Humanitext Reader

吕西亚斯 · 关于阿里斯托芬的财产 §55-64

父子为城邦奉献的功绩与结案陈词

第 6 段,共 6 段 · 希腊语

内容简介

辩诉人列举了自己和父亲为雅典履行的庞大财政与个人公共职务,以此证明他们绝非贪污公款之人。他强调,宣告他们无罪对城邦的益处远大于没收其财产,并请求陪审员做出公正的判决。

§55περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δʼ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν.
关于诉讼本身,以及他们如何成为我们的姻亲,还有他的财产不足以支付航行费用、甚至还得从别处额外借款,这些情况你们已经听过且已有证言证实;不过关于我自己,我想对你们说几句。
ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δικαστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν γενέσθαι.
因为我虽已年满三十岁,却从未对父亲说过一个不字,也没有任何公民对我提出过指控,而且我虽住在广场附近,但在这次灾难发生之前,从未在法庭或议事会附近露面过。
περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω, §56περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.
关于我自己,我就说这么多,但关于我父亲,既然指控发生得就好像他是犯罪者一样,如果我提及他为城邦和朋友们所花费的开销,请予以原谅;因为我这样做并非出于虚荣,而是以此作为证据,证明在无需强求时慷慨支出的人,绝不会在面临极大危险的情况下企图占有公有财产。
§57εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλʼ ἵνα ἄρχειν ὑφʼ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται.
的确,有些人提前支出并不单是为了这个原因,而是为了在被你们认为配得上官职后,能够收回双倍的利益。
ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν.
然而,我的父亲从未渴望担任官职,但他履行了所有的合唱奉仕,担任过七次三段战船奉仕,并缴纳了许多大额的财产税。
ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καθʼ ἑκάστην ἀναγνώσεται.
为了让你们也知晓,下面将逐项宣读。
§58Λειτουργίαι ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος.
公共职务诸位陪审员,请听听这个数量。
πεντήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλῃτούργει.
因为我的父亲在长达五十年的时间里,用金钱和身体为城邦履行公共职务。
ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι.
因此,在这么长的时间里,一个被认为从官职中获得利益的人,绝不可能逃避任何开支。
ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.
尽管如此,我仍将为你们提供证人。
§59Μάρτυρες τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα καὶ δισχίλιαι δραχμαί.
证人这一切的总和是九个塔兰托和二千德拉克马。
ἔτι τοίνυν καὶ ἰδία τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δʼ ἐλύσατο ἐκ τῶν πολεμίων, τοῖς δʼ εἰς ταφὴν παρεῖχεν ἀργύριον.
此外,在私人生活中,他还资助了一些贫困公民的女儿和姐妹出嫁,从敌人手中赎回了其他人,并为其他人的葬礼提供了资金。
καὶ ταῦτʼ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου.
他做这些事是因为他认为,即使没有人知道,帮助朋友也是好人的本分;但现在,你们也应当听我提起这些事。
καί μοι κάλει τὸν καὶ τόν.
请为我传唤某某。
§60Μάρτυρες τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε δὲ ὅτι ὀλίγον μὲν χρόνον δύναιτʼ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδʼ ἂν εἶς λάθοι πονηρὸς ὤν.
证人你们已经听过了证词;请记住,一个人可能在短时间内伪装自己的性格,但在七十年的时间里,绝不可能有一个恶人能不被察觉。
τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι ἐπικαλέσαι ἐτόλμησε πώποτε.
因此,对于我的父亲,人们或许有其他事情可以指责,但从未有人敢指控他有不义之举。
§61οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λόγοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη ἐν ἅπαντι τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέστατον ἔλεγχον τοῦ ἀληθοῦς νομίσατε.
因此,不应当相信控告者的言论,而应当相信其一生所做的事迹,以及你们必须视作最清晰真理检验的「时间」。
εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέλιπεν, ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ τούτων καὶ δημεύσαιθʼ ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα λάβοιτʼ ἄν.
因为如果他不是这样的人,他就不会在拥有诸多财富后仅留下这么一点;因为如果你们现在被这些人欺骗并没收了我们的财产,你们甚至连两个塔兰托也得不到。
ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρημάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ γὰρ πλείω ὠφεληθήσεσθʼ,
所以,不仅是为了名声,而且在金钱层面上,宣布我们无罪对你们也更为有利;因为如果由我们持有,你们将获得多得多的益处。
§62ἐὰν ἡμεῖς ἔχωμεν. σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι δʼ, ὥσπερ καὶ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ μικρὸν παρασκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας·
请根据过去的时间来衡量,有多少财产显现出已被用于城邦;而现在,利用剩下的财产,我正在担任三段战船奉仕,我的父亲也是在担任三段战船奉仕期间去世的。
ὥστε τῷ γʼ ἔργῳ πάλαι τῆς πόλεως ταῦτʼ ἐστι, καὶ οὔτʼ ἐγὼ ἀφῃρημένος ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν τε πλείους οὕτως αἱ ὠφέλειαι ἢ εἰ δημεύσαιτε.
我将努力像他那样,一点一滴地为公共利益做准备;因此,实际上这些财产早就属于城邦了,我也不会因为被夺走而认为自己受到了不公对待,这样对你们的益处也比没收它们要大。
§63πρὸς δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν φύσιν εἶχεν ὁ πατήρ.
此外,还应当考虑我父亲具有怎样的天性。
ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύμησεν ἀναλίσκειν, πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ πόλει τιμὴ ἔμελλεν ἔσεσθαι.
因为他在必需开支之外想要花费的一切,都显现出是能为城邦带来荣誉的事情。
αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον ἵππους ἐκτήσατο λαμπροὺς ἀλλὰ καὶ ἀθληταῖς ἐνίκησεν Ἰσθμοῖ καὶ Νεμέᾳ, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ αὐτὸν στεφανωθῆναι.
例如,当他担任骑兵时,不仅购置了优良的马匹,还在地峡和尼米亚运动会上获胜,使得城邦的名字被宣读,他自己也获得了冠冕。
δέομαι οὖν ὑμῶν, §64ὦ ἄνδρες δικασταί, καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρημένων βοηθεῖν ἡμῖν καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναιρεθέντας.
因此,我恳求你们,诸位陪审员,请记住这些以及其他所有说过的话,向我们伸出援手,不要眼睁睁看着我们被仇敌消灭。
καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ ὑμῖν αὐτοῖς τὰ συμφέροντα.
你们这样做,不仅是做出了公正的判决,也符合你们自身的利益。

