- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg022.humanitext-grc2:12-22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
告発者は、穀物商たちが同一日に価格を釣り上げている事実や、市の危機に乗じて価格を操作している邪悪さを暴き、市民や輸入商人の利益を守るために有罪判決を下すよう陪審員に強く求める。
ἐχρῆν γὰρ αὐτούς, εἴπερ ὑμῶν ἕνεκα ἔπραττον ταῦτα, φαίνεσθαι τῆς αὐτῆς τιμῆς πολλὰς ἡμέρας πωλοῦντας, ἕως ὁ συνεωνημένος αὐτοὺς ἐπέλιπε· νῦν δʼ ἐνίοτε τῆς αὐτῆς ἡμέρας ἐπώλουν δραχμῇ τιμιώτερον, ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι.1 καὶ τούτων ὑμᾶς μάρτυρας παρέχομαι.
というのも、もし彼らがあなた方の(利益の)ためにこれらを行っていたのであれば、買い占めた穀物が尽きるまで、何日もの間同じ価格で販売している姿が見られるべきだったからです。しかし実際には、まるで日々メディムノス(枡)単位で買い入れているかのように、彼らは同じ日のうちに一ドラクマも高く販売することさえありました。このことについて、私はあなた方を証人として提示いたします。
δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν μὲν εἰσφορὰν εἰσενεγκεῖν δέη, ἣν πάντες εἴσεσθαι μέλλουσιν, οὐκ ἐθέλουσιν, ἀλλὰ πενίαν προφασίζονται, ἐφʼ οἷς δὲ θάνατός ἐστιν ἡ ζημία καὶ λαθεῖν αὐτοῖς συνέφερε, ταῦτα ἐπʼ εὐνοίᾳ φασὶ τῇ ὑμετέρα παρανομῆσαι. καίτοι πάντες ἐπίστασθε ὅτι τούτοις ἥκιστα προσήκει τοιούτους ποιεῖσθαι λόγους.
私には恐るべきことと思われるのは、誰もが知ることになる特別税(エイスポラー)を納めなければならないときには、それを拒んで貧困を口実にする一方で、死刑がその罰であり、彼らにとって隠しておくことが好都合であった事柄については、あなた方への善意から法律を犯したのだと彼らが主張することです。しかし、このような主張をすることが彼らに最もふさわしくないということは、あなた方全員が知っているはずです。
τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμφέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν σῖτον πωλῶσιν. οὕτω δʼ ἄσμενοι τὰς συμφορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τὰς μὲν πρότεροι τῶν ἄλλων πυνθάνονται, τὰς δʼ αὐτοὶ λογοποιοῦσιν, ἢ τὰς ναῦς διεφθάρθαι τὰς ἐν τῷ Πόντῳ ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλῆφθαι, ἢ τὰ ἐμπόρια κεκλῇσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀπορρηθήσεσθαι, καὶ εἰς τοῦτʼ ἔχθρας ἐληλύθασιν, ὥστʼ ἐν τοῖς αὐτοῖς καιροῖς ἐπιβουλεύουσιν ὑμῖν, ἐν οἷσπερ οἱ πολέμιοι. ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαφερώμεθα, ἀλλʼ ἀγαπῶμεν ἐὰν ὁποσουτινοσοῦν πριάμενοι παρʼ αὐτῶν ἀπέλθωμεν. ὥστʼ ἐνίοτε εἰρήνης οὔσης ὑπὸ τούτων πολιορκούμεθα.
なぜなら、彼らにとって有益なことは、他の人々にとって有益なこととは正反対だからです。彼らが最も利益を上げるのは、城邦(ポリス)に何か悪い知らせがもたらされ、穀物を高く販売できるときなのです。彼らはあなた方の不幸を喜んで見ているため、ある災害については他の人々よりも早く聞きつけ、またある災害については自分たちででっち上げます。例えば、黒海(ポントス)の船が沈没したとか、出航した船がスパルタ人(ラケダイモニア人)に拿捕されたとか、交易港が閉鎖されたとか、休戦条約が廃棄されようとしているといった噂を流すのです。そして、彼らは次のような敵意を抱くに至っています。その結果、彼らは敵兵と同じように、あなた方が最も困難な時期を狙って陰謀を企てます。あなた方が最も穀物を必要としているときに、彼らはそれを買い占めて売り渋るのです。それは、私たちが価格について交渉する余地もなく、彼らからいくらであっても購入して立ち去ることができれば満足するよう仕向けるためです。そのため、時には平和な時期であるにもかかわらず、私たちは彼らによって包囲攻撃(兵糧攻め)を受けているかのようになるのです。
