§9Μάρτυρες
ἡμέραις τοίνυν μετὰ ταῦτα οὐ πολλαῖς ὕστερον ἰδὼν ἀγόμενον τουτονὶ Παγκλέωνα ὑπὸ Νικομήδους, ὃς ἐμαρτύρησεν αὐτοῦ δεσπότης εἶναι, προσῆλθον βουλόμενος εἰδέναι ὁποῖόν τι περὶ αὐτοῦ πραχθήσοιτο.
Μάρτυρες その後、数日も経たないうちに、このパンクレオンが、自分が彼の主人であると証言したニコミデスによって連行されているのを私は見かけ、彼に対してどのような措置が取られるのかを知りたいと思って近づきました。
τότε μὲν οὖν ἐπειδὴ ἐπαύσαντο μαχόμενοι, εἶπόν τινες τῶν τούτων παρόντων ὅτι εἴη αὐτῷ ἀδελφὸς ὃς ἐξαιρήσοιτο αὐτὸν εἰς ἐλευθερίαν·
その時、彼らが争うのをやめると、パンクレオンのそばにいた者たちの一部が、彼には彼を自由の身として引き取る兄弟がいると言いました。
§10ἐπὶ τούτοις ἐγγυησάμενοι παρέξειν εἰς αὔριον ᾤχοντο ἀπιόντες.
彼らは、明日彼を出頭させると保証した上で立ち去りました。
τῇ δʼ ὑστεραίᾳ τῆς τε ἀντιγραφῆς ἕνεκα ταυτησὶ καὶ αὐτῆς τῆς δίκης ἔδοξέ μοι χρῆναι μάρτυρας λαβόντι παραγενέσθαι, ἵνʼ εἰδείην τόν τʼ ἐξαιρησόμενον αὐτὸν καὶ ὅ τι λέγων ἀφαιρήσοιτο.
翌日、この抗弁と訴訟そのもののために、私は証人を伴ってそこへ行くべきだと思いました。 彼を引き取ろうとする者が誰で、いかなる主張をして引き離すのかを知るためです。
ἐφʼ οἷς μὲν οὖν ἐξηγγυήθη, οὔτε ἀδελφὸς οὔτε ἄλλος οὐδεὶς ἦλθε, γυνὴ δὲ φάσκουσα αὑτῆς αὐτὸν εἶναι δοῦλον, ἀμφισβητοῦσα τῷ Νικομήδει, §11καὶ οὐκ ἔφη ἐάσειν αὐτὸν ἄγειν.
しかし、彼が身元保証された条件に対して、兄弟も他の誰も来ず、一人の女性が、ニコミデスと争いながら、パンクレオンは自分の奴隷であると主張して現れ、彼を連れて行くことを許さないと言いました。
ὅσα μὲν οὖν αὐτόθι ἐρρήθη, πολὺς ἂν εἴη μοι λόγος διηγεῖσθαι· εἰς τοῦτο δὲ βιαιότητος ἦλθον οἵ τε παρόντες τούτῳ καὶ αὐτὸς οὗτος, ὥστε ἐθέλοντος μὲν τοῦ Νικομήδους ἐθελούσης δὲ τῆς γυναικὸς ἀφιέναι, εἴ τις ἢ εἰς ἐλευθερίαν τοῦτον ἀφαιροῖτο ἢ ἄγοι φάσκων ἑαυτοῦ δοῦλον εἶναι, τούτων οὐδὲν ποιήσαντες ἀφελόμενοι ᾤχοντο.
そこで語られたすべてのことを詳しく語るなら長くなりますが、彼の仲間の者たちと起訴された彼自身が非常な暴力行為に及び、ニコミデスもその女性も、もし誰かが彼を自由の身として引き取るか、あるいは自分の奴隷であると主張して連れて行くのであれば解放してもよいと考えていたにもかかわらず、そのどちらも行わずに、力づくで彼を奪い去ってしまいました。
ὡς οὖν τῇ τε προτεραίᾳ ἐπὶ τούτοις ἐξηγγυήθη καὶ τότε βίᾳ ᾤχοντο ἀφελόμενοι αὐτόν, μάρτυρας παρέξομαι ὑμῖν.
このように、前日にそのような条件で彼が身元保証されたこと、そしてその時彼らが力づくで彼を奪い去ったこと、これらについてあなた方に証人を提示しましょう。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
そして、水時計の水を止めてください。
§12Μάρτυρες
ῥᾴδιον τοίνυν εἰδέναι ὅτι οὐδʼ αὐτὸς Παγκλέων νομίζει ἑαυτὸν μὴ ὅτι Πλαταιέα εἶναι, ἀλλʼ οὐδʼ ἐλεύθερον.
