§1πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες δικασταί, θαυμάζοντες ὅτι ἐγὼ τῶν σιτοπωλῶν ἐν τῇ βουλῇ κατηγόρουν, καὶ λέγοντες ὅτι ὑμεῖς, εἰ ὡς μάλιστα αὐτοὺς ἀδικεῖν ἡγεῖσθε, οὐδὲν ἧττον καὶ τοὺς περὶ τούτων λόγους ποιουμένους συκοφαντεῖν νομίζετε.
诸位陪审员,许多人来到我这里,对我竟然在议事会中指控这些谷物商表示惊讶,并说即使你们认为他们犯有极大的罪行,也同样会把对他们进行指控的人视为诬告者。
ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων πρῶτον εἰπεῖν βούλομαι.
因此,我首先想说明,我是出于何种被迫的原因才指控他们的。
§2ἐπειδὴ γὰρ οἱ πρυτάνεις ἀπέδοσαν εἰς τὴν βουλὴν περὶ αὐτῶν, οὕτως ὠργίσθησαν αὐτοῖς, ὥστε ἔλεγόν τινες τῶν ῥητόρων ὡς ἀκρίτους αὐτοὺς χρὴ τοῖς ἕνδεκα παραδοῦναι θανάτῳ ζημιῶσαι.
因为当主席团将他们的事情提交给议事会时,议员们对他们极其愤怒,以至于有些发言人甚至说应当不经审判就将他们移交给十一人委员会处以死刑。
ἡγούμενος δὲ ἐγὼ δεινὸν εἶναι τοιαῦτα ἐθίζεσθαι ποιεῖν τὴν βουλήν, ἀναστὰς εἶπον ὅτι μοι δοκοίη κρίνειν τοὺς σιτοπώλας κατὰ τὸν νόμον, νομίζων, εἰ μέν εἰσιν ἄξια θανάτου εἰργασμένοι, ὑμᾶς οὐδὲν ἧττον ἡμῶν γνώσεσθαι τὰ δίκαια, εἰ δὲ μηδὲν ἀδικοῦσιν, οὐ δεῖν αὐτοὺς ἀκρίτους ἀπολωλέναι.
但我认为让议事会习惯于做出此类行为是十分可怕的,于是我站起来说,我认为应当依法审判这些谷物商,因为我相信,如果他们确实犯了该死之罪,你们同样能和我们一样做出公正的判定;如果他们没有犯任何罪行,他们就不应该不经审判而被处死。
πεισθείσης δὲ τῆς βουλῆς ταῦτα, §3διαβάλλειν ἐπεχείρουν με λέγοντες ὡς ἐγὼ σωτηρίας ἕνεκα τῆς τῶν σιτοπωλῶν τοὺς λόγους τούτους ἐποιούμην.
当议事会接受了这个建议之后,他们企图中伤我,说我是为了救谷物商才发表这些言论的。
πρὸς μὲν οὖν βουλήν, ὅτʼ ἦν αὐτοῖς ἡ κρίσις, ἔργῳ ἀπελογησάμην· τῶν γὰρ ἄλλων ἡσυχίαν ἀγόντων ἀναστὰς αὐτῶν κατηγόρουν, καὶ πᾶσι φανερὸν ἐποίησα ὅτι οὐχ ὑπὲρ τούτων ἔλεγον, ἀλλὰ τοῖς νόμοις τοῖς κειμένοις ἐβοήθουν.
因此,在议事会面前,当对他们的审判正在进行时,我用实际行动为自己作了辩护;因为在其他人保持沉默时,我站起来指控了他们,并向所有人证明我不是在为他们说话,而是在维护现行的法律。
§4ἠρξάμην μὲν οὖν τούτων ἕνεκα, δεδιὼς τὰς αἰτίας· αἰσχρὸν δʼ ἡγοῦμαι πρότερον παύσασθαι, πρὶν ἂν ὑμεῖς περὶ αὐτῶν ὅ τι ἂν βούλησθε ψηφίσησθε.
因此,我是因为害怕受到指控才由于这些原因开始行动的;但我认为,在你们对他们做出你们所期望的任何决议之前,半途而废是可耻的。
§5καὶ πρῶτον μὲν ἀνάβητε.
首先,请上台来。
εἰπὲ σὺ ἐμοί, μέτοικος εἶ;
你回答我,你是外邦侨民(麦托伊科斯)吗?
ναί.
是的。
μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων ὅ τι ἂν βούλῃ;
你在这里居住,是为了遵守城邦的法律,还是为了做任何你想做的事?
ὡς πεισόμενος.
是为了遵守法律。
ἄλλο τι οὖν ἢ ἀξιοῖς ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ τοὺς νόμους, ἐφʼ οἷς θάνατος ἡ ζημία;
那么,如果你做出了违反法律且其惩罚为死刑的行为,你是否认为自己应该被处死?
ἔγωγε·
是的,我认为。
ἀπόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα φορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει.
那么请回答我,你是否承认自己购买了超过五十法莫伊(篮)的谷物,而这是法律所允许的最大限量?
ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.
我是按照官员们的命令购买的。
§6ἐὰν μὲν τοίνυν ἀποδείξῃ, ὦ ἄνδρες δικασταί, ὡς ἔστι νόμος ὃς κελεύει τοὺς σιτοπώλας συνωνεῖσθαι τὸν σῖτον, ἐὰν οἱ ἄρχοντες κελεύωσιν, ἀποψηφίσασθε· εἰ δὲ μή, δίκαιον ὑμᾶς καταψηφίσασθαι.
