§12ἔτι δʼ, ὦ βουλή, οὐδεὶς ἂν ἀποδεῖξαι περὶ ἐμοῦ δύναιτο οὔτε δίκην αἰσχρὰν οὔτε γραφὴν οὔτε εἰσαγγελίαν γεγενημένην· καίτοι ἑτέρους ὁρᾶτε πολλάκις εἰς τοιούτους ἀγῶνας καθεστηκότας.
此外,议事会的诸君,没有人能证明我曾面临任何可耻的民事诉讼、公诉或弹劾;然而,你们经常看到其他人陷入此类诉讼。
πρὸς τοίνυν τὰς στρατείας καὶ τοὺς κινδύνους τοὺς πρὸς τοὺς πολεμίους σκέψασθε οἷον ἐμαυτὸν παρέχω τῇ πόλει.
那么,关于军事远征和对抗敌人的危险,请看看我为城邦展现了怎样的自我。
§13πρῶτον μὲν γάρ, ὅτε τὴν συμμαχίαν ἐποιήσασθε πρὸς Βοιωτοὺς καὶ εἰς Ἁλίαρτον ἔδει βοηθεῖν, ὑπὸ Ὀρθοβούλου κατειλεγμένος ἱππεύειν, ἐπειδὴ πάντας ἑώρων τοῖς μὲν ἱππεύουσιν ἀσφάλειαν εἶναι δεῖν νομίζοντας, τοῖς δʼ ὁπλίταις κίνδυνον ἡγουμένους, ἑτέρων ἀναβάντων ἐπὶ τοὺς ἵππους ἀδοκιμάστων παρὰ τὸν νόμον ἐγὼ προσελθὼν ἔφην τῷ Ὀρθοβούλῳ ἐξαλεῖψαί με ἐκ τοῦ καταλόγου, ἡγούμενος αἰσχρὸν εἶναι τοῦ πλήθους μέλλοντος κινδυνεύειν ἄδειαν ἐμαυτῷ παρασκευάσαντα στρατεύεσθαι.
首先,当你们与波奥提亚人结盟且需要派兵驰援哈利亚托斯时,我已被奥尔索布洛斯登记为骑兵,但当我看到人人都认为当骑兵应当安全、而当重装步兵则是危险时,在其他人违反法律、未经审查便骑上战马的情况下,我走上前去要求奥尔索布洛斯将我从名册中除名,因为我认为在大众即将面临危险时,自己却图谋安全而去参军是可耻的。
καί μοι ἀνάβηθι, Ὀρθόβουλε.
奥尔索布洛斯,请为我上台作证。
§14Μάρτυρες
συλλεγέντων τοίνυν τῶν δημοτῶν πρὸ τῆς ἐξόδου, εἰδὼς αὐτῶν ἐνίους πολίτας μὲν χρηστοὺς ὄντας καὶ προθύμους, ἐφοδίων δὲ ἀποροῦντας, εἶπον ὅτι χρὴ τοὺς ἔχοντας παρέχειν τὰ ἐπιτήδεια τοῖς ἀπόρως διακειμένοις.
证人在出发前,当同区居民集会时,我知道他们中有些人是优秀且热心的公民,但缺乏路费,于是我说,富有的人应该向处于困境中的人提供必需品。
καὶ οὐ μόνον τοῦτο συνεβούλευον τοῖς ἄλλοις, ἀλλὰ καὶ αὐτὸς ἔδωκα δυοῖν ἀνδροῖν τριάκοντα δραχμὰς ἑκατέρῳ, οὐχ ὡς πολλὰ κεκτημένος, ἀλλʼ ἵνα παράδειγμα τοῦτο τοῖς ἄλλοις γένηται.
我不仅向他人提出这样的建议,而且我自己也给两个男人每人三十德拉克马,这并非因为我富有,而是为了给其他人树立榜样。
καί μοι ἀνάβητε.
