Humanitext Reader

吕西亚斯 · 针对受贿指控的辩护 §11-18

海战军功与请求免于没收财产

第 2 段,共 3 段 · 希腊语

内容简介

被告根据其过去巨额的公共奉仕和在最后一次海战中的功绩,请求免于没收财产。他强调了自己作为公民的模范表现,并申明自己的无罪。

§11Μαρτυρία αἱ μὲν τοίνυν σωθεῖσαι τῶν νεῶν δώδεκα ἦσαν· ἐγὼ δʼ ὑμῖν δύο ἐκόμισα, τὴν ἐμαυτοῦ καὶ τὴν Ναυσιμάχου τριήρη.
证言那么,安全返航的战船共有十二艘;而我为你们带回了两艘,我自己的和瑙西马科斯的三段桨战船。
καὶ οὕτω πολλοὺς κινδύνους ὑπὲρ ὑμῶν κεκινδυνευκὼς καὶ τοσαῦτα ἀγαθὰ εἰργασμένος τὴν πόλιν, νυνὶ δέομαι οὐ δωρεὰν ὥσπερ ἕτεροι ἀντὶ τούτων παρʼ ὑμῶν λαβεῖν, ἀλλὰ μὴ στερηθῆναι τῶν ἐμαυτοῦ, ἡγούμενος καὶ ὑμῖν αἰσχρὸν εἶναι παρά τε ἑκόντος ἐμοῦ καὶ παρʼ ἄκοντος λαμβάνειν.
为你们冒了如此多的危险,并为城邦立下了如此多的功绩,现在我并不像其他人那样请求你们为此给予我奖赏,而是请求不要被剥夺我自己的财产。 因为我认为,既从自愿付出的我这里收取,又从不情愿的我这里强行收取,这对你们来说也是一件可耻的事。
§12καὶ οὐ τοσοῦτόν μοι μέλει εἴ με δεῖ τὰ ὄντα ἀπολέσαι· ἀλλʼ οὐκ ἂν δεξαίμην ὑβρισθῆναι, οὐδὲ παραστῆναι τοῖς διαδυομένοις τὰς λῃτουργίας ἐμοὶ μὲν ἀχάριστα εἶναι τὰ εἰς ὑμᾶς ἀνηλωμένα, ἐκείνους δὲ δοκεῖν ὀρθῶς βεβουλεῦσθαι ὅτι ὑμῖν οὐδὲν προεῖνται τῶν σφετέρων αὐτῶν.
我并不那么在意自己是否必须失去财产;但我不能接受受到侮辱,也不能接受向那些逃避公共义务的人表明,我为你们所花的钱是得不到感激的,而他们却被认为做出了正确的决定,因为他们没有把自己的任何财产奉献给你们。
ἐὰν οὖν ἐμοὶ πεισθῆτε, τά τε δίκαια ψηφιεῖσθε καὶ τὰ λυσιτελοῦντα ὑμῖν αὐτοῖς αἱρήσεσθε.
因此,如果你们听从我的话,你们不仅会投下公正的票,还会选择对你们自己有利的事情。
§13ὁρᾶτε γάρ, ὦ ἄνδρες δικασταί, τὰ προσιόντα τῇ πόλει ὡς ὀλίγα ἐστί, καὶ ταῦτα ὡς ὑπὸ τῶν ἐφεστηκότων ἁρπάζεται· ὥστʼ ἄξιον ταύτην ἡγεῖσθαι πρόσοδον βεβαιοτάτην τῇ πόλει, τὰς οὐσίας τῶν ἐθελόντων λῃτουργεῖν.
因为你们看到,诸位陪审员,城邦的收入是多么微薄,而且这些收入又是如何被当政者们侵吞的;因此,理应将那些乐于履行公共义务的人的财产,视为城邦最稳定的收入。
ἐὰν οὖν εὖ βουλεύσησθε, οὐδὲν ἧττον ἐπιμελήσεσθε τῶν ἡμετέρων χρημάτων ἢ τῶν ἰδίων τῶν ὑμετέρων αὐτῶν, §14εἰδότες ὅτι ἕξετε πᾶσι χρῆσθαι τοῖς ἡμετέροις ὥσπερ καὶ πρότερον· οἶμαι δὲ πάντας ὑμᾶς ἐπίστασθαι ὅτι τῶν ἐμῶν ἐγὼ πολὺ βελτίων ὑμῖν ἔσομαι ταμίας τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων.
因此,如果你们深思熟虑,你们对我们财产的关心绝不会少于对你们自己私人财产的关心,因为你们知道,你们将能够像以前一样利用我们所有的财产;我想你们大家都明白,对于我自己的财产,我将是比那些为你们管理城邦资金的人好得多的管理人。
ἐὰν δʼ ἐμὲ πένητα ποιήσητε, καὶ ὑμᾶς αὐτοὺς ἀδικήσετε· ἕτεροι δὲ καὶ ταῦτα διανεμοῦνται, ὥσπερ καὶ τἆλλα.
