← リュシアス

第十九弁論 アリストパネスの財産について

§55-64

父子の国家奉仕の実績と結審の訴え

被告の弁護人は、自分と父親がアテナイ市に対して行ってきた多大な財政的・個人的奉仕の実績を挙げ、自分たちが公金を横領するような人間ではないことを主張する。そして、財産没収よりも無罪判決の方が国家にとって有益であると訴え、陪審員に公正な判決を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§55

περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο1 ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δʼ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δικαστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν γενέσθαι. περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω, περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος2 αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.

さて、告発そのものについて、そしてどのような経緯で彼らが私たちの親族となったのか、また航海には彼の財産だけでは足りず、他からも追加で借金をしていたことについては、あなた方はすでに聞き、証言もなされました。私自身については、少しだけお話ししたいと思います。私はすでに三十歳になりますが、父に対して一度も口答えしたことがなく、市民の誰も私を非難したことはありません。広場の近くに住んでいながら、この災難が起こるまでは、法廷や評議会の近くで見かけられたことさえ一度もありませんでした。私自身についてはこれだけにしておきます。父については、まるで悪人であるかのように告発がなされておりますので、彼が市や友人たちのために費やしたことについて述べることをお許しください。これは名誉欲のためではなく、やむを得ない必要もないのに多くを費やすような人物が、極めて大きな危険を冒して公金を欲しがるはずがないという証拠とするためです。

§57

εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλʼ ἵνα ἄρχειν ὑφʼ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καθʼ ἑκάστην ἀναγνώσεται.

事前に資金を費やす人々の中には、単にこの理由からだけでなく、あなた方から公職に就く価値があると認められて、二倍の利益を回収しようとする者もいます。しかし、私の父は公職に就くことを一度も望まず、合唱奉仕のすべてを勤め上げ、三段櫂船の建造・維持奉仕を七度務め、多くの多額の臨時徴税を納めてきました。あなた方にも知っていただくために、個々の項目が読み上げられます。

§58

Λειτουργίαι ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεντήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλῃτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν3 οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.

奉仕活動裁判員諸君、その数をお聞きください。私の父は五十年の間、金銭と身体の両方をもって市のために奉仕してきたのです。これほど長い歳月の間に、最初から財産を持っていると思われていた者が、いかなる出費も免れようとしなかったのは当然のことです。それでも、私は証人もお呼びします。

§59

Μάρτυρες τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδία τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δʼ ἐλύσατο ἐκ τῶν πολεμίων, τοῖς δʼ εἰς ταφὴν παρεῖχεν ἀργύριον. καὶ ταῦτʼ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου. καί μοι κάλει τὸν καὶ τόν.

証人たちこれらすべての総額は九タラント二千ドラクマです。さらに私生活においても、困窮している一部の市民の娘や姉妹に持参金を出して嫁がせ、ある人々は敵から買い戻し、またある人々には埋葬の費用を提供しました。彼は、たとえ誰も知ることがなくても、友人を助けることが善い男の務めであると考えてこれらを行っていたのです。しかし今や、あなた方も私からこのことをお聞きになるのがふさわしいでしょう。おい、誰それと誰それを呼んでくれ。

§60

Μάρτυρες τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε δὲ ὅτι ὀλίγον μὲν χρόνον δύναιτʼ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδʼ ἂν εἶς λάθοι πονηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι ἐπικαλέσαι ἐτόλμησε πώποτε.

証人たち証人たちの話はお聞きになりました。短い期間であれば、自分の本性を偽ることもできるかもしれませんが、七十年の間に、邪悪でありながら誰にも気づかれないでいられる人など一人もいません。私の父に対して、他のことで非難することはあるかもしれませんが、不当な行為については、これまで誰も敢えて非難したことはありませんでした。

§61

οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λόγοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη ἐν ἅπαντι τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέστατον ἔλεγχον τοῦ ἀληθοῦς νομίσατε. εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέλιπεν,4 ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ τούτων καὶ δημεύσαιθʼ ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα λάβοιτʼ ἄν. ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρημάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ γὰρ πλείω ὠφεληθήσεσθʼ, ἐὰν ἡμεῖς ἔχωμεν. σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι δʼ, ὥσπερ καὶ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ μικρὸν παρασκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας· ὥστε τῷ γʼ ἔργῳ πάλαι τῆς πόλεως ταῦτʼ ἐστι, καὶ οὔτʼ ἐγὼ ἀφῃρημένος ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν τε πλείους οὕτως αἱ ὠφέλειαι ἢ εἰ δημεύσαιτε.

