Humanitext Reader

吕西亚斯 · 控诉粮食商 §12-22

揭露操纵价格并要求严惩谷物商

第 2 段,共 2 段 · 希腊语

内容简介

控诉人揭露了谷物商在同一天内抬高物价并利用城邦危机操纵市场的恶行,强烈要求陪审团判其有罪,以保护公民和进口商的利益。

§12ἐχρῆν γὰρ αὐτούς, εἴπερ ὑμῶν ἕνεκα ἔπραττον ταῦτα, φαίνεσθαι τῆς αὐτῆς τιμῆς πολλὰς ἡμέρας πωλοῦντας, ἕως ὁ συνεωνημένος αὐτοὺς ἐπέλιπε· νῦν δʼ ἐνίοτε τῆς αὐτῆς ἡμέρας ἐπώλουν δραχμῇ τιμιώτερον, ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι.
因为,如果他们是为了你们的利益而做这些事,那么在合购的谷物卖光之前,应当能看到他们好几天都以同样的价格出售;但事实是,有时在同一天内,他们卖的价格就贵了一德拉克马,仿佛他们是按麦迪姆诺(斗)逐日购进的一样。
καὶ τούτων ὑμᾶς μάρτυρας παρέχομαι.
关于这些情况,我将你们自己作为证人提供出来。
§13δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν μὲν εἰσφορὰν εἰσενεγκεῖν δέη, ἣν πάντες εἴσεσθαι μέλλουσιν, οὐκ ἐθέλουσιν, ἀλλὰ πενίαν προφασίζονται, ἐφʼ οἷς δὲ θάνατός ἐστιν ἡ ζημία καὶ λαθεῖν αὐτοῖς συνέφερε, ταῦτα ἐπʼ εὐνοίᾳ φασὶ τῇ ὑμετέρα παρανομῆσαι.
\n 在在我看来,这是一件可怕的事,如果当需要缴纳人人都会知晓的特别税时,他们不情愿并借口贫穷,但在惩罚是死刑且对他们隐瞒事实有利的事情上,他们却声称是出于对你们的善意才违反了法律。
καίτοι πάντες ἐπίστασθε ὅτι τούτοις ἥκιστα προσήκει τοιούτους ποιεῖσθαι λόγους.
然而,你们所有人都知道,这些人最不配说出这样的话。
§14τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμφέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν σῖτον πωλῶσιν.
\n 因为他们的利益与其他人的利益完全相反:当城邦传来某种坏消息,从而能够高价出售谷物时,他们赚取的利润最多。
οὕτω δʼ ἄσμενοι τὰς συμφορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τὰς μὲν πρότεροι τῶν ἄλλων πυνθάνονται, τὰς δʼ αὐτοὶ λογοποιοῦσιν, ἢ τὰς ναῦς διεφθάρθαι τὰς ἐν τῷ Πόντῳ ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλῆφθαι, ἢ τὰ ἐμπόρια κεκλῇσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀπορρηθήσεσθαι, καὶ εἰς τοῦτʼ ἔχθρας ἐληλύθασιν, §15ὥστʼ ἐν τοῖς αὐτοῖς καιροῖς ἐπιβουλεύουσιν ὑμῖν, ἐν οἷσπερ οἱ πολέμιοι.
他们如此乐于看到你们的灾难,以至于有些灾难他们比其他人更早打听到,而有些则是他们自己编造的——例如黑海的船只已经覆灭,或者在出航时被拉栖代梦人俘获,或者贸易港口已被关闭,或者停战协定即将被废除;他们已经达到了如此敌视的程度,\n 以至于在敌人对付你们的相同关头,他们也对你们进行图谋。
ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαφερώμεθα, ἀλλʼ ἀγαπῶμεν ἐὰν ὁποσουτινοσοῦν πριάμενοι παρʼ αὐτῶν ἀπέλθωμεν.
因为当你们最需要谷物的时候,他们就抢购一空并拒绝出售,使我们无法就价格进行商榷,而是只要能以任何价格从他们那里买到并离开,我们就心满意足了。
ὥστʼ ἐνίοτε εἰρήνης οὔσης ὑπὸ τούτων πολιορκούμεθα.
因此,有时即使在和平时期,我们也会被他们围困。
§16οὕτω δὲ πάλαι περὶ τῆς τούτων πανουργίας καὶ κακονοίας ἡ πόλις ἔγνωκεν, ὥστʼ ἐπὶ μὲν τοῖς ἄλλοις ὠνίοις ἅπασι τοὺς ἀγορανόμους φύλακας κατεστήσατε, ἐπὶ δὲ ταύτῃ μόνῃ τῇ τέχνῃ χωρὶς σιτοφύλακας ἀποκληροῦτε· καὶ πολλάκις ἤδη παρʼ ἐκείνων πολιτῶν ὄντων δίκην τὴν μεγίστην ἐλάβετε, ὅτι οὐχ οἷοί τʼ ἦσαν τῆς τούτων πονηρίας ἐπικρατῆσαι.
\n 城邦早就深知他们的恶行和恶意,因此对于其他所有商品,你们都设立了市场监察官(阿哥拉诺莫斯)进行监管,而唯独对于这一行当,你们通过抽签专门任命了谷物监察官(西托菲拉克斯);而且你们已经多次对那些监察官处以极刑,尽管他们也是公民,只因为他们未能压制这些商人的邪恶。
καίτοι τί χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας ὑφʼ ὑμῶν πάσχειν, ὁπότε καὶ τοὺς οὐ δυναμένους φυλάττειν ἀποκτείνετε;
然而,既然连无法防范他们的人你们都要处死,那么这些行不义者自己应该受到你们怎样的惩罚呢?
§17ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι ἀδύνατον ὑμῖν ἐστιν ἀποψηφίσασθαι.
\n 你们必须记住,释放他们对你们来说是不可能的。