那么,诸位陪审员,如果他能证明存在一条法律,规定只要官员下令,谷物商就可以合购谷物,那就宣告他无罪;如果不能,你们判他有罪则是公正的。
ἡμεῖς γὰρ ὑμῖν παρεσχόμεθα τὸν νόμον, ὃς ἀπαγορεύει μηδένα τῶν ἐν τῇ πόλει πλείω σῖτον πεντήκοντα φορμῶν συνωνεῖσθαι.
因为我们已经向你们出示了法律,该法律禁止城邦中的任何人购买超过五十法莫伊的谷物。
§7χρῆν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἱκανὴν εἶναι ταύτην τὴν κατηγορίαν, ἐπειδὴ οὗτος μὲν ὁμολογεῖ συμπρίασθαι, ὁ δὲ νόμος ἀπαγορεύων φαίνεται, ὑμεῖς δὲ κατὰ τοὺς νόμους ὀμωμόκατε ψηφιεῖσθαι· ὅμως δʼ ἵνα πεισθῆτε ὅτι καὶ κατὰ τῶν ἀρχόντων ψεύδονται, ἀνάγκη καὶ μακρότερον εἰπεῖν περὶ αὐτῶν.
那么,诸位陪审员,这项指控本该是足够的,因为这名被告承认了合购谷物,而法律显然是禁止这一行为的,且你们也曾宣誓将依法进行投票;然而,为了让你们确信他们关于官员的说法也是谎言,有必要对这些事情进行更详细的说明。
§8ἐπειδὴ γὰρ οὗτοι τὴν αἰτίαν εἰς ἐκείνους ἀνέφερον, παρακαλέσαντες τοὺς ἄρχοντας ἠρωτῶμεν.
因为当他们把责任推给官员时,我们便召集了那些官员并询问了他们。
καὶ οἱ μὲν δύο οὐδὲν ἔφασαν εἰδέναι τοῦ πράγματος, Ἄνυτος δʼ ἔλεγεν ὡς τοῦ προτέρου χειμῶνος, ἐπειδὴ τίμιος ἦν ὁ σῖτος, τούτων ὑπερβαλλόντων ἀλλήλους καὶ πρὸς σφᾶς αὐτοὺς μαχομένων συμβουλεύσειεν αὐτοῖς παύσασθαι φιλονικοῦσιν, ἡγούμενος συμφέρειν ὑμῖν τοῖς παρὰ τούτων ὠνουμένοις ὡς ἀξιώτατον τούτους πρίασθαι· δεῖν γὰρ αὐτοὺς ὀβολῷ μόνον πωλεῖν τιμιώτερον.
其中两位表示对此事一无所知,但阿尼图斯说,在上一个冬天,当谷物价格高昂时,由于这些商人互相抬价、争斗不休,他建议他们停止竞争,因为他认为,对于从他们那里购买谷物的你们来说,他们以尽可能便宜的价格购入是有利的;因为他们被规定只能高出(买入价)一奥博尔进行销售。
§9ὡς τοίνυν οὐ συμπριαμένους καταθέσθαι ἐκέλευεν αὐτούς, ἀλλὰ μὴ ἀλλήλοις ἀντωνεῖσθαι συνεβούλευεν, αὐτὸν ὑμῖν Ἄνυτον μάρτυρα παρέξομαι.
因此,为了证明他并没有命令他们合购并囤积谷物,而是建议他们不要互相竞价,我将向你们提供阿尼图斯本人作为证人。
Μαρτυρία
καὶ οὗτος μὲν ἐπὶ τῆς προτέρας βουλῆς τούτους εἶπε τοὺς λόγους, οὗτοι δʼ ἐπὶ τῆσδε συνωνούμενοι φαίνονται.
[证词] 而阿尼图斯是在上一届议事会任期内说出这些话的,但显而易见,这些人在本届议事会任期内仍在进行合购。
§10ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῶν ἀρχόντων κελευσθέντες συνεπρίαντο τὸν σῖτον, ἀκηκόατε· ἡγοῦμαι δʼ, ἐὰν ὡς μάλιστα περὶ τούτων ἀληθῆ λέγωσιν, οὐχ ὑπὲρ αὑτῶν αὐτοὺς ἀπολογήσεσθαι, ἀλλὰ τούτων κατηγορήσειν·
那么,你们已经听到了,他们并不是在官员的命令下合购谷物的;而且我认为,即使他们在此事上所说的话完全属实,这也不是在为他们自己辩护,而是在指控那些官员。
περὶ γὰρ ὧν εἰσι νόμοι διαρρήδην γεγραμμένοι, πῶς οὐ χρὴ διδόναι δίκην καὶ τοὺς μὴ πειθομένους καὶ τοὺς κελεύοντας τούτοις τἀναντία πράττειν;
因为在有明确成文法律规定的事情上,难道不应该既处罚那些不遵守法律的人,又处罚那些命令他们做出违反法律行为的人吗?
§11ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οἴομαι αὐτοὺς ἐπὶ μὲν τοῦτον τὸν λόγον οὐκ ἐλεύσεσθαι· ἴσως δʼ ἐροῦσιν, ὥσπερ καὶ ἐν τῇ βουλῇ, ὡς ἐπʼ εὐνοίᾳ τῆς πόλεως συνεωνοῦντο τὸν σῖτον, ἵνʼ ὡς ἀξιώτατον ὑμῖν πωλοῖεν.
但是,诸位陪审员,我认为他们不会诉诸这种论点;也许他们会像在议事会中那样声称,他们是为了对城邦表达善意才合购谷物的,以便能以尽可能便宜的价格卖给你们。
μέγιστον δʼ ὑμῖν ἐρῶ καὶ περιφανέστατον τεκμήριον ὅτι ψεύδονται·
但我将向你们提供他们撒谎的最大且最明显的证据: