← リュシアス

第十六弁論 評議会において資格審査を受けるマンティテオスの弁明

§1-11

騎兵役の嫌疑に対する弁明と私生活の証言

告発者がマンティテオスの過去の騎兵役を非難したのに対し、彼はアテナイ不在の事実や公的記録の不備を挙げて身の潔白を主張し、自身の私生活の誠実さを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

εἰ μὴ συνῄδη,1 ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τῆς κατηγορίας· ἡγοῦμαι γὰρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι.

もし私が、告発者たちが何としても私を陥れようと望んでいるのを知らなかったなら、評議会員の諸君、私は彼らにこの告発を大いに感謝したことであろう。なぜなら、不当に中傷されている者たちにとって、彼らをそれまでの生き方の吟味に引きずり出す者たちは、最大の善きことの与え手となると私は考えるからである。

§2

ἐγὼ γὰρ οὕτω σφόδρα ἐμαυτῷ πιστεύω, ὥστʼ ἐλπίζω καὶ εἴ τις πρός με τυγχάνει ἀηδῶς διακείμενος, ἐπειδὰν ἐμοῦ λέγοντος ἀκούσῃ περὶ τῶν πεπραγμένων, μεταμελήσειν αὐτῷ2 καὶ πολὺ βελτίω με εἰς τὸν λοιπὸν χρόνον ἡγήσεσθαι.

というのも、私は自分自身を非常に強く信じているので、たとえ誰かが私に対して不快な感情を抱いているとしても、私が行ってきたことについて私が語るのを聞くときには、その者が後悔し、将来にわたって私のことをはるかに優れた人物とみなすようになることを期待しているからである。

§3

ἀξιῶ δέ, ὦ βουλή, ἐὰν μὲν τοῦτο μόνον ὑμῖν ἐπιδείξω, ὡς εὔνους εἰμὶ τοῖς καθεστηκόσι πράγμασι καὶ ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων μετέχειν ὑμῖν, μηδέν πώ μοι πλέον εἶναι· ἐὰν δὲ φαίνωμαι καὶ περὶ τὰ ἄλλα μετρίως βεβιωκὼς καὶ πολὺ παρὰ τὴν δόξαν καὶ παρὰ τοὺς λόγους τοὺς τῶν ἐχθρῶν, δέομαι ὑμῶν ἐμὲ μὲν δοκιμάζειν, τούτους δὲ ἡγεῖσθαι χείρους εἶναι. πρῶτον δὲ ἀποδείξω ὡς οὐχ ἵππευον οὐδʼ ἐπεδήμουν ἐπὶ τῶν τριάκοντα, οὐδὲ μετέσχον τῆς τότε πολιτείας.

そして私は、評議会員の諸君、もし私がこれだけ、すなわち私が現在の体制に対して好意を抱いていること、そしてあなたがたと同様の危険を分かち合うことを余儀なくされてきたことだけをあなたがたに示すならば、私にとって何ら有利にならないことを当然のこととして受け入れる。しかし、もし私が他のことに関しても中庸に生きてきたこと、また世間の評判や敵たちの言論とは大いに異なっていることが明らかになるならば、あなたがたに、私を審査で承認し、彼らをより劣った者とみなすよう懇願する。まず最初に、私は、三十人政権の時代に自分が騎兵を務めてもおらず、市内に滞在してもおらず、当時の体制に加わってもいなかったことを証明しよう。

§4

ἡμᾶς γὰρ ὁ πατὴρ πρὸ τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς ὡς Σάτυρον τὸν ἐν τῷ Πόντῳ διαιτησομένους ἐξέπεμψε, καὶ οὔτε τῶν τειχῶν καθαιρουμένων ἐπεδημοῦμεν οὔτε μεθισταμένης τῆς πολιτείας, ἀλλʼ ἤλθομεν πρὶν τοὺς ἀπὸ Φυλῆς εἰς τὸν Πειραιᾶ κατελθεῖν πρότερον πένθʼ ἡμέραις.

というのも、私たちの父はヘレスポントスでの災難の前に、私たちをポントスのサテュロスのもとへ、そこで暮らさせるために送り出したからであり、城壁が取り壊されていたときも、政体が変革していたときも、私たちは市内に滞在していなかった。むしろ、フュレからの人々がペイライエウスに帰還する5日前に、私たちは戻ってきたのである。

§5

καίτοι οὔτε ἡμᾶς εἰκὸς ἦν εἰς τοιοῦτον καιρὸν ἀφιγμένους ἐπιθυμεῖν μετέχειν τῶν ἀλλοτρίων κινδύνων, οὔτʼ ἐκεῖνοι φαίνονται τοιαύτην γνώμην ἔχοντες ὥστε καὶ τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν ἐξαμαρτάνουσι μεταδιδόναι τῆς πολιτείας, ἀλλὰ μᾶλλον ἠτίμαζον καὶ τοὺς συγκαταλύσαντας τὸν δῆμον.

それにまた、そのような時期に到着した私たちが、他人の危険を分かち合いたいと望むのは、ありそうなことではなかったし、また彼らが、国外にいる者や何ら罪を犯していない者にまで国政を分け与えるような意図を持っていたとも思われない。それどころか、民主政を共同で打倒した者たちでさえ、彼らは貶めていたのである。

§6

ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν. ἐν τούτῳ γὰρ πολλοὶ μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν. ἐκεῖνος δʼ ἐστὶν ἔλεγχος μέγιστος· ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρχους ἀπενεγκεῖν3 τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρʼ αὐτῶν.

次に、掲示板から誰が騎兵を務めたかを調べるのは、愚かなことである。なぜなら、その掲示板には、自分が騎兵を務めたと認めている多くの者が含まれておらず、逆に、国外にいた一部の者が登録されているからである。しかし、次のことが最大の確証である。すなわち、あなたがたが帰還したとき、手当を彼らから回収するために、部隊長たちに騎兵を務めた者たちを報告させることを決議したことである。

§7

ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτʼ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα. καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτι ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι.4 ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι.

したがって、私が部隊長たちによって報告されたことも、共同訴訟代理人たちに引き渡されたことも、あるいは手当を返還したことも、誰も証明できないであろう。そしてまた、次のことを知るのは誰にとっても容易である。すなわち、部隊長たちにとっては、手当を受け取った者を報告しなければ、彼ら自身が罰を科される必要があったということである。したがって、あなたがたが、これらの記録よりも、あちらの記録を信頼する方が、はるかに正当であろう。なぜなら、これらからは、望む者にとって自分の名前を消し去ることは容易であったが、あちらにおいては、部隊長たちによって騎兵たちが報告されることが不可避だったからである。

§8

ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν διʼ ἄλλο με ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.

さらに、評議会員の諸君、もし私が実際に騎兵を務めていたなら、何か恐ろしいことをしたかのようにそれを否認することはしなかっただろう。むしろ、市民の誰も私によって害を被っていないことを証明した上で、審査を通過することを要求したであろう。そして私は、あなたがた自身もこの考え方に従っており、当時の騎兵の多くが評議員を務めており、また彼らの多くが将軍や騎兵隊長に選出されているのを目にしている。したがって、私がこの弁明を行っているのは、彼らが私について公然と嘘をつくという暴挙に出たからにほかならない、とあなたがたは考えてほしい。私のために上がって証言してくれ。

§9

Μάρτυρες περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι. δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου. ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.

証人たちさて、告発そのものについては、これ以上何を語る必要があるのか私にはわからない。しかし、評議会員の諸君、他の裁判においては、告発された事柄そのものについてのみ弁明することが適切であるが、資格審査においては、生涯全体について釈明を行うことが正当であると私には思われる。それゆえ、私に好意を持って耳を傾けてくださるようあなたがたに懇願する。私はできる限り簡潔に弁明を行うつもりである。

§10

ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.

というのも、まず私は、父の災難と国家の災難のせいで、多くの財産が残されなかったにもかかわらず、二人の姉妹それぞれに30ミナの持参金を与えて嫁がせ、弟との間では、彼の方が父の遺産から私よりも多くを受け取ったと認めるほどに分配し、そして他のすべての人々に対しても、これまでに誰一人として私に対するいかなる不満も生じなかったほどに、そのように生きてきたからである。

§11

καὶ τὰ μὲν ἴδια οὕτως διῴκηκα· περὶ δὲ τῶν κοινῶν μοι μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας, ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ τὰς τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι, πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας,5 καὶ πλεῖστα τούτους περὶ ἐμοῦ λογοποιοῦντας καὶ ψευδομένους. καίτοι δῆλον ὅτι, εἰ τῶν αὐτῶν ἐπεθυμοῦμεν, οὐκ ἂν τοιαύτην γνώμην εἶχον περὶ ἐμοῦ.

私的な事柄についてはこのように管理してきた。しかし、公的な事柄について、私の温厚さの最大の証拠と私が考えているのは、若者たちのうち、サイコロ遊びや大酒、あるいはその種の放蕩に耽っている者たちが皆、私とは相容れず、私のことについて最も多くの噂を流し、嘘をついているのをあなたがたが目にするであろうことである。しかし、もし私たちが同じものを望んでいたとしたら、彼らが私についてそのような意見を持つことはなかったであろうことは明らかである。

構文注5 件
  1. 1συνῄδη

    動詞 σύνοιδα の過去完了1人称単数形(アッティカ方言)。「自覚する」を意味し、ここでは反実仮想(εἰ μὴ + 直説法過去/過去完了)の条件節として用いられ、告発者の意図を話し手が「知っていなかったならば」という仮定を表す。

  2. 2μεταμελήσειν αὐτῷ

    非人称動詞 μεταμέλει(後悔させる)の未来不定詞。動詞 ἐλπίζω(期待する)の対格不定詞構文に依存しており、与格 αὐτῷ(彼に)がその意味上の主語(後悔する主体)となる。

  3. 6τοὺς φυλάρχους ἀπενεγκεῖν

    不定詞 ἀπενεγκεῖν(報告する、登録する)を伴う対格不定詞構文。意味上の主語は τοὺς φυλάρχους(部隊長たち)であり、その目的語は τοὺς ἱππεύσαντας(騎兵を務めた者たち)である。

  4. 7αὐτοῖς ζημιοῦσθαι

    非人称構文 ἀναγκαῖον ἦν(必要であった)に導かれる受動態不定詞 ζημιοῦσθαι(罰せられる)と、行為の主体を表す与格 αὐτοῖς(彼ら自身)。「部隊長自身が罰せられる必要があった」ことを示す。

  5. 11ὄψεσθέ μοι διαφόρους ὄντας

    知覚動詞 ὄψεσθε(あなたがたは見るだろう)の補足分詞 ὄντας。与格 μοι は関係の与格、または利害の与格として機能し、「私に対して(私と対立して)意見を異にしている」という意味を形成する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0540.tlg016.humanitext-grc2:1-11