§1εἰ μὴ συνῄδη, ὦ βουλή, τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν, πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τῆς κατηγορίας·
もし私が、告発者たちが何としても私を陥れようと望んでいるのを知らなかったなら、評議会員の諸君、私は彼らにこの告発を大いに感謝したことであろう。
ἡγοῦμαι γὰρ τοῖς ἀδίκως διαβεβλημένοις τούτους εἶναι μεγίστων ἀγαθῶν αἰτίους, οἵτινες ἂν αὐτοὺς ἀναγκάζωσιν εἰς ἔλεγχον τῶν αὐτοῖς βεβιωμένων καταστῆναι.
なぜなら、不当に中傷されている者たちにとって、彼らをそれまでの生き方の吟味に引きずり出す者たちは、最大の善きことの与え手となると私は考えるからである。
§2ἐγὼ γὰρ οὕτω σφόδρα ἐμαυτῷ πιστεύω, ὥστʼ ἐλπίζω καὶ εἴ τις πρός με τυγχάνει ἀηδῶς διακείμενος, ἐπειδὰν ἐμοῦ λέγοντος ἀκούσῃ περὶ τῶν πεπραγμένων, μεταμελήσειν αὐτῷ καὶ πολὺ βελτίω με εἰς τὸν λοιπὸν χρόνον ἡγήσεσθαι.
というのも、私は自分自身を非常に強く信じているので、たとえ誰かが私に対して不快な感情を抱いているとしても、私が行ってきたことについて私が語るのを聞くときには、その者が後悔し、将来にわたって私のことをはるかに優れた人物とみなすようになることを期待しているからである。
§3ἀξιῶ δέ, ὦ βουλή, ἐὰν μὲν τοῦτο μόνον ὑμῖν ἐπιδείξω, ὡς εὔνους εἰμὶ τοῖς καθεστηκόσι πράγμασι καὶ ὡς ἠνάγκασμαι τῶν αὐτῶν κινδύνων μετέχειν ὑμῖν, μηδέν πώ μοι πλέον εἶναι·
そして私は、評議会員の諸君、もし私がこれだけ、すなわち私が現在の体制に対して好意を抱いていること、そしてあなたがたと同様の危険を分かち合うことを余儀なくされてきたことだけをあなたがたに示すならば、私にとって何ら有利にならないことを当然のこととして受け入れる。
ἐὰν δὲ φαίνωμαι καὶ περὶ τὰ ἄλλα μετρίως βεβιωκὼς καὶ πολὺ παρὰ τὴν δόξαν καὶ παρὰ τοὺς λόγους τοὺς τῶν ἐχθρῶν, δέομαι ὑμῶν ἐμὲ μὲν δοκιμάζειν, τούτους δὲ ἡγεῖσθαι χείρους εἶναι.
しかし、もし私が他のことに関しても中庸に生きてきたこと、また世間の評判や敵たちの言論とは大いに異なっていることが明らかになるならば、あなたがたに、私を審査で承認し、彼らをより劣った者とみなすよう懇願する。
πρῶτον δὲ ἀποδείξω ὡς οὐχ ἵππευον οὐδʼ ἐπεδήμουν ἐπὶ τῶν τριάκοντα, οὐδὲ μετέσχον τῆς τότε πολιτείας.
まず最初に、私は、三十人政権の時代に自分が騎兵を務めてもおらず、市内に滞在してもおらず、当時の体制に加わってもいなかったことを証明しよう。
§4ἡμᾶς γὰρ ὁ πατὴρ πρὸ τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς ὡς Σάτυρον τὸν ἐν τῷ Πόντῳ διαιτησομένους ἐξέπεμψε, καὶ οὔτε τῶν τειχῶν καθαιρουμένων ἐπεδημοῦμεν οὔτε μεθισταμένης τῆς πολιτείας, ἀλλʼ ἤλθομεν πρὶν τοὺς ἀπὸ Φυλῆς εἰς τὸν Πειραιᾶ κατελθεῖν πρότερον πένθʼ ἡμέραις.
というのも、私たちの父はヘレスポントスでの災難の前に、私たちをポントスのサテュロスのもとへ、そこで暮らさせるために送り出したからであり、城壁が取り壊されていたときも、政体が変革していたときも、私たちは市内に滞在していなかった。 むしろ、フュレからの人々がペイライエウスに帰還する5日前に、私たちは戻ってきたのである。
§5καίτοι οὔτε ἡμᾶς εἰκὸς ἦν εἰς τοιοῦτον καιρὸν ἀφιγμένους ἐπιθυμεῖν μετέχειν τῶν ἀλλοτρίων κινδύνων, οὔτʼ ἐκεῖνοι φαίνονται τοιαύτην γνώμην ἔχοντες ὥστε καὶ τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν ἐξαμαρτάνουσι μεταδιδόναι τῆς πολιτείας, ἀλλὰ μᾶλλον ἠτίμαζον καὶ τοὺς συγκαταλύσαντας τὸν δῆμον.
