§10καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ τὸν ἄλλον χρόνον καὶ πολλὰ κακὰ τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμησαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς καὶ τὸν νόμον· οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης τῆς πόλεως, ἀλλʼ ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας·
而其他一些人,虽然从未当过重装步兵,但往昔一直当骑兵,且给敌人造成过重大打击,却因畏惧你们和法律,未敢骑上马背;因为他们做好了准备,深信城邦非但不会灭亡,反而会得到拯救、变得强大,并惩罚那些作恶之人。
Ἀλκιβιάδης δʼ ἐτόλμησεν ἀναβῆναι, βῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον ἱππεύσας οὔτε νῦν ἐπιστάμενος οὔτε ὑφʼ ὑμῶν δοκιμασθείς, ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν.
然而阿尔西比亚德斯却胆敢骑上马去,他既不拥护民众,以前也未当过骑兵,现在也无此技能,更未经你们审查,仿佛城邦(将来)根本无法惩罚作恶者一般。
§11ἐνθυμηθῆναι δὲ χρὴ ὅτι, εἰ ἐξέσται ὅ τι ἄν τις βούληται ποιεῖν, οὐδὲν ὄφελος νόμους κεῖσθαι ἢ ὑμᾶς συλλέγεσθαι ἢ στρατηγοὺς αἱρεῖσθαι.
你们应当记住,如果允许任何人做他想做的任何事,那么制定法律、你们集会、或者选举将军就都毫无用处了。
θαυμάζω δέ, ὦ ἄνδρες δικασταί, εἴ τις ἀξιοῖ, ἐὰν μέν τις προσιόντων τῶν πολεμίων τῆς πρώτης τάξεως τεταγμένος τῆς δευτέρας γένηται, τούτου μὲν δειλίαν καταψηφίζεσθαι, ἐὰν δέ τις ἐν τοῖς ὁπλίταις τεταγμένος ἐν τοῖς ἱππεῦσιν ἀναφανῇ,
但是,众位陪审员,我感到奇怪的是,如果有安排在第一排的人在敌人逼近时退到了第二排,有人认为应当判定此人犯有胆怯罪,而如果有安排在重装步兵中的人却出现在骑兵中,却有人认为应当宽恕此人。
§12τούτῳ συγγνώμην ἔχειν. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι δικάζειν ὑμᾶς οὐ μόνον τῶν ἐξαμαρτανόντων ἕνεκα, ἀλλʼ ἵνα καὶ τοὺς ἄλλους τῶν ἀκοσμούντων σωφρονεστέρους ποιῆτε.
而且,众位陪审员,我认为你们审判不仅是为了惩罚罪犯,也是为了让其他不守规矩的人变得更加克制。
ἐὰν μὲν τοίνυν τοὺς ἀγνῶτας κολάζητε, οὐδεὶς ἔσται τῶν ἄλλων βελτίων· οὐδεὶς γὰρ εἴσεται τὰ ὑφʼ ὑμῶν καταψηφισθέντα·
因此,如果你们只惩罚无名之辈,其他人并不会变得更好,因为没有人会知道你们作出的判决。
ἐὰν δὲ τοὺς ἐπιφανεστάτους τῶν ἐξαμαρτανόντων τιμωρῆσθε, πάντες πεύσονται, ὥστε τούτῳ παραδείγματι χρώμενοι βελτίους ἔσονται οἱ πολῖται.
但如果你们惩罚罪犯中最显赫的人,所有人都会知晓,从而市民们会以此人为戒,变得更好。
§13ἐὰν τοίνυν τούτου καταψηφίσησθε, οὐ μόνον οἱ ἐν τῇ πόλει εἴσονται, ἀλλὰ καὶ οἱ σύμμαχοι αἰσθήσονται καὶ οἱ πολέμιοι πεύσονται, καὶ ἡγήσονται πολὺ πλείονος ἀξίαν εἶναι τὴν πόλιν, ἐὰν ὁρῶσιν ἐπὶ τοῖς τοιούτοις τῶν ἁμαρτημάτων μάλισθʼ ὑμᾶς ὀργιζομένους καὶ μηδεμιᾶς συγγνώμης τοὺς ἀκοσμοῦντας ἐν τῷ πολέμῳ τυγχάνοντας.
