Humanitext Reader

吕西亚斯 · 为曼提提乌斯辩护 §1-11

驳斥骑兵服役指控与私生活操守的证明

第 1 段,共 2 段 · 希腊语

内容简介

面对控告者对其过去骑兵身份的指控,曼提提乌斯通过指出自己当时不在雅典以及公家名册的不可靠来申明清白,并阐述了自己私生活的操守。

§1εἰ μὴ συνῄδη, ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τῆς κατηγορίας·
议事会的诸君,如果我不知道控告者们正千方百计地想要加害于我,我会非常感激他们的这次控告。
ἡγοῦμαι γὰρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι.
因为我认为,对于那些被无端诽谤的人来说,谁强迫他们对自己的生平进行审查,谁就是给他们带来最大福祉的恩人。
§2ἐγὼ γὰρ οὕτω σφόδρα ἐμαυτῷ πιστεύω, ὥστʼ ἐλπίζω καὶ εἴ τις πρός με τυγχάνει ἀηδῶς διακείμενος, ἐπειδὰν ἐμοῦ λέγοντος ἀκούσῃ περὶ τῶν πεπραγμένων, μεταμελήσειν αὐτῷ καὶ πολὺ βελτίω με εἰς τὸν λοιπὸν χρόνον ἡγήσεσθαι.
因为我对自我深信不疑,以至于我期望,即使有人恰好对我怀有怨恨,一旦他在听我讲述了我的所作所为之后,也会感到后悔,并在今后的日子里把我视为高尚得多的人。
§3ἀξιῶ δέ, ὦ βουλή, ἐὰν μὲν τοῦτο μόνον ὑμῖν ἐπιδείξω, ὡς εὔνους εἰμὶ τοῖς καθεστηκόσι πράγμασι καὶ ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων μετέχειν ὑμῖν, μηδέν πώ μοι πλέον εἶναι· ἐὰν δὲ φαίνωμαι καὶ περὶ τὰ ἄλλα μετρίως βεβιωκὼς καὶ πολὺ παρὰ τὴν δόξαν καὶ παρὰ τοὺς λόγους τοὺς τῶν ἐχθρῶν, δέομαι ὑμῶν ἐμὲ μὲν δοκιμάζειν, τούτους δὲ ἡγεῖσθαι χείρους εἶναι.
议事会的诸君,我请求,如果我仅仅向你们证明这一点,即我拥护现行的体制,并且我曾被迫与你们共同承担同样的危险,那么请不要给我任何额外的好处;但是,如果我显然在其他方面也过着克制的生活,并且与名声以及敌人的言论大相径庭,我请求你们在审查中批准我,并认为他们是卑劣之徒。
πρῶτον δὲ ἀποδείξω ὡς οὐχ ἵππευον οὐδʼ ἐπεδήμουν ἐπὶ τῶν τριάκοντα, οὐδὲ μετέσχον τῆς τότε πολιτείας.
首先,我将证明在三十人篡权时期我既没有当过骑兵,也没有留在国内,更没有参与当时的政权。
§4ἡμᾶς γὰρ ὁ πατὴρ πρὸ τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς ὡς Σάτυρον τὸν ἐν τῷ Πόντῳ διαιτησομένους ἐξέπεμψε, καὶ οὔτε τῶν τειχῶν καθαιρουμένων ἐπεδημοῦμεν οὔτε μεθισταμένης τῆς πολιτείας, ἀλλʼ ἤλθομεν πρὶν τοὺς ἀπὸ Φυλῆς εἰς τὸν Πειραιᾶ κατελθεῖν πρότερον πένθʼ ἡμέραις.
因为我们的父亲在赫勒斯滂灾难发生之前,就派我们去蓬托斯的萨提洛斯那里居住,当城壁被拆毁、政体发生变革时,我们都不在国内,而是在菲莱的人民返回比雷埃夫斯的前五天,我们才回来的。
§5καίτοι οὔτε ἡμᾶς εἰκὸς ἦν εἰς τοιοῦτον καιρὸν ἀφιγμένους ἐπιθυμεῖν μετέχειν τῶν ἀλλοτρίων κινδύνων, οὔτʼ ἐκεῖνοι φαίνονται τοιαύτην γνώμην ἔχοντες ὥστε καὶ τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν ἐξαμαρτάνουσι μεταδιδόναι τῆς πολιτείας, ἀλλὰ μᾶλλον ἠτίμαζον καὶ τοὺς συγκαταλύσαντας τὸν δῆμον.
况且,在那个时候回来的我们,既不可能渴望分担别人的危险,而那些人显然也无意将政权分给在国外的人或未犯任何过错的人,相反,他们甚至连那些共同推翻民主制的人也予以排斥。
§6ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν.
其次,从木牌名册上寻找谁曾当过骑兵是愚蠢的。
ἐν τούτῳ γὰρ πολλοὶ μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν.
因为在这上面,许多承认当过骑兵的人并不在列,而一些在国外的人却被登记在册。
ἐκεῖνος δʼ ἐστὶν ἔλεγχος μέγιστος· ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρʼ αὐτῶν.
但以下这一点是最大的证据:当你们返回时,你们表决通过由部落长向你们呈报那些当过骑兵的人,以便你们向他们追缴津贴。
§7ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτʼ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα.
因此,没有人能证明我曾被部落长呈报,或被移交给共同诉讼代理人,或曾退还津贴。
καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτι ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι.
况且大家都很容易明白这一点:对部落长们来说,如果他们不呈报领受津贴的人,他们自己就必须承担罚金。
ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι.
所以,你们信任那份报告书,要比信任这些木牌名册公正得多;因为在这些木牌上,任何想抹去名字的人都很容易做到,但在那些报告中,当过骑兵的人被部落长呈报则是不可避免的。
§8ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι.
此外,议事会的诸君,如果我真的当过骑兵,我不会像做了什么可怕的事一样予以否认,而是会在证明没有一个公民因我而受害之后,要求通过审查。
ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους.
而且我看到你们也持有这种态度,当时当过骑兵的人中有许多人现在担任议员,他们中还有许多人被选为将军和骑兵长官。
ὥστε μηδὲν διʼ ἄλλο με ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι.
因此,请你们不要认为我是出于其他原因而做此辩护,而仅仅是因为他们竟敢公然对我造谣抹黑。
ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.
请为我上台作证。
§9Μάρτυρες περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι.
证人关于控告本身,我不知道还有什么必要多说;但在我看来,议事会的诸君,在其他诉讼中,只针对被控告的事情本身进行辩护是适当的,但在资格审查中,对整个人生做出交代才是公正的。
δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου.
因此,我请求你们怀着善意倾听我的陈述。
ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
我将尽我所能,用最简短的言辞进行辩护。
§10ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.
因为首先,虽然由于父亲和国家的灾难,留给我的财产并不多,但我还是出资让两个姐妹出嫁,给她们每人三十个米纳的嫁妆,并且与兄弟分家时,我分得如此之少,以至于他承认自己分到了比我更多的祖产,而且对待其他所有人,我的生活方式使得至今未曾有任何一个人对我产生过任何抱怨。
§11καὶ τὰ μὲν ἴδια οὕτως διῴκηκα·
我的私人事务就是这样处理的。
περὶ δὲ τῶν κοινῶν μοι μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας, ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ τὰς τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι, πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας, καὶ πλεῖστα τούτους περὶ ἐμοῦ λογοποιοῦντας καὶ ψευδομένους.
而在公共事务方面,我认为我品行端正的最大证据是:你们会发现,那些整天沉溺于骰子、饮酒或诸如此类放荡行为的年轻人们,全都与我合不来,而且这些人最喜欢捏造关于我的流言蜚语并说谎。
καίτοι δῆλον ὅτι, εἰ τῶν αὐτῶν ἐπεθυμοῦμεν, οὐκ ἂν τοιαύτην γνώμην εἶχον περὶ ἐμοῦ.
然而显而易见的是,如果我们追求同样的东西,他们对我就不会有这样的看法。

