§19καίτοι πλείων συγγνώμη μνησικακεῖν νεωστὶ κατεληλυθόσιν, ἔτι τῆς ὀργῆς οὔσης προσφάτου, ἢ τοσούτῳ χρόνῳ ὕστερον ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπέσθαι, ὑπὸ τοιούτων πεισθέντας οἳ ἐν ἄστει μείναντες ταύτην ὑμῖν οἴονται διδόναι πίστιν τῆς αὑτῶν εὐνοίας, ἑτέρους κακοὺς ποιοῦντες, ἀλλʼ οὐ σφᾶς αὐτοὺς χρηστοὺς παρέχοντες, καὶ νυνὶ τῶν τῆς πόλεως εὐτυχιῶν ἀπολαύοντες, ἀλλʼ οὐ πρότερον τῶν ὑμετέρων κινδύνων μετέχοντες.
然而,对于那些刚刚归国、愤怒依然新鲜的人来说,怀恨在心尚且情有可原;但相比之下,在过了这么长时间之后,却听信那些留在城里的人的唆使,转而对过去的事情进行惩罚,就更难原谅了。 这些人以为,通过把别人变坏而不是让自己表现得善良,就能向你们证明他们自己的善意;他们现在享受着城邦的幸运,以前却不曾分担你们的危险。
§20καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δʼ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται.
诸位陪审员,如果你们看到被这些人没收的财产是为城邦保留下来的,我们本可以谅解;但现在你们知道,其中一部分被他们据为己有,价值连城的东西却被贱卖。
ἐὰν δʼ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπʼ αὐτῶν ὑμεῖς ὠφεληθήσεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι, §21ἐπεὶ καὶ νυνὶ Διόμνηστος καὶ ἐγὼ καὶ ὁ ἀδελφός ἐκ μιᾶς οἰκίας τρεῖς ὄντες τριηραρχοῦμεν, καὶ ὅταν ἡ πόλις δέηται χρημάτων, ἀπὸ τούτων ὑμῖν εἰσφέρομεν.
如果你们听信我的话,你们从中获得的益处,将不亚于作为所有者的我们,因为即使是现在,迪奥姆内斯托斯、我和我的兄弟,一家三口都在担任三列桨战船船长,每当城邦需要资金时,我们都会从这些财产中向你们缴纳税款。
ὡς οὖν ἡμῶν ταύτῃ τῇ γνώμῃ χρωμένων, καὶ τῶν προγόνων τῶν ἡμετέρων τοιούτων γεγενημένων, §22φείδεσθε ἡμῶν.
既然我们抱有这样的态度,而我们的祖先也是这样的人,请宽恕我们。
οὐδὲν γὰρ ἂν ἡμᾶς κωλύοι, ὦ ἄνδρες δικασταί, ἀθλιωτάτους εἶναι, ἐπὶ μὲν τῶν τριάκοντα ὀρφανοὺς καταλειφθέντας, ἐν δὲ τῇ δημοκρατίᾳ τῶν ὄντων ἐστερημένους, οἷς ἡ τύχη παρέδωκεν ὥστʼ ἔτι ἡμᾶς παῖδας ὄντας ἐπὶ τὴν Παυσανίου σκηνὴν ἐλθόντας βοηθῆσαι τῷ πλήθει.
诸位陪审员,没有什么能阻挡我们成为最悲惨的人——在三十人政权下沦为孤儿,而在民主制下又被剥夺财产,命运却让我们在还是孩子时就前往保萨尼阿斯的营帐,去帮助民众。
καὶ τοιούτων ἡμῖν ὑπαρχόντων εἰς τίνας ἂν ἐβουλήθημεν δικαστὰς καταφυγεῖν;
既然我们有着这样的身世,我们又会希望向怎样的陪审员寻求庇护呢?
§23οὐκ εἰς τοὺς οὕτω πολιτευομένους, ὑπὲρ ἧς πολιτείας καὶ ὁ πατὴρ καὶ οἱ προσήκοντες ἡμῖν ἀπέθανον;
难道不正是向那些生活在如此政体下的人们吗? 为了这个政体,我们的父亲和亲属都牺牲了。
νῦν τοίνυν ταύτην ἀνθʼ ἁπάντων ἀπαιτοῦμεν ὑμᾶς τὴν χάριν, μὴ περιιδεῖν ἡμᾶς ἀπόρως διατεθέντας μηδʼ ἐνδεεῖς τῶν ἐπιτηδείων γενομένους, μηδὲ τὴν τῶν προγόνων εὐδαιμονίαν καταλῦσαι, ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι τοῖς βουλομένοις τὴν πόλιν εὖ ποιεῖν, οἴων ὑμῶν ἐν τοῖς κινδύνοις τεύξονται.