Μάρτυρες したがって、パンクレオン自身もまた、自分がプラタイア人であるどころか、自由人であるとも思っていないことは容易に分かります。
ὅστις γὰρ ἐβουλήθη βίᾳ ἀφαιρεθεὶς ἐνόχους καταστῆσαι τοὺς ἑαυτοῦ ἐπιτηδείους τοῖς βιαίοις μᾶλλον ἢ κατὰ τοὺς νόμους εἰς τὴν ἐλευθερίαν ἐξαιρεθεὶς δίκην λαβεῖν παρὰ τῶν ἀγόντων αὐτόν, οὐδενὶ χαλεπὸν γνῶναι ὅτι εὖ εἰδὼς ἑαυτὸν ὄντα δοῦλον ἔδεισεν ἐγγυητὰς καταστήσας περὶ τοῦ σώματος ἀγωνίσασθαι.
というのも、力づくで連れ去られることで自分の仲間たちを暴力行為の咎に陥れることを、法律に従って自由の身として引き取られて自分を連行しようとする者たちから法的賠償を得ることよりも好むような者であれば、彼自身が自分が奴隷であることをよく知っており、身元保証人を立てて自らの身分について争うことを恐れたのだと判断することは、誰にとっても難しくないからです。
§13ὅτι μὲν οὖν Πλαταιεὺς εἶναι πολλοῦ δεῖ, οἶμαι ὑμᾶς ἐκ τούτων σχεδόν τι γιγνώσκειν·
ですから、彼がプラタイア人であることなど到底あり得ないということは、これらからあなた方もほぼお分かりのことと思います。
ὅτι δὲ οὐδʼ αὐτὸς οὗτος, ὃς ἄριστα οἶδε τὰ αὑτοῦ, ἡγήσατο δόξαι ἂν ὑμῖν Πλαταιεὺς εἶναι, ἐξ ὧν ἔραξε ῥαδίως μαθήσεσθε.
しかし、自分自身のことを最もよく知っている彼自身でさえ、自分があなた方にプラタイア人だと思われるはずがないと考えていたことは、彼の行動から容易に理解できるでしょう。
ἐν τῇ ἀντωμοσία γὰρ τῆς δίκης ἣν αὐτῷ ἔλαχεν Ἀριστόδικος οὑτοσί, ἀμφισβητῶν §14μὴ πρὸς τὸν πολέμαρχον εἶναί οἱ τὰς δίκας διεμαρτυρήθη μὴ Πλαταιεὺς εἶναι.
というのも、このアリストディコスが彼に対して起こした訴訟の宣誓陳述において、パンクレオンが、自分に対する訴訟は軍事執政官の管轄ではないと争った際、彼がプラタイア人ではないという異議申立の証言がなされました。
ἐπισκηψάμενος δὲ τῷ μάρτυρι οὐκ ἐπεξῆλθεν, ἀλλʼ εἴασε καταδικάσασθαι αὐτοῦ τὸν Ἀριστόδικον.
彼はその証人を告発したものの追及せず、アリストディコスが自分に対して勝訴判決を得るのを放置したのです。
ἐπεὶ δὲ ὑπερήμερος ἐγένετο, ἐξέτισε τὴν δίκην, καθʼ ὅτι ἔπειθε.
そして、支払期限が過ぎると、彼は合意できた条件で賠償金を支払いました。
καὶ τούτων, ὡς ἀληθῆ ἐστι, μάρτυρας ἐγὼ παρέξομαι ὑμῖν.
これらのことが真実であることを示すため、私はあなた方に証人を提示しましょう。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
そして、水時計の水を止めてください。
§15Μάρτυρες
πρὶν τοίνυν ταῦτα ὁμολογηθῆναι αὐτῶ, δεδιὼς τὸν Ἀριστόδικον μεταστὰς ἐντεῦθεν Θήβησι μετῴκει.
Μάρτυρες さらに、これらが彼によって合意される前、アリストディコスを恐れた彼は、ここから立ち退いてテーバイに移住しました。
καίτοι οἶμαι εἰδέναι ὑμᾶς ὅτι εἴπερ ἦν Πλαταιεύς, πανταχοῦ μᾶλλον ἢ Θήβησιν εἰκὸς ἦν αὐτὸν μετοικῆσαι.
しかし、もし彼が本当にプラタイア人であったなら、テーバイほど、彼が移住するはずのない場所は他になかったということを、あなた方は知っていると思います。
ὡς οὖν ᾤκει ἐκεῖ πολὺν χρόνον, τούτων ὑμῖν μάρτυρας παρέξομαι.
彼がそこに長く住んでいたこと、これらについてあなた方に証人を提示しましょう。
καί μοι ἐπίλαβε τὸ ὕδωρ.
そして、水時計の水を止めてください。
§16Μάρτυρες
ἐξαρκεῖν μοι νομίζω τὰ εἰρημένα, ὦ ἄνδρες δικασταί·
Μάρτυρες 裁判員諸官よ、私としては、すでに述べたことで十分であると考えます。
ἐὰν γὰρ διαμνημονεύητε, οἶδʼ ὅτι τά τε δίκαια καὶ τἀληθῆ ψηφιεῖσθε, ἃ καὶ ἐγὼ ὑμῶν δέομαι.
あなた方がこれらをよく覚えていてくだされば、正義に適い、真実であるような判決を下してくださるものと確信しております。 それこそが、私があなた方に求めることなのです。