οὕτω δὲ πάλαι περὶ τῆς τούτων πανουργίας καὶ κακονοίας ἡ πόλις ἔγνωκεν, ὥστʼ ἐπὶ μὲν τοῖς ἄλλοις ὠνίοις ἅπασι τοὺς ἀγορανόμους φύλακας κατεστήσατε, ἐπὶ δὲ ταύτῃ μόνῃ τῇ τέχνῃ χωρὶς σιτοφύλακας ἀποκληροῦτε· καὶ πολλάκις ἤδη παρʼ ἐκείνων πολιτῶν ὄντων2 δίκην τὴν μεγίστην ἐλάβετε, ὅτι οὐχ οἷοί τʼ ἦσαν τῆς τούτων πονηρίας ἐπικρατῆσαι. καίτοι τί χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας ὑφʼ ὑμῶν πάσχειν, ὁπότε καὶ τοὺς οὐ δυναμένους φυλάττειν ἀποκτείνετε;
ポリスはかなり以前から彼らの悪知恵と敵意に気づいていたため、他のすべての売り物に対しては市場監督官(アゴラノモス)を監視役として任命したのに対し、この(穀物取引の)生業に対してだけは別に穀物監視官(シトピュラクス)を抽選で任命しているのです。そして、彼らが市民であるにもかかわらず、この者たちの邪悪さを制御できなかったという理由で、あなた方はすでに何度も彼らに最大の刑罰(死刑)を科してきました。しかしながら、守りきれなかった者たちさえあなた方が死刑に処するのだとすれば、不義を働いている張本人たち自身が、あなた方からどのような処罰を受けるべきでしょうか。
ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι ἀδύνατον ὑμῖν ἐστιν ἀποψηφίσασθαι. εἰ γὰρ ἀπογνώσεσθε ὁμολογούντων αὐτῶν ἐπὶ τοὺς ἐμπόρους συνίστασθαι, δόξεθʼ ὑμεῖς ἐπιβουλεύειν τοῖς εἰσπλέουσιν. εἰ μὲν γὰρ ἄλλην τινὰ ἀπολογίαν ἐποιοῦντο, οὐδεὶς ἂν εἶχε τοῖς ἀποψηφισαμένοις ἐπιτιμᾶν· ἐφʼ ὑμῖν γὰρ ὁποτέροις βούλεσθε πιστεύειν· νῦν δὲ πῶς οὐ δεινὰ ἂν δόξαιτε ποιεῖν, εἰ τοὺς ὁμολογοῦντας παρανομεῖν ἀζημίους ἀφήσετε;
あなた方は無罪の決議を下すことが不可能であることを銘記せねばなりません。なぜなら、彼らが輸入商人たちに対して結託したことを認めているにもかかわらず、あなた方が無罪の判決を下すなら、あなた方自身が(穀物を)入港させる人々に対して陰謀を企てていると思われることになるからです。もし彼らが他の何らかの弁明をしているのであれば、無罪の投票をした人々を非難する者などいなかったでしょう。どちらを信じるかはあなた方に委ねられているからです。しかし今、不法行為を認めている者たちを無処罰で放免するなら、あなた方が恐るべきことを行っているとみなされないわけがないではありませんか。
ἀναμνήσθητε δέ, ὦ ἄνδρες δικασταί, ὅτι πολλῶν ἤδη ἐχόντων ταύτην τὴν αἰτίαν, ἀρνουμένων δὲ καὶ μάρτυρας παρεχομένων, θάνατον κατέγνωτε, πιστοτέρους ἡγησάμενοι τοὺς τῶν κατηγόρων λόγους. καίτοι πῶς ἂν οὐ θαυμαστὸν εἴη, εἰ περὶ τῶν αὐτῶν ἁμαρτημάτων δικάζοντες μᾶλλον ἐπιθυμεῖτε παρὰ τῶν ἀρνουμένων δίκην λαμβάνειν;
裁判員諸官、すでに多くの者がこの罪で告発されながらも、否認して証人を立てたにもかかわらず、あなた方が告発者たちの言い分のほうをより信頼に値するとみなして、死刑を宣告したことを思い出しなさい。しかし、同じ罪について裁きながら、否認する者たちから罰を科すことをより望むのだとしたら、どうして驚くべきことではないでしょうか。
καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, πᾶσιν ἡγοῦμαι φανερὸν εἶναι ὅτι οἱ περὶ τῶν τοιούτων ἀγῶνες κοινότατοι τυγχάνουσιν ὄντες τοῖς ἐν τῇ πόλει, ὥστε πεύσονται ἥντινα γνώμην περὶ αὐτῶν ἔχετε, ἡγούμενοι, ἐὰν μὲν θάνατον τούτων καταγνῶτε, κοσμιωτέρους ἔσεσθαι τοὺς λοιπούς· ἐὰν δʼ ἀζημίους ἀφῆτε, πολλὴν ἄδειαν αὐτοῖς ἐψηφισμένοι ἔσεσθε ποιεῖν ὅ τι ἂν βούλωνται.