请为我上台作证。
§15Μάρτυρες
μετὰ ταῦτα τοίνυν, ὦ βουλή, εἰς Κόρινθον ἐξόδου γενομένης καὶ πάντων προειδότων ὅτι δεήσει κινδυνεύειν, ἑτέρων ἀναδυομένων ἐγὼ διεπραξάμην ὥστε τῆς πρώτης τεταγμένος μάχεσθαι τοῖς πολεμίοις· καὶ μάλιστα τῆς ἡμετέρας φυλῆς δυστυχησάσης, καὶ πλείστων ἐναποθανόντων ὕστερος ἀνεχώρησα τοῦ σεμνοῦ Στειριῶς τοῦ πᾶσιν ἀνθρώποις δειλίαν ὠνειδικότος.
证人此后,议事会的诸君,当向科林斯出征的事情发生、且所有人都预料到必须面临危险时,在其他人退缩不前的情况下,我设法使自己被部署在最前线与敌人战斗;而当我们的部落遭遇不幸、大多数人战死沙场时,我比那个对所有人指责为懦夫的、傲慢的斯泰利亚人更晚退却。
§16καὶ οὐ πολλαῖς ἡμέραις ὕστερον μετὰ ταῦτα ἐν Κορίνθῳ χωρίων ἰσχυρῶν κατειλημμένων, ὥστε τοὺς πολεμίους μὴ δύνασθαι παριέναι, Ἀγησιλάου δʼ εἰς τὴν Βοιωτίαν ἐμβαλόντος ψηφισαμένων τῶν ἀρχόντων ἀποχωρίσαι τάξεις αἵτινες βοηθήσουσι, φοβουμένων ἁπάντων (εἰκότως, ὦ βουλή· δεινὸν γὰρ ἦν ἀγαπητῶς ὀλίγῳ πρότερον σεσωσμένους ἐφʼ ἕτερον κίνδυνον ἰέναι) προσελθὼν ἐγὼ τὸν ταξίαρχον ἐκέλευον ἀκληρωτὶ τὴν ἡμετέραν τάξιν πέμπειν.
此后没过几天,当科林斯的一些险要地势被占领以至于敌人无法通过,且阿格西劳斯入侵波奥提亚时,指挥官们投票决定抽调部队前去驰援,在人人都感到恐惧的情况下(这是理所当然的,议事会的诸君;因为对于不久前才艰难生还的人来说,再次奔赴另一个危险是极其可怕的),我走上前去请求部落步兵长官不经抽签便派遣我们的队伍。
§17ὥστʼ εἴ τινες ὑμῶν ὀργίζονται τοῖς τὰ μὲν τῆς πόλεως ἀξιοῦσι πράττειν, ἐκ δὲ τῶν κινδύνων ἀποδιδράσκουσιν, οὐκ ἂν δικαίως περὶ ἐμοῦ τὴν γνώμην ταύτην ἔχοιεν· οὐ γὰρ μόνον τὰ προσταττόμενα ταττόμενα ἐποίουν προθύμως, ἀλλὰ καὶ κινδυνεύειν ἐτόλμων.
因此,如果你们中有人对那些既要求掌管城邦事务、却又在面临危险时逃跑的人感到愤怒,那么他们对我持有这种看法是不公正的;因为我不仅热心执行被分派的任务,而且还敢于冒着生命危险。
καὶ ταῦτʼ ἐποίουν οὐχ ὡς οὐ δεινὸν ἡγούμενος εἶναι Λακεδαιμονίοις μάχεσθαι, ἀλλʼ ἵνα, εἴ ποτε ἀδίκως εἰς κίνδυνον καθισταίμην, διὰ ταῦτα βελτίων ὑφʼ ὑμῶν νομιζόμενος ἁπάντων τῶν δικαίων τυγχάνοιμι.