因此,现在我们请求你们给予我们这件回报以代替一切:不要坐视我们陷于困境或缺乏生活必需品,也不要毁掉我们祖先的繁荣,而是要为那些乐于为城邦造福的人树立一个榜样,让他们知道在危难时刻他们会遇到怎样对待他们的你们。
§24οὐκ ἔχω, ὦ ἄνδρες δικασταί, οὕστινας δεησομένους ὑπὲρ ἡμῶν ἀναβιβάσομαι· τῶν γὰρ προσηκόντων οἱ μὲν ἄνδρας ἀγαθοὺς αὑτοὺς παρασχόντες καὶ μεγάλην τὴν πόλιν ποιοῦντες ἐν τῷ πολέμῳ τεθνᾶσιν, οἱ δʼ ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ὑμετέρας ἐλευθερίας ὑπὸ τῶν τριάκοντα κώνειον πιόντες, §25ὥστε τῆς ἐρημίας ἡμετέρας αἴτιαι γεγόνασιν αἵ τε τῶν προσηκόντων ἀρεταὶ καὶ αἱ τῆς πόλεως συμφοραί.
诸位陪审员,我无法带上任何人来为我们求情;因为在我们的亲属中,有的人在战争中表现英勇、使城邦伟大而牺牲,有的人则为了民主制和你们的自由,在三十人政权下饮鸩身亡,以至于我们亲属的美德和城邦的不幸,成了我们孤立无援的原因。
ὧν ἄξιον ὑμᾶς ἐνθυμηθέντας προθύμως ἡμῖν βοηθῆσαι, ἡγησαμένους τούτους ἂν ἐν δημοκρατία δικαίως εὖ πάσχειν ὑφʼ ὑμῶν, οἵπερ ἐν ὀλιγαρχίᾳ τῶν συμφορῶν μετέσχον τὸ μέρος.
你们理应记住这些事情,积极地向我们提供帮助,并认为那些在寡头制下分担了灾难份额的人,理应在民主制下受到你们的善待。
§26ἀξιῶ δὲ καὶ τούτους τοὺς συνδίκους εὔνους ἡμῖν εἶναι, ἐκείνου τοῦ χρόνου μνησθέντας, ὅτʼ ἐκ τῆς πατρίδος ἐκπεπτωκότες καὶ τὰς οὐσίας ἀπολωλεκότες ἄνδρας ἀρίστους ἐνομίζετʼ εἶναι τοὺς ὑπὲρ ὑμῶν ἀποθνῄσκοντας, καὶ τοῖς θεοῖς ηὔχεσθε δυνηθῆναι χάριν τοῖς ἐξ ἐκείνων ἀποδοῦναι.
我也请求这些公设辩护人对我们怀有善意,记住那个时候:当你们被驱逐出祖国、失去财产时,你们认为那些为你们而死的人是最优秀的人,并且向神明祈求能够向他们的后代报答恩情。
§27ἡμεῖς τοίνυν, ὑεῖς ὄντες καὶ συγγενεῖς τῶν ὑπὲρ τῆς ἐλευθερίας προκεκινδυνευκότων, ἀπαιτοῦμεν ὑμᾶς νυνὶ ταύτην τὴν χάριν, καὶ ἀξιοῦμεν μὴ ἀδίκως ἡμᾶς ἀπολέσαι, ἀλλὰ πολὺ μᾶλλον βοηθεῖν τοῖς τῶν αὐτῶν μετασχοῦσι συμφορῶν.
因此,我们作为那些曾为了你们的自由而冒生命危险的人的儿子和亲属,现在向你们请求这件回报,并要求你们不要不公正地毁灭我们,而是要多加帮助那些分担了同样不幸的人。
ἐγὼ μὲν οὖν καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, καὶ τούτων παρʼ ὑμῶν τυγχάνειν ἀξιῶ· οὐ γὰρ περὶ μικρῶν κινδυνεύομεν, ἀλλὰ περὶ τῶν ὄντων ἁπάντων.
因此,我恳求、哀求、祈求,并要求从你们那里获得这些;因为我们所面临的危险并非无关紧要,而是关乎我们的全部财产。