但是如果你们使我贫困,你们也会伤害你们自己;其他人也会像瓜分其他财物一样瓜分这些财产。
§15ἄξιον δέ ἐστιν ἐνθυμηθῆναι ὅτι πολὺ μᾶλλον ὑμῖν προσήκει τῶν ὑμετέρων ἐμοὶ διδόναι ἢ τῶν ἐμῶν ἐμοὶ ἀμφισβητῆσαι, καὶ πένητα γενόμενον ἐλεῆσαι μᾶλλον ἢ πλουτοῦντι φθονῆσαι, καὶ τοῖς θεοῖς εὔχεσθαι τοὺς ἄλλους εἶναι τοιούτους πολίτας, ἵνα τῶν μὲν ὑμετέρων μὴ ἐπιθυμήσωσι, τὰ δὲ σφέτερα αὐτῶν εἰς ὑμᾶς ἀναλίσκωσιν.
值得考虑的是,对你们来说,把你们的财产赐予我,远比为我的财产与我争执更为合适;在我变得贫困时怜悯我,也远比在我富裕时嫉妒我更为合适;并且向神明祈求其他公民也是这样的人,使他们不觊觎你们的财产,而是把他们自己的财产花在你们身上。
§16ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί (καὶ μηδεὶς ὑμῶν ἀχθεσθῇ), πολὺ ἂν δικαιότερον ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπογραφῆναι τὰ ἐμὰ ἔχειν, ἢ ἐμὲ νυνὶ κινδυνεύειν ὡς τοῦ δημοσίου χρήματα ἔχοντα.
诸位陪审员,我认为(请你们不要生气),由调查官登记你们占有了我的财产,要比我如今因涉嫌占有公款而面临审判的危险公平得多。
τοιοῦτον γὰρ ἐμαυτὸν τῇ πόλει παρέχω, ὥστε ἰδίᾳ μὲν τῶν ὄντων φείδομαι, δημοσίᾳ δὲ λῃτουργῶν ἥδομαι, καὶ οὐκ ἐπὶ τοῖς περιοῦσι μέγα φρονῶ, ἀλλʼ ἐπὶ τοῖς εἰς ὑμᾶς ἀνηλωμένοις, §17ἡγούμενος τούτων μὲν αὐτὸς αἴτιος εἶναι, τὴν δʼ οὐσίαν ἑτέρους μοι καταλιπεῖν, καὶ διὰ ταύτην μὲν ὑπὸ τῶν ἐχθρῶν ἀδίκως συκοφαντεῖσθαι, διʼ ἐκεῖνα δὲ ὑφʼ ὑμῶν δικαίως σῴζεσθαι.
因为我对城邦展现出的自己是这样的:在私底下我节省自己的财产,但在公共服务中我乐于奉献,我不因留下的财产而自豪,而因花在你们身上的钱而自豪,因为我认为后者是我自己的功劳,而前者是他人留给我的遗产;因为遗产我被敌人不公地控告,而因为那些开支我理应被你们拯救。
ὥστʼ οὐκ ἂν εἰκότως ἕτεροί με ἐξῃτήσαντο παρʼ ὑμῶν, ἀλλὰ καὶ εἴ τις τῶν ἐμῶν φίλων τοιοῦτον ἀγῶνα ἠγωνίζετο, ὑμᾶς ἂν ἠξίουν ἐμοὶ δοῦναι τὴν χάριν, καὶ εἰ παρʼ ἄλλοις ἐκινδύνευον, ὑμᾶς εἶναι τοὺς δεομένους ὑπὲρ ἐμοῦ.
因此,别人来替我向你们求情是不合情理的,相反,哪怕是我的某个朋友在进行这样的诉讼,我也本可以要求你们给我这个面子;而且如果我在其他城邦面临危险,你们才应该是替我求情的人。
§18οὐ γὰρ ἂν τοῦτό γε εἰπεῖν ἔχοι τις, ὡς πολλὰς ἀρχὰς ἄρξας ἐκ τῶν ὑμετέρων ὠφέλημαι, ἢ ὡς αἰσχρὰς δίκας δεδίκασμαι, ἢ ὡς αἰσχροῦ τινος αἴτιός εἰμι, ἢ ὡς τὰς τῆς πόλεως συμφορὰς ἀσμένως εἶδον· ὑπὲρ ἁπάντων δὲ καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων οὕτως ἡγοῦμαί μοι πεπολιτεῦσθαι καὶ ὑμᾶς εἰδέναι, ὥστε οὐδὲν δεῖν με ἀπολογήσασθαι περὶ αὐτῶν.
因为谁也不能这样说:我担任过许多官职并从你们的资金中获利,或者我曾打过不光彩的官司,或者我是一切可耻之事的始作俑者,或者我幸灾乐祸地看着城邦的灾难;在所有私事和公事上,我相信我的公民行为和你们对我的了解是如此,以至于我完全没有必要为它们进行任何辩白。

