帕莫多罗斯,但不知道对方有任何儿子,无论是潘克莱翁还是其他人,我便又询问了其他所有我知道是普拉提亚人的人。
πάντες οὖν ἀγνοοῦντες τὸ ὄνομα αὐτοῦ, ἀκριβέστατα ἂν ἔφασάν με πυθέσθαι ἐλθόντα εἰς τὸν χλωρὸν τυρὸν τῇ ἕνῃ καὶ νέα· ταύτῃ γὰρ τῇ ἡμέρᾳ τοῦ μηνὸς ἑκάστου ἐκεῖσε συλλέγεσθαι τοὺς Πλαταιέας.
结果,他们都不知道这个名字,但对我说,如果我在月底的最后一天去绿色干酪市场,就能打听到最准确的消息;因为每个月的这一天,普拉提亚人都会聚集在那里。
§7ἐλθὼν οὖν εἰς τὸν τυρὸν ταύτῃ τῇ ἡμέρᾳ ἐπυνθανόμην αὐτῶν, εἴ τινα γιγνώσκοιεν Παγκλέωνα πολίτην σφέτερον.
于是,我在那一天去了干酪市场,向他们打听是否认识一个叫潘克莱翁的同胞市民。
καὶ οἱ μὲν ἄλλοι οὐκ ἔφασαν γιγνώσκειν, εἷς δέ τις εἶπεν ὅτι τῶν μὲν πολιτῶν οὐδενὶ εἰδείη τοῦτο ὂν τὸ ὄνομα, δοῦλον μέντοι ἔφη ἑαυτοῦ ἀφεστῶτα εἶναι Παγκλέωνα, §8τήν τε ἡλικίαν λέγων τὴν τούτου καὶ τὴν τέχνην ᾗ οὗτος χρῆται.
其他人说不认识,但有一位却说,市民中他不知道有谁叫这个名字,然而潘克莱翁实际上是他的逃亡奴隶,并且说出了他的年龄以及他所从事的行业。
ταῦτʼ οὖν ὡς ἀληθῆ ἐστι, τόν τε Εὐθύκριτον, ὃν πρῶτον ἠρόμην, καὶ τῶν ἄλλων Πλαταιέων ὅσοις προσῆλθον, καὶ τὸν ὃς ἔφη δεσπότης τούτου εἶναι, μάρτυρας παρέξομαι.
为了证明这些事情是真实的,我将提供尤西克利托斯(我首先询问的人)、其他我接触过的普拉提亚人,以及那个自称是其主人的人作为证人。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
请为我停下水钟。