εἰ γὰρ ἀπογνώσεσθε ὁμολογούντων αὐτῶν ἐπὶ τοὺς ἐμπόρους συνίστασθαι, δόξεθʼ ὑμεῖς ἐπιβουλεύειν τοῖς εἰσπλέουσιν.
因为如果他们在承认联合起来对付进口商的情况下,你们仍然宣告他们无罪,那么你们就会被认为是在图谋伤害那些运粮进港的人。
εἰ μὲν γὰρ ἄλλην τινὰ ἀπολογίαν ἐποιοῦντο, οὐδεὶς ἂν εἶχε τοῖς ἀποψηφισαμένοις ἐπιτιμᾶν· ἐφʼ ὑμῖν γὰρ ὁποτέροις βούλεσθε πιστεύειν· νῦν δὲ πῶς οὐ δεινὰ ἂν δόξαιτε ποιεῖν, εἰ τοὺς ὁμολογοῦντας παρανομεῖν ἀζημίους ἀφήσετε;
如果他们做了其他任何辩护,没有人能指责投无罪票的人,因为相信哪一方是由你们决定的;但现在,如果你们放走那些承认违法的人而不加惩罚,你们怎能不被认为是在做出可怕的事呢?
§18ἀναμνήσθητε δέ, ὦ ἄνδρες δικασταί, ὅτι πολλῶν ἤδη ἐχόντων ταύτην τὴν αἰτίαν, ἀρνουμένων δὲ καὶ μάρτυρας παρεχομένων, θάνατον κατέγνωτε, πιστοτέρους ἡγησάμενοι τοὺς τῶν κατηγόρων λόγους.
\n 诸位陪审员,请记住,过去已有许多人受到这项指控,尽管他们予以否认并提供了证人,但你们认为控方的陈述更可信,仍判处了他们死刑。
καίτοι πῶς ἂν οὐ θαυμαστὸν εἴη, εἰ περὶ τῶν αὐτῶν ἁμαρτημάτων δικάζοντες μᾶλλον ἐπιθυμεῖτε παρὰ τῶν ἀρνουμένων δίκην λαμβάνειν;
然而,在审判完全相同的罪行时,如果你们反而更愿意惩罚那些予以否认的人,这怎能不令人感到惊奇呢?
§19καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, πᾶσιν ἡγοῦμαι φανερὸν εἶναι ὅτι οἱ περὶ τῶν τοιούτων ἀγῶνες κοινότατοι τυγχάνουσιν ὄντες τοῖς ἐν τῇ πόλει, ὥστε πεύσονται ἥντινα γνώμην περὶ αὐτῶν ἔχετε, ἡγούμενοι, ἐὰν μὲν θάνατον τούτων καταγνῶτε, κοσμιωτέρους ἔσεσθαι τοὺς λοιπούς·
\n 确实,诸位陪审员,我认为所有人都可以清楚地看到,此类审判与城邦中所有人的利益最休戚相关,因此他们会打听你们对这些人持有何种态度。
ἐὰν δʼ ἀζημίους ἀφῆτε, πολλὴν ἄδειαν αὐτοῖς ἐψηφισμένοι ἔσεσθε ποιεῖν ὅ τι ἂν βούλωνται.
因为他们相信,如果你们判处这些人死刑,其余的人就会变得更加规矩;但如果你们放走他们而不加惩罚,你们就等于通过投票给予了他们做任何想做之事的极大特权。
§20χρὴ δέ, ὦ ἄνδρες δικασταί, μὴ μόνον τῶν παρεληλυθότων ἕνεκα αὐτοὺς κολάζειν, ἀλλὰ καὶ παραδείγματος ἕνεκα τῶν μελλόντων ἔσεσθαι· οὕτω γὰρ ἔσονται μόγις ἀνεκτοί.
\n 诸位陪审员,不仅为了过去的事要惩罚他们,而且为了将来的警戒也必须惩罚他们;因为只有这样,他们才会勉强规矩一些。
ἐνθυμεῖσθε δὲ ὅτι ἐκ ταύτης τῆς τέχνης πλεῖστοι περὶ τοῦ σώματός εἰσιν ἠγωνισμένοι· καὶ οὕτω μεγάλα ἐξ αὐτῆς ὠφελοῦνται, ὥστε μᾶλλον αἱροῦνται καθʼ ἑκάστην ἡμέραν περὶ τῆς ψυχῆς κινδυνεύειν ἢ παύεσθαι παρʼ ὑμῶν ἀδίκως κερδαίνοντες.
请记住,在这个行当里,极多的人曾冒着生命危险接受审判;而他们从中获得的利益如此巨大,以至于他们宁愿每天冒着生命危险,也不愿停止以损害你们的利益来赚取不义之财。
§21καὶ μὲν δὴ οὐδʼ ἐὰν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ μᾶλλον τῶν τε πολιτῶν οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνῃσκον, καὶ τοὺς ἐμπόρους ἐφʼ οὓς οὗτοι συνέστησαν· οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην παρὰ τούτων λαμβάνοντες.
\n 确实,即使他们向你们哀求和恳求,你们怜悯他们也是不公正的,而更应该怜悯那些因这些人的邪恶而死去的公民,以及他们联合起来对付的进口商;通过惩罚这些人,你们将取悦他们并使他们更加积极。
εἰ δὲ μή, τίνʼ αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται ὅτι τῶν καπήλων οἳ τοῖς εἰσπλέουσιν ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηφίσασθε;
否则,当他们获悉,你们竟然释放了那些承认图谋伤害进口者零售商时,你认为他们会抱有何种想法呢?
§22οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· περὶ μὲν γὰρ τῶν ἄλλων τῶν ἀδικούντων, ὅτε δικάζονται, δεῖ παρὰ τῶν κατηγόρων πυθέσθαι, τὴν δὲ τούτων πονηρίαν ἅπαντες ἐπίστασθε.
\n 我不知道还有什么必要多说;因为在审判其他作恶者时,人们必须从控方那里了解事实,而这些人的邪恶你们大家都心知肚明。
ἐὰν οὖν τούτων καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μή, τιμιώτερον.
因此,如果你们判他们有罪,你们既主持了正义,又能以更便宜的价格买到谷物;否则,价格就会更贵。