それにまた、そのような時期に到着した私たちが、他人の危険を分かち合いたいと望むのは、ありそうなことではなかったし、また彼らが、国外にいる者や何ら罪を犯していない者にまで国政を分け与えるような意図を持っていたとも思われない。 それどころか、民主政を共同で打倒した者たちでさえ、彼らは貶めていたのである。
§6ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν.
次に、掲示板から誰が騎兵を務めたかを調べるのは、愚かなことである。
ἐν τούτῳ γὰρ πολλοὶ μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν.
なぜなら、その掲示板には、自分が騎兵を務めたと認めている多くの者が含まれておらず、逆に、国外にいた一部の者が登録されているからである。
ἐκεῖνος δʼ ἐστὶν ἔλεγχος μέγιστος·
しかし、次のことが最大の確証である。
ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρʼ αὐτῶν.
すなわち、あなたがたが帰還したとき、手当を彼らから回収するために、部隊長たちに騎兵を務めた者たちを報告させることを決議したことである。
§7ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτʼ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα.
したがって、私が部隊長たちによって報告されたことも、共同訴訟代理人たちに引き渡されたことも、あるいは手当を受け取ったことも、誰も証明できないであろう。
καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτι ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι.
そしてまた、次のことを知るのは誰にとっても容易である。 すなわち、部隊長たちにとっては、手当を受け取った者を報告しなければ、彼ら自身が罰を科される必要があったということである。
ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε·
したがって、あなたがたが、これらの記録よりも、あちらの記録を信頼する方が、はるかに正当であろう。
ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι.
なぜなら、これらからは、望む者にとって自分の名前を消し去ることは容易であったが、あちらにおいては、部隊長たちによって騎兵たちが報告されることが不可避だったからである。
§8ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι.
さらに、評議会員の諸君、もし私が実際に騎兵を務めていたなら、何か恐ろしいことをしたかのようにそれを否認することはしなかっただろう。 むしろ、市民の誰も私によって害を被っていないことを証明した上で、審査を通過することを要求したであろう。
ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους.
そして私は、あなたがた自身もこの考え方に従っており、当時の騎兵の多くが評議員を務めており、また彼らの多くが将軍や騎兵隊長に選出されているのを目にしている。
ὥστε μηδὲν διʼ ἄλλο με ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι.
したがって、私がこの弁明を行っているのは、彼らが私について公然と嘘をつくという暴挙に出たからにほかならない、とあなたがたは考えてほしい。
ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.
私のために上がって証言してくれ。
§9Μάρτυρες
περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν·
証人たちさて、告発そのものについては、これ以上何を語る必要があるのか私にはわからない。
δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι.
しかし、評議会員の諸君、他の裁判においては、告発された事柄そのものについてのみ弁明することが適切であるが、資格審査においては、生涯全体について釈明を行うことが正当であると私には思われる。
δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου.
それゆえ、私に好意を持って耳を傾けてくださるようあなたがたに懇願する。
ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
私はできる限り簡潔に弁明を行うつもりである。
§10ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι.
というのも、まず私は、父の災難と国家の災難のせいで、多くの財産が残されなかったにもかかわらず、二人の姉妹それぞれに30ミナの持参金を与えて嫁がせ、弟との間では、彼の方が父の遺産から私よりも多くを受け取ったと認めるほどに分配し、そして他のすべての人々に対しても、これまでに誰一人として私に対するいかなる不満も生じなかったほどに、そのように生きてきたからである。
§11καὶ τὰ μὲν ἴδια οὕτως διῴκηκα·
私的な事柄についてはこのように管理してきた。
περὶ δὲ τῶν κοινῶν μοι μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας, ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ τὰς τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι, πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας, καὶ πλεῖστα τούτους περὶ ἐμοῦ λογοποιοῦντας καὶ ψευδομένους.
しかし、公的な事柄について、私の温厚さの最大の証拠と私が考えているのは、若者たちのうち、サイコロ遊びや大酒、あるいはその種の放蕩に耽っている者たちが皆、私とは相容れず、私のことについて最も多くの噂を流し、嘘をついているのをあなたがたが目にするであろうことである。
καίτοι δῆλον ὅτι, εἰ τῶν αὐτῶν ἐπεθυμοῦμεν, οὐκ ἂν τοιαύτην γνώμην εἶχον περὶ ἐμοῦ.
しかし、もし私たちが同じものを望んでいたとしたら、彼らが私についてそのような意見を持つことはなかったであろうことは明らかである。