词汇与语法注释

  1. §1συνῄδη — 动词 σύνοιδα 的过去完成时第一人称单数(雅典方言)。意为“意识到”或“知道”,在此处作为过去违背事实条件句的条件从句(εἰ μὴ + 直说语气过去完成时),表示说话人“如果不知道”控告者的意图。
  2. §2μεταμελήσειν αὐτῷ — 无人称动词 μεταμέλει(后悔)的将来时不定式。它依赖于动词 ἐλπίζω(期望)引导的间接引语结构,与格 αὐτῷ 作其逻辑主语(即后悔的主体)。
  3. §6τοὺς φυλάρχους ἀπενεγκεῖν — 带不定式的宾格结构,其中 τοὺς φυλάρχους(部落长们)是不定式 ἀπενεγκεῖν(呈报、登记)的逻辑主语,而 τοὺς ἱππεύσαντας(担任骑兵的人)是其宾语。
  4. §7αὐτοῖς ζημιοῦσθαι — 被动语态不定式 ζημιοῦσθαι(被罚)由无人称结构 ἀναγκαῖον ἦν(必须)引导,与格 αὐτοῖς(他们自己)作为该不定式的逻辑主语,指代部落长们,意为“部落长们自己必须承担罚金”。
  5. §11ὄψεσθέ μοι διαφόρους ὄντας — 感官动词 ὄψεσθε(你们将看到)的补充分词 ὄντας。与格 μοι 用作关系与格或利害与格,与 διαφόρους 连用,表示“与我(相对立)不同”或“与我不和”。

引用这一段

吕西亚斯, 为曼提提乌斯辩护 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg016.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。