我这样做并不是因为我认为与拉刻代蒙人战斗不可怕,而是为了如果有一天我被不公正地置于危险境地,我能因这些事被你们视为更优秀的人,从而获得我所有应得的权利。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
请为我让这些证人上台。
§18Μάρτυρες
τῶν τοίνυν ἄλλων στρατειῶν καὶ φρουρῶν οὐδεμιᾶς ἀπελείφθην πώποτε, ἀλλὰ πάντα τὸν χρόνον διατετέλεκα μετὰ τῶν πρώτων μὲν τὰς ἐξόδους ποιούμενος, μετὰ τῶν τελευταίων δὲ ἀναχωρῶν·
证人因此,在其他任何远征或卫戍任务中,我从未缺席过一次,而是在整个时期里,始终与第一批人共同出发,与最后一批人共同撤退。
καίτοι χρὴ τοὺς φιλοτίμως καὶ κοσμίως πολιτευομένους ἐκ τῶν τοιούτων σκοπεῖν, ἀλλʼ οὐκ εἴ τις κομᾷ, διὰ τοῦτο μισεῖν· τὰ μὲν γὰρ τοιαῦτα ἐπιτηδεύματα οὔτε τοὺς ἰδιώτας οὔτε τὸ κοινὸν τῆς πόλεως βλάπτει, ἐκ δὲ τῶν κινδυνεύειν ἐθελόντων πρὸς τοὺς πολεμίους ἅπαντες ὑμεῖς ὠφελεῖσθε.
然而,应当从这些事情中来考察那些怀有抱负且守秩序地参与城邦生活的人,而不是因为某人留长发就憎恨他;因为这些个人习惯既不伤害私人,也不伤害城邦公家,而从那些甘愿面对敌人危险的人身上,你们所有人都会受益。
§19ὥστε οὐκ ἄξιον ἀπʼ ὄψεως, ὦ βουλή, οὔτε φιλεῖν οὔτε μισεῖν οὐδένα, ἀλλʼ ἐκ τῶν ἔργων σκοπεῖν· πολλοὶ μὲν γὰρ μικρὸν διαλεγόμενοι καὶ κοσμίως ἀμπεχόμενοι μεγάλων κακῶν αἴτιοι γεγόνασιν, ἕτεροι δὲ τῶν τοιούτων ἀμελοῦντες πολλὰ κἀγαθὰ ὑμᾶς εἰσιν εἰργασμένοι.
因此,议事会的诸君,不应根据外表来喜爱或憎恨任何人,而应从其行为来考察;因为许多说话轻柔、衣着端庄的人曾造成了巨大的危害,而其他不拘泥于这些细节的人却为你们做了许多善事。
§20ἤδη δέ τινων ᾐσθόμην, ὦ βουλή, καὶ διὰ ταῦτα ἀχθομένων μοι, ὅτι νεώτερος ὢν ἐπεχείρησα λέγειν ἐν τῷ δήμῳ.
议事会的诸君,我注意到已经有人因我年轻却试图在公民大会上发言而对我感到不满。
ἐγὼ δὲ τὸ μὲν πρῶτον ἠναγκάσθην ὑπὲρ τῶν ἐμαυτοῦ πραγμάτων δημηγορῆσαι, ἔπειτα μέντοι καὶ ἐμαυτῷ δοκῶ φιλοτιμότερον διατεθῆναι τοῦ δέοντος, ἅμα μὲν τῶν προγόνων ἐνθυμούμενος, ὅτι οὐδὲν πέπαυνται τὰ τῆς πόλεως πράττοντες,
但我首先是由于自身的事情被迫在大会上发言;然而此后,我自己也觉得比应有的更热衷于追求名誉,这既是因为我想到祖先们从未停止过掌管城邦的事务,又是由于我看到你们(因为必须说真话)只认为这样的人才是值得重视的。
§21ἅμα δὲ ὑμᾶς ὁρῶν (τὰ γὰρ ἀληθῆ χρὴ λέγειν) τοὺς τοιούτους μόνους τινὸς ἀξίους νομίζοντας εἶναι, ὥστε ὁρῶν ὑμᾶς ταύτην τὴν γνώμην ἔχοντας τίς οὐκ ἂν ἐπαρθείη πράττειν καὶ λέγειν ὑπὲρ τῆς πόλεως;
因此,看到你们持有这种看法,谁不会被激励去为城邦行动和发言呢?
ἔτι δὲ τί ἂν τοῖς τοιούτοις ἄχθοισθε;
此外,你们为什么要对这样的人感到不满呢?
οὐ γὰρ ἕτεροι περὶ αὐτῶν κριταί εἰσιν, ἀλλʼ ὑμεῖς.
因为对他们进行裁判的不是别人,正是你们。