词汇与语法注释

  1. §12ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι — 伴有 ὥσπερ(仿佛)的现在分词 συνωνούμενοι 表示假设性比喻。κατὰ μέδιμνον(按麦迪姆诺,即斗)讽刺了被告虽然是囤积了大批谷物,却表现得像每天只零星购进一点(以一斗为单位)一样,从而在一天之内频繁抬高售价。
  2. §16παρʼ ἐκείνων πολιτῶν ὄντων — 分词 ὄντων 表示让步(尽管是……)。ἐκείνων 指前文提到的谷物监察官(西托菲拉克斯)。发言者强调,尽管这些官员是雅典公民(πολιτῶν)而非外邦人,但他们仍因未能控制商人的贪婪而被处以极刑(δίκην τὴν μεγίστην),以此突显罪行的严重性。
  3. §21τῶν τε πολιτῶν ... καὶ τοὺς ἐμπόρους — 动词 ἐλεέω(怜悯)通常支配宾格,但在此处,属格(τῶν τε πολιτῶν)与宾格(τοὺς ἐμπόρους)通过连词 καί 并列。前半部分的属格可以解释为表示情感起因的属格(因公民们而怜悯),或者是受到同义词 οἰκτίρω 或其他支配属格的关切动词影响而产生的破格(anacoluthon)现象。

引用这一段

吕西亚斯, 控诉粮食商 §12-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg022.humanitext-grc2:12-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。