そして確かに、裁判員諸官、このような裁判はポリスの人々にとって最も関心の高いものであることは、すべての人に明らかであると私は考えます。そのため、彼らはあなた方が被告たちに対してどのような意見を持っているかを知ろうとするでしょう。もしあなた方が彼らに死刑を宣告するなら、残りの者たちもより規律正しくなると考え、もし彼らを無処罰で放免するなら、彼らが望むことは何でもしてよいという広範な免責を議決したことになると考えるからです。
χρὴ δέ, ὦ ἄνδρες δικασταί, μὴ μόνον τῶν παρεληλυθότων ἕνεκα αὐτοὺς κολάζειν, ἀλλὰ καὶ παραδείγματος ἕνεκα τῶν μελλόντων ἔσεσθαι· οὕτω γὰρ ἔσονται μόγις ἀνεκτοί. ἐνθυμεῖσθε δὲ ὅτι ἐκ ταύτης τῆς τέχνης πλεῖστοι περὶ τοῦ σώματός εἰσιν ἠγωνισμένοι· καὶ οὕτω μεγάλα ἐξ αὐτῆς ὠφελοῦνται, ὥστε μᾶλλον αἱροῦνται καθʼ ἑκάστην ἡμέραν περὶ τῆς ψυχῆς κινδυνεύειν ἢ παύεσθαι παρʼ ὑμῶν ἀδίκως κερδαίνοντες.
裁判員諸官、過去の過ちのためだけに彼らを処罰するのではなく、将来に対する見せしめ(模範)のためにも彼らを処罰しなければなりません。そうして初めて、彼らはかろうじて容認できる程度になるからです。この生業において非常に多くの者が命を賭けて裁判を戦ってきたことを心に留めなさい。そして、彼らがそこから得る利益があまりにも大きいため、あなた方から不当に利益を得ることをやめるよりは、むしろ毎日命の危険に晒されるほうを彼らは選ぶのです。
καὶ μὲν δὴ οὐδʼ ἐὰν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ μᾶλλον τῶν τε πολιτῶν οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνῃσκον, καὶ τοὺς ἐμπόρους3 ἐφʼ οὓς οὗτοι συνέστησαν· οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην παρὰ τούτων λαμβάνοντες. εἰ δὲ μή, τίνʼ αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται ὅτι τῶν καπήλων οἳ τοῖς εἰσπλέουσιν ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηφίσασθε;
そしてまた、彼らがあなた方に哀願し嘆願したとしても、彼らを憐れむのが正しいわけではありません。むしろ、この者たちの邪悪さのために命を落とした市民たちや、この者たちが結託して陥れようとした輸入商人たちをこそ憐れむべきです。あなた方がこの者たちを処罰することによって、彼ら(市民や商人)の心に叶うことになり、彼ら(商人)をより熱心にさせることになるのです。そうでなければ、入港する人々に対して陰謀を企てていることを認めた小売商(カペーロス)たちをあなた方が無罪にしたと知ったとき、彼らがどのような気持ちになると思われるでしょうか。
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· περὶ μὲν γὰρ τῶν ἄλλων τῶν ἀδικούντων, ὅτε δικάζονται, δεῖ παρὰ τῶν κατηγόρων πυθέσθαι, τὴν δὲ τούτων πονηρίαν ἅπαντες ἐπίστασθε. ἐὰν οὖν τούτων καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μή, τιμιώτερον.
私はこれ以上語る必要性を知りません。他の犯罪者たちについては、裁判の際に告発者から(詳細を)聞き出す必要がありますが、この者たちの邪悪さはあなた方全員が知っているからです。したがって、もしあなた方が彼らに有罪の判決を下すなら、正義を行うことになり、また穀物をより安く買うことになるでしょう。しかし、そうでなければ、より高く買うことになるのです。
- 12ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι
ὥσπερ(まるで〜のように)を伴う現在分詞 συνωνούμενοι で、仮定的な比喩を表す。κατὰ μέδιμνον(メディムノス単位で)は、大量に買い占めているはずの被告たちが、あたかも毎日少しずつ(1メディムノス単位で)仕入れているかのように、日ごとに、あるいは一日のうちでも価格を細かく釣り上げている様子を皮肉った表現。
- 16παρʼ ἐκείνων πολιτῶν ὄντων
分詞 ὄντων は譲歩(〜であるにもかかわらず)を表す。ἐκείνων は前文の穀物監視官(σιτοφύλακες)を指す。彼らが在留外国人(メトイコス)ではなくアテナイ市民(πολιτῶν)であったにもかかわらず、職務怠慢として死刑(δίκην τὴν μεγίστην)に処されたという歴史的事実を強調し、被告たちの罪の重さを際立たせている。
- 21τῶν τε πολιτῶν ... καὶ τοὺς ἐμπόρους
動詞 ἐλεέω(憐れむ)は通常対格支配であるが、ここでは属格(τῶν τε πολιτῶν)と対格(τοὺς ἐμπόρους)が接続詞 καί で結ばれている。前半の属格は、憐れみの感情の誘因を示す属格(「市民たちを理由として、市民たちを」)として、あるいは同義の οἰκτίρω や属格支配の φροντίζω 等の影響による破格(anakoluthon)と解釈される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