したがって、告発者たちの言葉を、生涯を通じて行われた行為や、あなた方が真実の最も明白な検証手段とみなすべき「年月」よりも信頼するのは、正しいことではありません。もし彼がそのような人物でなかったなら、多くの財産からこれほどわずかしか残さなかったということはなかったでしょう。実際、もしあなた方が今、彼らにだまされて私たちの財産を没収したとしても、二タラントさえ得られないでしょう。ですから、評判のためだけでなく、金銭的な勘定から言っても、あなた方にとっては無罪判決を下す方が有益なのです。私たちが財産を持っている方が、あなた方にとってはるかに多くの利益をもたらすからです。過去の歳月から、どれだけの額が市のために費やされてきたかを見てみてください。そして今、残された財産から私が三段櫂船の建造・維持奉仕を務めており、父もその任務中に亡くなりました。私も父の姿を見習って、少しずつでも公共の利益のために提供できるよう努めるつもりです。ですから、事実上、これらの財産はとっくに市のものであり、私がそれを取り上げられたからといって不当な扱いを受けたと思うこともありませんし、あなた方にとっても、没収するよりこのようにしておく方が利益が大きいのです。

§63

πρὸς δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν φύσιν εἶχεν ὁ πατήρ. ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύμησεν ἀναλίσκειν, πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ πόλει τιμὴ ἔμελλεν ἔσεσθαι. αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον ἵππους ἐκτήσατο λαμπροὺς ἀλλὰ καὶ ἀθληταῖς ἐνίκησεν Ἰσθμοῖ καὶ Νεμέᾳ, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ αὐτὸν στεφανωθῆναι. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρημένων βοηθεῖν ἡμῖν καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναιρεθέντας. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ ὑμῖν αὐτοῖς τὰ συμφέροντα.

これらに加えて、父がどのような天性の持ち主であったかを考えてみる価値があります。必要な出費以外に彼が費やすことを望んだものはすべて、市にとっても栄誉をもたらすようなものであったことがお分かりいただけるでしょう。例えば、彼が騎兵として従軍していたとき、彼は見事な馬を所有しただけでなく、競走馬によってイストモスやネメアの競技会において勝利を収め、その結果、市が布告され、彼自身も戴冠されました。ですから私はあなた方にお願いします、裁判員諸君、これらのことや、これまで述べられた他のすべてのことを記憶にとどめ、私たちを助け、敵によって滅ぼされるのを黙って見過ごさないでください。そうしてくださるなら、あなた方は正義に適う票を投じることになり、またあなた方自身にとっても有益なことになるのです。

構文注4 件
  1. 55ἄλλοθεν προσεδανείσατο

    動詞の接頭辞である前置詞 πρός はここでは「追加で」という意味を持つ。したがって、「他から追加で借金をした」という事実を強調している。

  2. 56ὥσπερ ἀδικοῦντος

    接続詞 ὥσπερ が属格の現在分詞 ἀδικοῦντος(名詞的に用いられている)を修飾している。これは、父親が実際に不正を働いたわけではないが、原告側があたかも彼が「不正を働く者」であるかのように扱って告発を行っている状況を表現する属格絶対名詞句のバリエーションである。

  3. 58δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν

    対格の現在分詞 δοκοῦντα は、非人称表現 εἰκός(〜は当然である、もっともである)に続く不定詞句 οὐδεμίαν δαπάνην πεφευγέναι(いかなる出費も免れなかったこと)の意味上の主語であり、対格不定詞構文(accusative with infinitive)を構成している。

  4. 61εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέλιπεν

    過去の事実に反する仮定を表す条件文(反実仮想)。条件節に直説法過去(ἦν)、帰結節に直説法過去+小辞 ἄν(ἂν κατέλιπεν)が用いられている。「もし彼がそのような人物でなかったなら、多くの財産からこれほどわずかしか残さなかったということはなかっただろうに」という、弁論上の逆説的論理を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:55-64