因此,如果你们判定此人有罪,不仅城邦内的人会知道,盟友也会察觉,敌人也会知晓,并且如果他们看到你们对这类罪行最为愤怒,且在战争中不守规矩的人得不到任何宽恕,他们就会认为这个城邦有价值得多。
§14ἐνθυμεῖσθε δʼ, ὦ ἄνδρες δικασταί, ὅτι τῶν στρατιωτῶν οἱ μὲν κάμνοντες ἐτύγχανον, οἱ δὲ ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, καὶ ἡδέως ἂν οἱ μὲν ταῖς πόλεσι καταμείναντες ἐθεραπεύοντο, οἱ δὲ οἴκαδʼ ἀπελθόντες τῶν οἰκείων ἐπεμέλοντο, οἱ δὲ ψιλοὶ ἐστρατεύοντο, οἱ δʼ ἐν τοῖς §15ἱππεῦσιν ἐκινδύνευον·
众位陪审员,请记住,士兵们有的恰好患病,有的缺乏给养,患病者本乐意留在城里疗养,缺乏给养者本乐意回家照料家务,轻装兵在服役,而其他人在骑兵中冒险。
ἀλλʼ ὅμως οὐκ ἐτολμᾶτε ἀπολιπεῖν τὰς τάξεις οὐδὲ τἀρεστὰ ὑμῖν αὐτοῖς αἱρεῖσθαι ἀλλὰ πολὺ μᾶλλον ἐφοβεῖσθε τοὺς τῆς πόλεως νόμους ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον.
但尽管如此,你们却未敢擅离职守,也未敢选择自己惬意的事,反而对城邦法律的畏惧远甚于对敌人的危险。
ὧν χρὴ μεμνημένους ὑμᾶς νυνὶ τὴν ψῆφον φέρειν, καὶ πᾶσι φανερὸν ποιεῖν ὅτι Ἀθηναίων οἱ μὴ βουλόμενοι τοῖς πολεμίοις μάχεσθαι ὑφʼ ὑμῶν κακῶς πείσονται.
你们现在投票时必须记住这些,并向所有人表明,凡是不愿与敌人作战的雅典人,都将受到你们的严惩。
§16ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ τι λέξουσιν· ἀναβαίνοντες δʼ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσουσιν, οὐκ ἀξιοῦντες τοῦ Ἀλκιβιάδου ὑέος τοσαύτην δειλίαν καταγνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλʼ οὐχὶ πολλῶν κακῶν αἴτιον γεγενημένον·
众位陪审员,我认为关于法律和事情本身,他们将无话可说;但他们会登台为他求情并哀求你们,认为不应当判定阿尔西比亚德斯的儿子犯有如此胆怯之罪,声称他父亲是许多善举的源头,而非许多恶行的根源。
ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτείνατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει.
然而,当他父亲达到那个年纪、你们首次抓住他向你们作恶时,如果你们将他处死,城邦也就不会遭受如此多的灾难了。
§17δεινὸν δέ μοι δοκεῖ, ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κατέγνωτε, τοῦ δὲ ὑοῦ ἀδικοῦντος διʼ ἐκεῖνον ἀποψηφιεῖσθε, ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθʼ ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι.
众位陪审员,在我看来,这是一件令人愤慨的事:如果你们判定他父亲死刑,却因为他父亲而宣告这个因他父亲而作恶的儿子无罪,而这个儿子自己不敢与你们一同战斗,他的父亲却宁愿与敌人并肩作战。
καὶ ὅτε μὲν παῖς ὢν οὔπω δῆλος ἦν ὁποῖός τις ἔσται, διὰ τὰ τοῦ πατρὸς ἁμαρτήματα ὀλίγου τοῖς ἕνδεκα παρεδόθη· ἐπειδὴ δὲ πρὸς τοῖς ἐκείνῳ πεπραγμένοις ἐπίστασθε καὶ τὴν τούτου πονηρίαν, διὰ τὸν πατέρα ἐλεεῖν αὐτὸν ἀξιώσετε;
而且,当他还是个孩子、尚不清楚他会成为怎样的人时,由于他父亲的罪行,他险些被移交给十一委员;而现在,除了那个人所做的事之外,你们还深知这个人的邪恶,你们难道还要因为他父亲而认为应该怜悯他吗?
§18οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, τούτους μὲν οὕτως εὐτυχεῖς εἶναι ὥστʼ, ἐπειδὰν ἐξαμαρτάνοντες ληφθῶσι, διὰ τὸ αὑτῶν γένος σῴζεσθαι, ἡμᾶς δέ, εἰ ἐδυστυχήσαμεν διὰ τοὺς οὕτως ἀτακτοῦντας, μηδένα ἂν δύνασθαι παρὰ τῶν πολεμίων ἐξαιτήσασθαι μηδὲ διὰ τὰς τῶν προγόνων ἀρετάς;
众位陪审员,这难道不是很不公正吗? 这些人如此幸运,以至于在作恶被捕时能因其家族而得救;而我们,如果因为这些不守规矩的人而陷入不幸,却无法从敌人那里求得任何人的宽免,甚至不能凭借我们先祖的德行?