词汇与语法注释

  1. 55ἄλλοθεν προσεδανείσατο — 复合动词中的前缀介词 πρός 在此意为“额外地,追加地”。因此,它强调了其“从其他渠道额外借款”的事实。
  2. 56ὥσπερ ἀδικοῦντος — 连接词 ὥσπερ 修饰属格现在分词 ἀδικοῦντος(作名词性使用)。这构成了一种类似于属格绝对立的结构,用来表示控告者们“仿佛他是个犯罪者一样”对待父亲的假设性或主观性视角。
  3. 58δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν — 宾格现在分词 δοκοῦντα 作为不定式从句 οὐδεμίαν δαπάνην πεφευγέναι 的逻辑主语,该从句由无人称表达 εἰκός(“理所当然/很可能”)引导。这构成了一个宾格加不定式(accusative with infinitive)结构。
  4. 61εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέλιπεν — 这是一个表示与过去事实相反的虚拟条件句。条件从句使用直陈式过去未完成时(ἦν),主句则使用直陈式过去时配合语气词 ἄν(ἂν κατέλιπεν)。它表达了一个修辞上的悖论:“如果他不是这样一个慷慨的人,他绝不会留下这么少的财产(正因为他慷慨,所以留下的才少)”。

引用这一段

吕西亚斯, 关于阿里斯托芬的财产 §55-64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:55-64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。