词汇与语法注释

  1. §11παρά τε ἑκόντος ἐμοῦ καὶ παρʼ ἄκοντος λαμβάνειν — 分词 ἑκόντος 和 ἄκοντος 对比了作为公民的自愿公共奉仕与因法庭判决而导致的不情愿的财产没收。λαμβάνειν 的逻辑主语指雅典城邦或陪审员,以此指出在这两种情况下获取其财产在道德上的矛盾性。
  2. §12οὐδὲ παραστῆναι τοῖς διαδυομένοις — 不及物第二不定过去时不定式 παραστῆναι 在此表示“在心头产生、呈现出来”。后续的对格与不定式结构(ἐμοί... εἶναι, ἐκείνους... δοκεῖν)作为其主语从句,修饰与格的 τοῖς διαδυομένοις(逃避公共服务的人)。
  3. §14τῶν ἐμῶν ἐγὼ πολὺ βελτίων ὑμῖν ἔσομαι ταμίας τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων — 句首的 τῶν ἐμῶν 是修饰名词 ταμίας(管理人)的宾格性属格。而修饰比较级 βελτίων 的比较属格则是句末的 τῶν τὰ τῆς πόλεως ὑμῖν ταμιευόντων.(为你们管理城邦资金的人)。双重属格的运用和语序的倒装(hyperbaton)增强了对比的修辞效果。
  4. §16ὑμᾶς ὑπὸ τῶν ζητητῶν ἀπογραφῆναι τὰ ἐμὰ ἔχειν — 在此对格与不定式结构中,ἀπογραφῆναι 的逻辑主语是 ὑμᾶς(你们,即公民)。τὰ ἐμὰ ἔχειν(占有了我的财产)是说明 ἀπογραφῆναι(被登记/指控)内容的补充成分。说话者反讽地借用调查官(ζητηταί)进行公检起诉的司法隐喻,以此凸显城邦占有其私人财产的荒谬性。
  5. §17οὐκ ἂν εἰκότως ἕτεροί με ἐξῃτήσαντο — 助词 ἄν 与直陈式不定过去时(ἐξῃτήσαντο)连用,表示与过去事实相反的虚拟语气。在此说明“由别人来替我向你们求情是不合情理的”,以此反衬出说话者自身实际做出的贡献和理应获得的优待。

引用这一段

吕西亚斯, 针对受贿指控的辩护 §11-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg021.humanitext-grc2:11-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。